← 克劳狄乌斯·埃利安

论动物的本性

§9.22-9.27

海洋生物的捕食与驱除毒虫的草木

作者记述了海星捕食牡蛎的巧妙方式、真实存在的双头蛇、琵琶鱼利用拟饵捕鱼的习性,以及龙虾与章鱼的敌对关系和龙虾的游动与打斗行为;随后列举了能够驱逐或致死毒蛇、蝎子等毒虫的草木(如黄荆、“杀雌草”、斯弥洛斯等)的神奇效力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.22

θαλάττιον ζῷον οἱ ἀστέρες, καὶ εἰσὶ καὶ οὗτοι μαλακόστρακοι, ἐχθροὶ δὲ τοῖς ὀστρέοις· δειπνοῦσι γὰρ αὐτά. καὶ ὁ τρόπος τῆς ἐπιβουλῆς τῆς κατʼ αὐτῶν ἐκεῖνός ἐστι. τὰ μὲν κέχηνε πολλάκις ψύχους δεόμενα καὶ ἄλλως εἴ τί σφισιν ἐμπέσοι τούτῳ τραφησόμενα· οἱ τοίνυν ἀστέρες μέσον τῶν ὀστράκων διείρουσιν ἓν κῶλον τῶν σφετέρων ἕκαστος, καὶ ἐμπίπλανται τῶν σαρκῶν, διειργομένων συνελθεῖν τῶν ὀστράκων αὖθις. ἴδιον μὲν δὴ καὶ ἀστέρων θαλαττίων εἰρήσθω ἡμῖν τοῦτο.

海星是一种海洋生物,它们也属于软壳类,却是牡蛎的天敌,因为它们以牡蛎为食。它们对付牡蛎的伏击方式如下:牡蛎常常张开外壳,既为了贪图凉爽,也是为了倘若有什么东西落入其中便可借以摄食;于是海星们各自将自己的一只肢体插进贝壳当中,在阻止贝壳再度合拢的同时,饱食其肉。关于海星的这种特性,就让我们讲到这里吧。

§9.23

τὴν μὲν ὕδραν τὴν Λερναίαν τὸν ἆθλον τὸν Ἡράκλειον ᾀδέτωσαν ποιηταὶ καὶ μύθων ἀρχαίων συνθέται, ὧνπερ οὖν καὶ Ἑκαταῖος ὁ λογοποιός ἐστιν· ᾀδέτω δὲ καὶ Ὅμηρος χιμαίρας φύσιν κεφαλὰς ἐχούσης τρεῖς, τέρας τοῦτο Λύκιον Ἀμισωδάρου τοῦ Λυκίων βασιλέως, ἐπὶ λύμῃ πολλῶν θρέμμα ποικίλον τε καὶ ἀπρόσμαχον, ναὶ μὰ Δία. καὶ ταῦτα μὲν ἔοικεν ἐς τοὺς μύθους ἀποκεκρίσθαι· ἡ δὲ ἀμφίσβαινα ὄφις δικέφαλός ἐστι, καὶ τὰ ἄνω καὶ ὅσα ἐς τὸ οὐραῖον· προϊοῦσα δέ, ὅπως ἂν ἐς τὴν ὁρμὴν ἐπαγάγῃ τῆς προόδου ἡ χρεία αὐτήν, τὴν μὲν ἀπέλιπεν οὐρὰν εἶναι, τὴν δὲ ἀπέφηνε κεφαλήν.1 καὶ μέντοι καὶ πάλιν εἰ δεηθείη τὴν ὀπίσω ἰέναι, κέχρηται ταῖς κεφαλαῖς ἐς τὸ ἐναντίον ἢ τὸ πρόσθεν ἐχρήσατο.

让诗人们和古代神话的编纂者们——编年史家赫卡泰奥斯亦在其中——去歌唱勒耳那的水蛇这桩赫拉克勒斯的伟绩吧;也让荷马去歌唱长着三个头颅的喀迈拉的本性吧,那是吕基亚国王阿米索达罗斯的吕基亚怪物,凭宙斯起誓,那真是为荼毒众人而养育的凶悍而无可匹敌的恶兽!这些物事看似确实已被归入了神话之中;然而双头蛇却是一种两端皆为头颅的蛇,无论前端还是直至尾部都是如此。当前行之时,根据前进步伐的需要如何驱动它行动,它便让一端作为尾巴,而将另一端显现为头颅。不仅如此,它若需要向后倒退,便会以与先前相反的方式来运用这两个头颅。

§9.24

ἦν δὲ ἄρα τι βατράχου γένος, καὶ καλεῖται τοῦτο ἁλιεύς, καὶ καλεῖται τὸ ὄνομα ἐξ ὧν δρᾷ. δελέατα ἐκεῖνος ὑπεράνω τῶν ὀφθαλμῶν ἔχει προμήκεις ὡς ἂν εἴποις τινὰς βλεφαρίδας, εἶτα ἑκάστῃ βραχὺ σφαιρίον προσπέφυκε. σύνοιδεν οὖν ἑαυτῷ τούτοις ἐφολκοῖς ὑπὸ τῆς φύσεως ἐς τοὺς ἄλλους ἰχθῦς παρεσκευασμένῳ τε καὶ τεθηγμένῳ προσέτι.2 οὐκοῦν ὑποκρύψας ἑαυτὸν ἐν τοῖς θολερωτέροις τε καὶ ἰλύος μᾶλλον πεπληρωμένοις ἡσυχάζει; προτείνων τὰς τρίχας τὰς προειρημένας.3 τὰ τοίνυν βράχιστα τῶν ἰχθύων προσνεῖ ταῖσδε ταῖς βλεφαρίσι, τὰς ἐπʼ ἄκρου σφαιροειδεῖς περιφορὰς οἰόμενα δέλεαρ εἶναι, ὃ δὲ ἐλλοχῶν ἀτρεμεῖ, πλησίον δὲ ἐκείνων γεγενημένων, ὑπάγει τὰς τρίχας ἐς ἑαυτόν ʽαἳ δὲ ἐσάγονται κρυπταῖς τισιν ὁδοῖς καὶ ἀφανέσἰ, γειτνιάσαντά τε ὑπὸ λαιμαργίας τὰ ἰχθύδια δεῖπνόν ἐστι τῷ βατράχῳ τῷ προειρημένῳ.

原来有一种青蛙(琵琶鱼/鮟鱇),被称为渔夫;因其行为举止而得此名。它在双眼上方生有诱饵,可以说宛如修长的睫毛,每一根睫毛上都附生着一个小球体。因此,它自知被自然赋予了这些东西,并被加以磨砺,用来作为引诱其他鱼类的工具。难道它不正是将自己隐藏在更为浑浊、饱含淤泥之处,伸出前述的毛须而静候不动吗?于是最小的鱼儿便朝着这些睫毛游来,以为末端的球状凸起是诱饵;而鮟鱇则潜伏不动,待到它们靠近时,便将毛须向自身缩回(这些毛须是通过某些隐秘而不见的通道收回的),那些因贪食而凑近的小鱼,便成了前述青蛙的美餐。

§9.25

Κάραβος πολύποδι ἐχθρός. τὸ δὲ αἴτιον, ὅταν αὐτῷ τὰς πλεκτάνας περιβάλῃ, τῶν μὲν ἐπὶ τοῦ νώτου ἐκπεφυκότων αὐτῷ κέντρων ποιεῖται οὐδεμίαν ὤραν, ἑαυτὸν δὲ περιχέας αὐτῷ ἐς πνῖγμα ἄγχει. ταῦτα ὁ κάραβος σαφῶς οἶδε, καὶ ἀποδιδράσκει αὐτόν. καράβου δὲ ἡ φύσις ἐκείνη ἐστίν. ὅταν ἀδεὴς ᾖ, πορεύεται ὅδε ὁ ἰχθὺς πρόσω, πλαγιάσας δεῦρο καὶ ἐκεῖσε τὰ κέρατα, ἵνα μὴ πρὸς ἐναντίαν τὴν νῆξιν τὸ ὕδωρ ἰὸν εἶτα ἀναστέλλῃ οἱ τὰ κέρατα καὶ ἐμποδίζῃ πρόσω χωρεῖν· εἰ δὲ φεύγοι, τὴν ὀπίσω ἰὼν παρῆκεν αὐτὰ τελέως. τὸ δὲ αἴτιον, ὡς κώπαις ἐρέττων καὶ ὑποκινῶν δίκην πορθμίδος πολὺ ἀποσπᾷ. εἰ δὲ γένοιτο μάχη καράβων πρὸς ἀλλήλους, τὰ κέρατα ἐγείροντες εἶτα ὡς κριοὶ ἐμπίπτοντες προσαράττουσι τὰ μέτωπα. ἀγῶνα δὲ μυραίνης καὶ καράβου ἀνωτέρω εἶπον.

龙虾是章鱼的死敌。其原因在于,每当章鱼将触腕缠绕在它身上时,丝毫不顾及它背上长出的尖刺,而是将自身泼裹在它周围,将其窒息勒死。龙虾深知这一点,因而对它避之不及。龙虾的习性如下:当没有畏惧之时,这种水族便向前行进,将触须向两侧斜向摆动,以免逆向前行的水流冲撞触须而阻碍其前进;但若逃跑时,它向后退去,将触须完全垂放向后。其原因在于,它如划桨般拨动并如渡船般操纵触须,从而能迅速拉开极大的距离。若是龙虾之间发生争斗,它们便竖起触须,随后犹如公羊相撞般互相撞击额头。至于海鳝与龙虾之间的搏斗,我此前已有叙述。

§9.26

ἐλαύνει δὲ ἰσχυρῶς τοὺς ὄφεις ἡ ἔνδροσός τε καὶ νοτερὰ καλαμίνθη φασὶ καὶ ὁ ἄγνος. τοῦτόν τοι καὶ ἐν Θεσμοφορίοις ἐν ταῖς στιβάσι τὰ γύναια τὰ Ἀττικὰ ὑποστόρνυται. καὶ δοκεῖ μὲν καὶ ἐχθρὸς εἶναι τοῖς δακέτοις ὁ ἄγνος, ἤδη δὲ καὶ ὁρμῆς ἀφροδισίου κώλυμά ἐστι, καὶ ἔοικε τό γε ὄνομα λαβεῖν ἐντεῦθεν. δέδοικε δὲ ἄρα τὰ αὐτὰ δάκετα καὶ τὴν καλουμένην λιβανωτίδα πόαν.

据说带露水且湿润的野薄荷与黄荆能强力驱逐毒蛇。雅典妇女在忒斯摩福里亚节时,便将黄荆铺在铺垫之下。黄荆似乎不仅是毒虫的天敌,而且早已是对情欲冲动的阻碍,其名字似乎正是由此而来。此外,同样的毒虫还畏惧被称为乳香草的植物。

§9.27

Θεοφράστου δὲ ἔγωγε ἀκούω καὶ ἐκεῖνα. πόαν τινὰ ἱστορεῖ ὅδε ὁ ἀνήρ, καὶ ὄνομα θηλυφόνον καλεῖ αὐτήν, ἥνπερ οὖν εἴ τις σκορπίῳ κατὰ νώτου θεὶς ἐάσειεν, ὃ δὲ παραχρῆμα αὖός ἐστιν. ὁ δὲ αὐτὸς λέγει τὸν αὐτὸν ἀναστήσεσθαι, εἴπερ οὖν λευκοῦ ἐλλεβόρου καταπάσειας αὐτοῦ. ἐγὼ δὲ ἐπαινῶ μὲν τὸ θηλυφόνον, τὸν δὲ λευκὸν ἐλλέβορον ἥκιστα. τὸ δὲ αἴτιον, μισῶ μὲν σκορπίους, φιλῶ δὲ ἀνθρώπους. Καλλίμαχος δὲ ἄρα ἐν τῇ γῇ τῇ Τραχινίᾳ ᾅδει δένδρον τι φύεσθαι καὶ καλεῖσθαι σμῖλον, ᾧ τὰ ἑρπετὰ γειτνιάσαντα καὶ παραψαύσαντα ἀρχὴν4 εἶτα ἀποθνήσκει.

我从泰奥弗拉斯托斯那里也听闻了如下之事:此人记载了一种植物,并命名为“杀雌草”;若有人将其置于蝎子背上并任其停留,蝎子便会立刻枯死。然而同一位作者又说,若在其上撒上白藜芦,这只蝎子便会死而复生。我固然称赞“杀雌草”,但绝不称赞白藜芦。其原因在于,我憎恨蝎子,却爱护人类。此外,卡利马科斯歌唱道,在特拉喀斯的大地上生长着一种被称为斯弥洛斯的树木,爬虫一旦靠近它,哪怕只是稍微碰触一下,便会立刻丧命。

语法注4 条
  1. 9.23τὴν μὲν ἀπέλιπεν οὐρὰν εἶναι, τὴν δὲ ἀπέφηνε κεφαλήν

    句中使用了直陈语气不定过去时(ἀπέλιπεν, ἀπέφηνε),但并非叙述过去的特定事件,而是作为“格言性不定过去时”(gnomic aorist),表示双头蛇恒常的习惯与本性,因此在全语种译文中均处理为现在时。

  2. 9.24σύνοιδεν οὖν ἑαυτῷ τούτοις ἐφολκοῖς ὑπὸ τῆς φύσεως ἐς τοὺς ἄλλους ἰχθῦς παρεσκευασμένῳ τε καὶ τεθηγμένῳ προσέτι

    此句为 σύνοιδα ἑαυτῷ 与与格分词 παρεσκευασμένῳ ... καὶ τεθηγμένῳ 搭配的典型句式,意为“自知自身已被配备并磨砺好”。与格代词 τούτοις 与后随的 ἐφολκοῖς(形容词 ἐφολκός 名词化的中性与格复数,意为“引诱物”,或作形容词修饰)构成同位或手段与格。

  3. 9.24οὐκοῦν ὑποκρύψας ἑαυτὸν ἐν τοῖς θολερωτέροις τε καὶ ἰλύος μᾶλλον πεπληρωμένοις ἡσυχάζει; προτείνων τὰς τρίχας τὰς προειρημένας.

    小词 οὐκοῦν 引导推论或反问,与主动词 ἡσυχάζει 连用(“难道它不正是……静伏不动吗?”)。末尾的希腊语问号(分号)强化了这种修辞性反问语气,亦可作确定性推论理解。伴随的分词短语 προτείνων 表示伴随状况或手段。

  4. 9.27παραψαύσαντα ἀρχὴν

    名词 ἀρχήν 在此处用作副词性宾格(adverbial accusative),常见于否定句或假设从句中,意为“根本”、“哪怕稍微”、“起初”。它增强了分词 παραψαύσαντα(轻触、微碰)的语意,突显出只要稍有触碰即刻致死的剧毒特性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:9.22-9.27