← 克劳狄乌斯·埃利安

论动物的本性

§9.17-9.21

翠鸟筑巢与驱蛇草石

本节记述了翠鸟以鱼骨编织出水密且坚固的浮巢之习性、尼罗河畔致狼于死地的毒草、动物溺死于酒或油中的不同影响、焚烧鹿角与奇石驱蛇之效,以及源自海伦传说并能驱除法罗斯岛毒蛇的草药旋覆花的由来的故事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.17

ἡ ἁλκυὼν ὅταν αἴσθηται ἑαυτῆς κυούσης, τηνικαῦτά τοι ἐς τὴν τῶν νεοττῶν ὑποδοχὴν καλιὰν ἐργάζεται, οὔτε πηλοῦ καὶ ὀρόφου ὡς ἡ χελιδὼν δεομένη καὶ οἴκων, καὶ ἄκλητος ἐσιοῦσα ξένη, καὶ λυποῦσα τὰ ἑωθινὰ τῷ λάλῳ καὶ μέντοι καὶ διακόπτουσα τῶν ὕπνων τὸν ἥδιστον, οὔτε πάλιν τῷ σώματι μόνῳ ἐν ἐλευθέροις χωρίοις ἔχεται τοῦ προειρημένου, συμπλέκουσα δὲ καὶ ἀθροίζουσα τὰς τῆς βελόνης ἀκάνθας, δεσμῷ τινι ἀπορρήτῳ τῆς εὐθημοσύνης περιλαμβάνει τὸ ποίημα. τὰς μὲν γὰρ ἐς τὸ εὐθὺ κατέδησαν αὐτῶν, τὰς δὲ ἐπικαρσίας ʽὑφαντικῆς ἐπιστήμονα γυναῖκα εἴποις ἂν τῷ στήμονι τὴν κρόκην ἐπιπλέκεινʼ,1 στρογγύλον δὲ ἡσυχῆ τὸ ἔργον ἀποφαίνει καὶ κολπῶδες, οἱονεὶ πλέγμα κύρτου δημιουργοῦσα. καὶ ὅταν ἐξυφήνῃ τὸ εἰρημένον, κομίζει πρὸς τὴν θάλατταν, ἔνθα τοῦ κύματος ἐπιπολάζοντος ἡσυχῆ τὸ κλύσμα ἐπιὸν ἐλέγχει τῇ ἁλκυόνι τὸ ἔργον· τὸ γάρ τοι μὴ στεγανὸν μέρος τὸ ὕδωρ τὸ ἐμπῖπτον ἀκεῖται αὖθις. τὰ δὲ ἡρμοσμένα εἴγε παίοις λίθῳ, οὐκ ἂν διατρήσειας αὐτά. εἰ δὲ καὶ διακόψαι σιδήρῳ ἐθέλοις, τὰ δὲ οὐκ ἂν εἴξειε, καλῶς τε καὶ εὖ διυφασμένα, τοῦ θώρακος τοῦ λινοῦ οὐ μεῖον, ὅνπερ οὖν ἀναθεῖναι τῇ Ἀθηνᾷ τῇ Λινδίᾳ Ἄμασιν ᾅδουσι. τὸ στόμα δὲ τοῦ κύρτου τοῦδε ἄλλῳ μὲν οὔτε ἐσβατὸν οὔτε πάνυ τι σύνοπτον, δέχεται δὲ ἐκείνην μόνην. οὐκ ἂν δὲ ἐσρεύσειε διʼ αὐτοῦ οὐδὲ τῆς θαλάττης ἔσω οὐδὲ ἕν· οὕτω τοι στεγανόν ἐστιν. ἐνταῦθά τοι καὶ τοὺς νεοττοὺς τρέφει κατὰ τῶν κυμάτων ἡ ἁλκυὼν φερομένη, ὥς φασιν.

翠鸟一旦察觉自己怀胎,便随即着手筑巢以收容雏鸟。它既不需要像燕子那样依赖泥土、屋顶和房屋,作为不速之客闯入室内,在清晨以聒噪烦扰他人并打断最香甜的睡眠;它亦非仅凭肉身在开阔之地着手前述〔筑巢〕之事,而是编织并收集颌针鱼的硬刺,以一种奇妙而精巧的秩序连结将其作品包络成形。因为它们将硬刺的一部分纵向结扎,另一部分横向穿插——人们大可说是一位精于织造的妇人正将纬线编入经线之中——并将这件造物打造得微带弧度且呈凹陷状,犹如制成一只鱼笼的网套。当它将此物织成后,便将其运至海边,在那里,波浪微泛,涌上来的潮水替翠鸟检验其杰作;因为但凡有不防渗漏之处,倾泻而入的水便会自行重新弥合封闭。至于那些严丝合缝的部分,纵使用石头砸击,亦无法将其击穿;即便你想用铁器斩断,它们也绝不屈服,其编织得如此紧密牢实,丝毫不亚于人们所歌咏的阿玛西斯献给林多斯阿西娜女神的那件亚麻胸甲。这只鱼笼的开口对于其他生物既不可进入,亦难被窥视,唯独接纳它自身。海水也绝无分毫能自该口流入其内,其水密性竟至如此。人们说,翠鸟正是这样漂浮在波涛之上哺育幼雏的。

§9.18

τοῦ Νείλου πλησίον πόα γίνεται, καὶ καλεῖται λυκοκτόνος, καὶ οὐκ ἔστι ψευδώνυμος, καὶ εἰκότως· ὅταν γὰρ αὐτῆς ἐπιβαίνῃ λύκος, σπώμενος ἀποθνήσκει. ἔνθεν τοι καὶ οἱ σέβοντες Αἰγυπτίων τοῦτο τὸ ζῷον ἐς τὴν ἑαυτῶν χώραν κωλύουσι ταύτην τὴν πόαν κομίζεσθαι.

尼罗河附近生长着一种草,被称为除狼草;此名绝非虚妄,亦甚合情理,因为每当狼踩踏到它,便会在痉挛中死去。因此,崇拜这种动物的埃及人严禁将该草运入他们的属地。

§9.19

τῶν κατὰ τὴν οἰκίαν ὄρνις ἐὰν ἐς οἶνον ἐμπέσῃ καὶ ἀποπνιγῇ, οὐδὲν λυμαίνεται οὔτε τοῦ οἴνου φασὶν οὔτε τῶν ἔνδον· ἐὰν δὲ ἐς ὕδωρ κατενεχθῇ, δυσῶδες ἀπέφηνε τὸ ὕδωρ, καὶ κακοσμίαν περὶ τὸν ἀέρα ἐργάζεται. γαλεώτης δὲ ἐὰν ἐς οἶνον κατολισθὼν εἶτα ἀποπνιγῇ, λυπεῖ οὐδὲ ἓν· ἐὰν δὲ ἐς ἔλαιον ἐμπέσῃ καὶ ἀποθάνῃ, δυσῶδες τὸ ἔλαιον ἀποφαίνει, καὶ ὁ γευσάμενος αὐτοῦ φθειρσὶν ἐξέζεσεν.

家禽若跌入酒中溺毙,据说既不会毁损美酒,亦不会伤害屋内之人;但若坠入水中,则会使水散发恶臭,并使周围的空气变味。壁虎若滑落酒中溺死,不致造成任何损害;但若跌入油中死去,便会使油变臭,凡尝过此油者皆会生满虱子。

§9.20

τὸ τοῦ ἐλάφου κέρας θυμιώμενον ὅτι τοὺς ὄφεις διώκει δῆλόν ἐστιν. λέγει δὲ Ἀριστοτέλης ὅτι καὶ λίθος ὁ γινόμενος ἐν τῷ Πόντῳ ποταμῷ ʽἔστι δὲ οὗτος ἐν τῇ χώρᾳ τῇ Σιντικῇ τε καὶ Μαιδικῇʼ ἐπιθυμιώμενος διώκει τοὺς αὐτούς, καὶ μέντοι καὶ φύσιν τοῦ λίθου περιηγεῖται τοιάνδε. ὕδατος μὲν εἴ τις αὐτοῦ καταχέοι, ἐξάπτεται· καόμενον δὲ ὑπερεξάψαι ῥιπίδι εἰ θελήσειας, ὃ δὲ κατασβέννυται. θυμιώμενον δὲ αὐτὸν ὀσμὴν ἀφιέναι ἀσφάλτου βαρυτέραν φασί. τούτοις ὁμολογεῖ καὶ Νίκανδρος.

点燃鹿角能驱逐毒蛇,此事众人皆知。亚里士多德说,产于庞托斯河(此河位于辛提人与迈迪人的疆域)的石头,在焚烧时亦能驱逐同样的毒蛇;不仅如此,他还描绘了此石的奇特性质:若向其泼水,它便燃烧;若欲以扇子将其煽得更旺,它反倒熄灭。据说将其焚烧时,会散发出比沥青更为沉重的气味。尼坎德亦与此说相符。

§9.21

ἡ Φάρος ἡ νῆσος πάλαι ʽλέγουσι δὲ Αἰγύπτιοι οἷα μέλλω λέγεινʼ ἐπεπλήρωτο ὄφεων πολλῶν τε καὶ διαφόρων. ἐπεὶ δὲ Θῶνις ὁ τῶν Αἰγυπτίων βασιλεὺς λαβὼν παρακαταθήκην τὴν Διὸς Ἑλένην ʽἔδωκε δὲ αὐτὴν ἄρα καὶ περὶ τὴν ἄνω Αἴγυπτον καὶ περὶ τὴν Αἰθιοπίαν πλανώμενος ὁ Μενέλεωςʼ εἶτα ἠράσθη αὐτῆς ὁ Θῶνις, βίαν αὐτοῦ προσφέροντος τῇ Ἑλένῃ ἐς ὁμιλίαν ἀφροδίσιόν φησιν ὁ λόγος τὴν Διὸς αὐτὰ εἰπεῖν ἕκαστα πρὸς τὴν τοῦ Θώνιδος γαμετήν ʽΠολύδαμνα ἐκαλεῖτοʼ, τὴν δὲ δείσασαν μή ποτε ἄρα ὑπερβάληται ἡ ξένη τῷ κάλλει αὐτήν, ὑπεκθέσθαι τὴν Ἑλένην ἐς Φάρον,2 πόαν δὲ τῶν ὄφεων τῶν ἐκεῖθι ἐχθρὰν δοῦναι, ἧσπερ οὖν αἴσθησιν λαβόντας τοὺς ὄφεις εἶτα καταδῦναι. τὴν δὲ αὐτὴν καταφυτεῦσαι, καὶ χρόνῳ ἀναθῆλαι καὶ ἀφεῖναι σπέρμα ἐχθρὸν ὄφεσι, καὶ μέντοι καὶ ἐν τῇ Φάρῳ θηρίον τοιόνδε οὐκέτι γενέσθαι. κληθῆναι δὲ τὴν πόαν ἑλένιον λέγουσιν οἱ ταῦτα εἰδέναι δεινοί.

从前法罗斯岛上——埃及人正述说着我将要讲的故事——充斥着众多且形形色色的毒蛇。后来埃及国王托尼斯接纳了宙斯之女海伦作为寄存托付之客(是墨涅拉俄斯在上埃及与埃塞俄比亚一带漂泊时将她寄托的),托尼斯随后对她产生了爱慕。当托尼斯对海伦施暴欲行苟且之事时,传说宙斯之女将事情的原委一五一十地告知了托尼斯的妻子(其妻名叫波吕达姆娜)。妻子唯恐这位异邦女子的美貌终会压过自己,便暗中将海伦送至法罗斯岛,并赠予她一种当地毒蛇所憎恶的草;毒蛇一闻到这草的气味便随即潜入地下。海伦将这株草种植下去,随着岁月流逝,草木繁茂并播撒下令毒蛇厌弃的种子,自此法罗斯岛上便再未出现此类毒物。精通此类知识的人说,这株草被命名为海伦尼翁。

语法注2 条
  1. 9.17ὑφαντικῆς ἐπιστήμονα γυναῖκα εἴποις ἂν τῷ στήμονι τὴν κρόκην ἐπιπλέκειν

    εἴποις ἄν 为表潜在(可能性)的希求语气,意为“人们大可说”或“你或许会说”,其后接宾格加不定式结构(γυναῖκα ... ἐπιπλέκειν)。此处通过生动的比喻,将翠鸟经纬交错编织鱼骨的精巧手法比作熟练织女将纬线织入经线的过程。

  2. 9.21τὴν δὲ δείσασαν μή ποτε ἄρα ὑπερβάληται ἡ ξένη τῷ κάλλει αὐτήν, ὑπεκθέσθαι τὴν Ἑλένην ἐς Φάρον

    此处是由前文 φησιν ὁ λόγος(传说叙述道)所统摄的长篇间接引语(宾格加不定式结构)的延续部分。τὴν δὲ 为不定式的宾格主语,指代前句中的托尼斯之妻波吕达姆娜;分词 δείσασαν 修饰该主语并引出表担心的从属从句(μή ποτε ἄρα ὑπερβάληται,“唯恐异邦女子以美貌超过自己”),其后接并列的主干不定式 ὑπεκθέσθαι 与 δοῦναι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:9.17-9.21