← 克劳狄乌斯·埃利安

论动物的本性

§8.24-8.28

阿格柔斯的歌诱与鸻鸟报恩及赤魟毒刺

作者记述了以歌声诱猎的鸟类阿格柔斯、守卫沉睡鳄鱼的鸻鸟的报恩之举、能枯死巨树的赤魟毒针、大象的生育与落入陷阱后的驯服,以及围绕“神鱼”的争议与不可穷尽的自然奥秘。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.24

Ἀγρεὺς τὸ ὄνομα, τὴν φύσιν πτηνός, τὸ γένος κοσσύφων φράτωρ, μέλας τὴν χρόαν, μουσικὸς τὴν γλῶτταν. κέκληται δὲ ἀγρεύς, καὶ δικαίως· τῷ γάρ τοι μέλει τῶν ἄλλων ὀρνέων αἱρεῖ τὰ ἁπαλὰ προσπετόμενα τῇ τῆς εὐμουσίας θέλξει. εἰδὼς οὖν τὸ συμφυὲς αὐτῷ πλεονέκτημα, ἔοικε χρῆσθαι τῷ παρὰ τῆς φύσεως δώρῳ ἐς ἡδονὴν ἅμα καὶ τροφήν· ἀκούων μὲν γὰρ ἑαυτοῦ εὐφραίνεται, θηρῶν δὲ τὰ προσιόντα ἐμπίπλαται. τοῦτον εἴ τίς ποτε ἐθήρασε καὶ ἐν οἰκίσκῳ καθεῖρξεν, οὐδὲν αὐτῷ πλέον τὸ τῆς σπουδῆς· ἔχει γὰρ ἄφωνον ὄρνιν, ὥσπερ οὖν τὸν θηράσαντα ὑπὲρ τῆς δουλείας ἀμυνόμενον τῇ σιωπῇ.

它的名字叫作阿格柔斯(猎人);按本性它是一只鸟,在种属上是乌鸫的近亲,羽毛漆黑,舌音宛转优美。它被称为阿格柔斯确是名副其实:因为它凭借歌声,捕获其他鸟儿中那些受美妙乐音诱惑而飞来的娇嫩雏鸟。因此,它深知自身天赋的长处,似乎将这一大自然的馈赠同时用于享乐与觅食:聆听自己的歌声令它欢喜,而捕食那些聚拢而来的猎物则填饱它的肚腹。如果有人捕获了这种鸟并将其关入鸟笼,那人的辛劳便一无所获;因为他得到的是一只噤声不语的鸟,宛如用沉默向捕获它的人为自己的奴役境遇展开报复一般。

§8.25

ἀνωτέρω εἶπον ἣν οἱ τροχίλοι κατατίθενται ἐς τοὺς κροκοδείλους εὐεργεσίαν, ἧσπερ ἐν τοῖς Αἰγυπτίοις μέμνηται καὶ Ἡρόδοτος λόγοις· ὃ δὲ οὐκ εἶπον εἰδώς, τοῦτο εἰρήσεται νῦν, ἵνα καὶ ἄλλος μάθῃ. ὁ μὲν τροχίλος ὄρνις ἐστὶ τῶν ἑλείων εἷς, καὶ παρὰ τὰς ὄχθας τῶν ποταμῶν ἀλᾶται καὶ ὅ τι ἂν τύχῃ παρεκλέγων βόσκεται, τρέφει δὲ αὐτὸν καὶ ὁ κροκόδειλος οἷς εἶπον. καὶ ἐκεῖνος αὐτὸν ἀμείβεται καθεύδοντος προμηθῶς ἔχων καὶ ὑπεραγρυπνῶν αὐτοῦ·1 κειμένῳ μὲν γὰρ καὶ ὑπνώττοντι ἐπιβουλεύει ὁ ἰχνεύμων, καὶ ἐμφὺς τῇ δέρῃ πολλάκις ἀπέπνιξεν αὐτόν· ἀλλʼ ὅ γε τροχίλος βοᾷ, καὶ παίει κατὰ τῆς ῥινὸς αὐτόν, καὶ ἀνίστησι καὶ πρὸς τὸν ἐχθρὸν ὑποθήγει. εἰ μὲν οὖν χρὴ τὸν ὄρνιν ἐπαινεῖν οὕτως ἔχοντα φροντιστικῶς ζῴου παμβόρου καὶ ἀδηφάγου, εἰσόμεθα· τὸ δʼ οὖν ἴδιον τῶνδε τῶν ζῴων εἶπον.

前文我曾谈到过鸻鸟施于鳄鱼的恩惠,希罗多德在他的《埃及记》中亦曾提及此事;然而我虽知晓却尚未言明之事,如今当予以叙说,以便他人亦能得知。鸻鸟是沼泽鸟类的一种,游荡于河岸两旁,啄食偶然拾得之物为生,但正如我所说,鳄鱼也供养它。而鸻鸟则在鳄鱼沉睡时悉心照料、为它警醒守夜,以此来报答鳄鱼。因为当鳄鱼躺卧酣睡之际,獴便会伺机图谋,常常紧紧咬住它的咽喉将其窒息而死;但鸻鸟会高声啼叫,啄击鳄鱼的口鼻,将它唤醒并激励它迎战宿敌。至于人们是否应当赞美一只对如此贪得无厌、凶残暴食的巨兽这般关怀备至的鸟儿,我们日后自会明白;无论如何,我已经叙述了这些动物的特有习性。

§8.26

ἡ τρυγὼν ʽοὔ φημι νῦν τὴν ὑπαέριον, ἀλλὰ τὴν ἐν τῇ θαλάττᾐ ὅτε βούλεται, νήχεται, καὶ αὖ πάλιν ἀρθεῖσα πέτεται. ἔχει δὲ κέντρον, οὗ καὶ ἀνωτέρω μνήμην ἐποιησάμην, θανατηφόρον. τὸ μὲν οὖν κεντεῖν καὶ ζῷα ἄλογα καὶ ἀνθρώπους καὶ παραχρῆμα ἀπολλύναι, οὔπω παράδοξόν ἐστιν· ὃ δὲ ἄξιον ἐκπεπλῆχθαι, τοῦτο εἰρήσεται. δένδρῳ τῷ μεγίστῳ καὶ πάνυ εὐθαλεῖ καὶ εὐερνεῖ καὶ λίαν τεθηλότι τὴν χλόην εἰ προσαγάγοις τὸ κέντρον καὶ νύξειας τὸ δένδρον, οὐ μετὰ μακρὸν ἐκβάλλει τὰ φύλλα· καὶ ἐκείνων καταρρεόντων ἐς τὴν γῆν τὸ πᾶν πρέμνον αὐαίνεται καὶ ἔοικεν ἡλιοβλήτῳ.

特律工——我指的并非空中的斑鸠,而是海中的赤魟——在欲游之时便游,忽而跃起又能飞腾。它有一根刺针,我此前亦曾提及,具有致命的毒性。若说它刺中飞禽走兽与人类并使其立时毙命,这倒算不得奇异;而真正值得惊叹之事,如今当予以叙述。若你将这根刺针扎向最为高大、极尽茂盛繁密且枝繁叶茂的树木,刺入树身,不久之后树木便会落尽叶片;待落叶纷纷归地,整座树干便干瘪枯萎,宛若被烈日晒焦一般。

§8.27

τίκτεται ἐλέφας κατὰ τὴν κεφαλὴν ἐκπηδῶν, τὸ δὲ μέγεθός ἐστι τοῦ τικτομένου κατὰ δέλφακα τὴν μεγίστην. μιᾷ δὲ μητρὶ πλείω ἐλεφαντίσκια ἕπεται, φασίν. εἰ δὲ βούλοιο τῶν βρεφῶν νεογόνων ὄντων προσάψασθαι, αἱ μητέρες οὐδὲν ἀγανακτοῦσιν ἀλλὰ ἐῶσι· συνιᾶσι γὰρ ὅτι μήτε ἐπὶ λύμῃ τις ἐπιψαύει αὐτῶν μήτε ἐπὶ κολάσει, ἀλλὰ φιλοφρονούμενοι πάντες καὶ κολακεύοντες. ἐπεὶ τίς ἂν τὸ τηλικοῦτον βλάψειεν; ὅταν δὲ θηρώμενοι ἐμπέσωσιν ἐς τὴν τάφρον, καὶ ἴδωσιν ὅτι λοιπὸν ἄφυκτα αὐτοῖς ἐστι, τοῦ μὲν τέως θυμοῦ τοῦ σὺν τῇ ἐλευθερίᾳ λήθην λαμβάνουσι, καὶ ὀρεγόντων σιτία ἑτοίμως προσίενται, καὶ ὕδωρ προτεινόντων πίνουσι, καὶ οἶνον ἐγχεόντων ἐς τὰς προβοσκίδας οἳ δὲ τὴν φιλοτησίαν οὐκ ἀναίνονται.2

大象降生时是头部先冲跃而出,初生者的大小犹如一头极大的母猪。据说多只小象会跟随着同一位母亲。如果你想抚摸初生的幼象,母象们绝不发怒,反而由人抚摸;因为它们懂得,没有人触碰幼象是出于伤害或惩罚,而是人人都在表达友善与爱抚。毕竟,有谁会伤害如此幼小的生灵呢?然而,当它们在被围猎中跌入深坑,看出自己从此插翅难逃时,便忘却了昔日与自由相伴的野性烈气;当人们递上食物时它们欣然接受,端来饮水时它们照喝不误,而当人们将葡萄酒注入它们的象鼻时,它们亦不推拒这象征友谊的美酒。

§8.28

τὸν ἰχθὺν τὸν ἔλλοπα ἱερὸν ἰχθὺν ὑπὸ τοῦ ποιητοῦ κληθῆναι νομίζουσι. λέγει δέ τις λόγος σπάνιον μὲν αὐτὸν εἶναι, ἐν δὲ τῷ κατὰ Παμφυλίαν πελάγει θηρᾶσθαι, γλίσχρως δὲ καὶ ἐκεῖθι. ἐὰν δὲ ἁλῷ, στεφάνοις μὲν αὐτοὶ σφᾶς αὐτοὺς ὑπὲρ τῆς εὐερμίας ἀγλαΐζουσι, στεφανοῦσι δὲ καὶ τὰς ἁλιάδας, καταίρουσί τε κρότῳ καὶ αὐλοῖς τὸ θήραμα μαρτυρόμενοι. οἳ δὲ οὐ τοῦτον ἀλλὰ τὸν ἀνθίαν νομίζουσιν ἱερόν. τὸ δὲ αἴτιον, ἔνθα ἄν ὅδε φανῇ τῆς θαλάττης, ἀνάγκη δήπου τὸν χῶρον ἄθηρον εἶναι σπονδάς τε ἰχθύσι πρὸς πᾶν ὅσον ὑδροθηρικόν,3 καὶ αὐτοὶ δὲ οἱ ἰχθύες θαρροῦντες ἀποτίκτουσι. φύσεως δὲ ἀπόρρητα ἐλέγχειν οὐκ ἐμόν, καὶ εἰκότως, ἐπεὶ καὶ ἀλεκτρυόνα δέδοικε λέων καὶ τὸν αὐτὸν βασιλίσκος καὶ μέντοι καὶ ὗν ἐλέφας· τὰς δὲ αἰτίας ὅσοι σχολὴν ἄγουσι πολλὴν ζητοῦντες τοῦ μὲν χρόνου καταφρονήσουσιν, οὐ μὴν ἐς τέλος ἀφίξονται τῆς σπουδῆς.

人们认为,被称为埃洛普斯的鱼就是诗人所赞誉的“神鱼”。有一种说法称它十分罕见,虽在潘菲利亚沿海捕捞,但在那里亦很难捕得。若是捕获了它,人们便因这意外的丰收为自己戴上花冠以增光彩,同时也为渔船佩戴花环,伴着掌声与笛声靠岸,昭示他们的捕获之物。然而另一些人认为并非此鱼、而是安提亚斯才是神鱼。其缘由在于,无论此鱼出现在海中的何处,该水域必然没有猛兽,对于鱼群而言就如同与水中一切狩猎之物缔结了休战之约,鱼类自身亦能安心产卵。然而探究自然的奥秘并非我分内之事,这也理所当然,因为狮子惧怕公鸡,蛇怪(巴西利斯克)亦畏惧同一种禽鸟,而大象更是畏惧生猪;凡是闲暇充裕而苦苦探求这些缘由的人,虽能挥霍时光,却绝无可能抵达他们钻研的终点。

语法注3 条
  1. 8.25καθεύδοντος προμηθῶς ἔχων καὶ ὑπεραγρυπνῶν αὐτοῦ

    καθεύδοντος 既可视为修饰其后代词 αὐτοῦ(指代鳄鱼)的属格分词,亦可看作省略主语的独立属格结构(“当他沉睡时”)。在句法上,它兼作 προμηθῶς ἔχω(接属格,“关心、关照某人”)与 ὑπεραγρυπνέω(支配属格,“为某人守夜警醒”)的补足成分,意为“在鳄鱼沉睡时关怀照料并为之守夜”。

  2. 8.27ὀρεγόντων σιτία ἑτοίμως προσίενται, καὶ ὕδωρ προτεινόντων πίνουσι, καὶ οἶνον ἐγχεόντων ἐς τὰς προβοσκίδας οἳ δὲ τὴν φιλοτησίαν οὐκ ἀναίνονται

    分词 ὀρεγόντων、προτεινόντων 与 ἐγχεόντων 构成了一连串省略了逻辑主语(即上下文中的捕获者或驯兽人)的独立属格结构。在最后一节中,οἳ δέ 作为指示代词重新引出前文的主题——大象,起到了转换并明确主语的作用(“当人们把酒注入象鼻时,它们并不推拒”)。

  3. 8.28σπονδάς τε ἰχθύσι πρὸς πᾶν ὅσον ὑδροθηρικόν

    本句与前文的 ἀνάγκη δήπου τὸν χῶρον ἄθηρον εἶναι 形成并列,不定词 εἶναι 被借用以统辖受格 σπονδάς,受 ἀνάγκη 支配(“鱼群与……之间必然缔结休战之约”)。ἰχθύσι 为利益与格,而 πρὸς πᾶν ὅσον ὑδροθηρικόν(中性单数名词化形容词短语,“针对一切在水中行猎的掠食者”)则表示休战条约所对应的另一方。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:8.24-8.28