- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:8.5-8.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段论述了圣鳄的温顺与占卜通灵之能,以及古人依鸟类、鱼类等进行的各种占卜术,随后列举了动物间的捕食习性、具致命剧毒的水生生物与毒蛇,最后赞叹了犬类利用草药和唾液进行自我疗愈的本能智慧。
καὶ τοὺς ὀδόντας σφίσι καθαιρόντων καὶ τὰ ἐσδυόμενα τῶν σαρκίων ἐξαιρούντων.1 ἤδη μέντοι καὶ μαντικῆς μετειληχέναι τοὺς προειρημένους κροκοδείλους Αἰγύπτιοί φασι, καὶ τὸ μαρτύριον ἐκεῖνο προάγονται. Πτολεμαίου (ὁπόστος δὲ ἦν οὗτος ἐκείνους ἔρεσθε)2 καλοῦντος τὸν πραότατον τῶν κροκοδείλων μὴ ὑπακοῦσαί φασι καὶ τροφὰς ὀρέγοντος μὴ προσίεσθαι· συνεῖναι δὲ τοὺς ἱερέας ὅτι τὸ τέλος τῷ Πτολεμαίῳ προσιὸν εἰδὼς ὁ κροκόδειλος εἶτα μέντοι τὴν ἐξ αὐτοῦ τροφὴν ἠτίμασε λαβεῖν. οἰωνοῖς μαντευομένους ἀκούω τινὰς καὶ ἐπʼ ὄρνισι καθημένους ἐξετάζειν πτήσεις τε αὐτῶν καὶ ἕδρας. καὶ ᾅδονταί γε ἐπὶ ταύτῃ τῇ σοφίᾳ Τειρεσίαι τε καὶ Πολυδάμαντες καὶ Πολύειδοι καὶ Θεοκλύμενοι καὶ ἄλλοι πολλοί. σπλάγχνων δὲ ἄρα θέσεις καταγνῶναι δεινοὶ ἦσαν καὶ Σιλανοὶ καὶ Μεγιστίαι καὶ Εὐκλεῖδαι καὶ ἐπὶ τούτοις πολὺς κατάλογος. ἀκούω μέντοι τινῶν λεγόντων ὅτι καὶ ἀλφίτοις μαντεύονταί τινες καὶ κοσκίνοις καὶ τυρίσκοις. πέπυσμαι δὲ καὶ κώμην τινὰ Λυκιακὴν μεταξὺ Μύρων καὶ Φελλοῦ, Σοῦρα ὄνομα, ἐν ᾗ μαντεύονταί τινες ἐπʼ ἰχθύσι καθήμενοι, καὶ ἴσασιν ὅ τι καὶ νοεῖ ἥ τε ἄφιξις αὐτῶν κληθέντων καὶ ἡ ἀναχώρησις, καὶ ὅταν μὴ ὑπακούσωσι τί δηλοῦσι, καὶ ὅταν ἔλθωσι πολλοὶ τί σημαίνουσιν. ἀκούσει δὲ τὰ μαντικὰ τῶν σοφῶν ταῦτα καὶ πηδήσαντος ἰχθύος καὶ ἀναπλεύσαντος ἐκ βυθοῦ καὶ τροφὴν προσεμένου καὶ αὖ πάλιν μὴ λαβόντος.
并任由侍候者为它们清洁牙齿,取出嵌在牙缝里的肉渣。不仅如此,埃及人还声称前述的鳄鱼亦具有占卜之能,并列举了如下证据。据说当托勒密(究竟是哪一位托勒密,当去向埃及人询问)召唤其中最为温驯的一条鳄鱼时,它不仅不从,且在国王投喂食物时亦不肯进食;祭司们由此领会到,鳄鱼是预知了托勒密的死期将至,因而拒绝受领来自他的食物。我听闻有人借飞鸟之兆进行占卜,坐于群鸟之侧察看其飞行与栖止。因这种智慧而闻名于世者,有提瑞西阿斯、波吕达玛斯、波吕伊多斯、狄俄克吕墨诺斯以及许多其他人。而在审察祭牲内脏方位方面,西拉诺斯、墨吉斯提亚斯、欧克莱德斯以及随后长长的一串名录上的人物皆甚为精通。然而我也听闻有人言及,竟亦有人借大麦粉、筛子和小奶酪来进行占卜。我亦得知在吕基亚的米拉与斐鲁斯之间有一名为苏拉的村庄,在那里有人守候在鱼群之旁占卜,知晓鱼群闻召而来以及散去的含义,明了它们不予理睬时昭示着什么,大批聚集时又预示着什么。当有鱼跃起、从深水浮游而上、接纳食物抑或反过来拒绝受食时,人们便能听到智者关于这些占卜迹象的阐释。
ἦν δὲ ἄρα εὐχείρωτα καὶ αἱρεῖν ῥᾷστα ὄνοι μὲν τοῖς λύκοις, τοῖς μέροψι δὲ αἱ μέλιτται, ταῖς γε μὴν χελιδόσιν οἱ τέττιγες, τοῖς δὲ ἐλάφοις οἱ ὄφεις. ἡ πάρδαλις δὲ αἱρεῖ τῇ ὀσμῇ τὰ πλεῖστα, καὶ ἔτι μᾶλλον τὸν πίθηκον.
另外,对于狼而言,驴乃是易于制服且最容易捕获的猎物;对于食蜂鸟则是蜜蜂,对于燕子则是蝉,对于鹿则是蛇。豹多凭气味捕获猎物,捕获猿猴更是如此。
Μεγασθένους ἀκούω λέγοντος περὶ τὴν τῶν Ἰνδῶν θάλατταν γίνεσθαί τι ἰχθύδιον, καὶ τοῦτο μὲν ὅταν ζῇ ἀθέατον εἶναι, κάτω που νηχόμενον καὶ ἐν βυθῷ, ἀποθανὸν δὲ ἀναπλεῖν. οὗ τὸν ἁψάμενον3 ἐκθνήσκειν τὰ πρῶτα, εἶτα μέντοι καὶ ἀποθνήσκειν. τὸν δὲ χέλυδρον πατήσας τις καὶ εἰ μὴ δηχθείη, ὡς Ἀπολλόδωρός φησιν ἐν τῷ Θηριακῷ λόγῳ, ἀποθνήσκει πάντως· ἔχειν γάρ τι σηπτικὸν καὶ τὴν μόνην τοῦ ζῴου ἐπίψαυσιν λέγει. καὶ μέντοι καὶ τὸν πειρώμενον θεραπεύειν καὶ ἐπικουρεῖν ἁμωσγέπως τῷ ἀποθνήσκοντι φλυκταίνας ἴσχειν ἐν ταῖς χερσίν, ἐπεὶ μόνον τοῦ πατήσαντος προσέψαυσεν. Ἀριστόξενος δέ πού φησιν ἄνδρα ταῖς χερσὶν ὄφιν τινὰ ἀποκτεῖναι καὶ μὴ δηχθέντα ὅμως ἀποθανεῖν· καὶ τὴν ἐσθῆτα δὲ αὐτοῦ, ἣν ἔτυχε φορῶν ὅτε τὸν ὄφιν ἀνῄρει, καὶ ἐκείνην σαπῆναι οὐ μετὰ μακρόν.
我听麦加斯梯尼说,在印度人的海域生长着一种小鱼,活着时匿于下方的深海中游动而不可见,死后才浮上海面。凡触碰此鱼者,起初会昏厥,继而便命丧黄泉。若有人踩到了水蛇,纵使未被咬伤,正如阿波罗多洛斯在《毒物论》中所言,亦必死无疑;因为他声称,哪怕仅仅触碰到这种动物便带有腐蚀之毒。甚至于凡试图施救并在某种程度上照料垂死者的人,仅仅因触碰了践踏者,双手便会长出水泡。亚里斯托克塞诺斯亦在某处记载,有一男子赤手打死了一条毒蛇,虽未被咬伤,却依然丧命;而他在打死毒蛇时所穿的衣物,不久之后亦腐烂不堪。
Ἀμφισβαίνης δὲ τὴν δορὰν βακτηρίᾳ περικειμένην ἐλαύνειν λέγει Νίκανδρος τοὺς ὄφεις πάντας καὶ τὰ ἄλλα ζῷα, ὅσα μὴ δακόντα μὲν παίσαντα δὲ ἀναιρεῖ.4
尼坎德尔说,若将双头蛇的蜕皮缠裹在手杖上,便能驱散所有蛇类以及其他那些不以啮咬、而是以撞击致人死命的动物。
κύων ὑπὸ πλήθους ὀχλούμενος οἶδε πόαν ἐν ταῖς αἱμασιαῖς φυομένην, ἧσπερ οὖν γευσάμενος ἐμεῖ πᾶν τὸ λυποῦν μετὰ φλέγματος καὶ χολῆς, ὑποχωρεῖ δὲ αὐτῷ καὶ τῶν σκυβάλων πάμπολλα, καὶ πορίζει σωτηρίαν ἑαυτῷ, δεηθεὶς ἰατρῶν συμμάχων οὐδὲ ἕν. καὶ μελαίνης μέντοι χολῆς ἐκκρίνει πλῆθος, ἥπερ οὖν μείνασα λύτταν ἐργάζεται κυσὶ νόσημα ἀργαλέον. ἑλμίνθων δὲ πεπληρωμένοι τοῦ σίτου τοὺς ἀθέρας ἐσθίουσιν, ὡς Ἀριστοτέλης λέγει. τρωθέντες δὲ ἔχουσι τὴν γλῶτταν φάρμακον, ᾗπερ οὖν περιλιχμώμενοι τὸ τρωθὲν μέρος ἐς ὑγίειαν ἐπανάγουσιν, ἐπίδεσμα καὶ σπληνία καὶ κράσεις φαρμάκων μακρὰν χαίρειν εἰπόντες.5 κύνα δὲ καὶ ἐκεῖνο οὐ διαλέληθεν, ὅτι ἄρα τῆς μελίας ὁ καρπὸς τοὺς μὲν ὗς πιαίνει, αὐτῷ δὲ ἄλγημα ἰσχίου προξενεῖ· καὶ ὁρῶν ἐμφορουμένην τοῦ προειρημένου τὴν ὗν, ἀφίσταται αὐτῇ πάνυ ἐγκρατῶς καὶ τοῦ δοκοῦντος ἡδέος. ἄνθρωποι
猎犬在遭受饱胀之苦时,懂得去寻石墙上生长的一种草,尝食之后便将致患之物连同黏液与胆汁尽数呕出,大量的秽物亦排出体外;它丝毫不借助于医者作为臂助,便自行获得痊愈。此外它还能排出大量的黑胆汁——黑胆汁若留于体内,便会使犬类患上狂犬病这一痛苦的病症。而当体内长满蛔虫时,如亚里士多德所言,它们便吞食麦芒。受伤之时,它们的舌头便是良药,舔舐创处以恢复健康,而将绷带、敷布以及调和的药剂彻底弃之不顾。猎犬亦绝未漏察这一事实:白蜡树的果实能使猪肥育,却会给自己带来髋部的剧痛;当看到猪在大嚼前述果实之时,它极具克制地连看似美味之物也让给它〔猪〕。然而人类
- 8.5καθαιρόντων καὶ τὰ ἐσδυόμενα τῶν σαρκίων ἐξαιρούντων
独立属格分词结构,其逻辑主语承接前一语段末尾的 ἐκείνων(侍候者),并通过连词 καί 与前句的 καθιέντων ἐκείνων τὰς χεῖρας 并列。
- 8.5ὁπόστος δὲ ἦν οὗτος ἐκείνους ἔρεσθε
插入句,带有作者与读者的直接对话色彩。ἔρεσθε 为第二人称复数中动命令式,意为“至于这是第几位托勒密,你们当去问他们(埃及人)”。
- 8.7οὗ τὸν ἁψάμενον
关系代词属格 οὗ 指向前行动词所提及的先行词 ἰχθύδιον,并充当分词 ἁψάμενον 所支配的属格宾语(因 ἅπτομαι 表接触需接属格)。语序倒置使关系代词位于句首,而 τὸν ἁψάμενον 则作不定式 ἐκθνήσκειν 的宾格主语。
- 8.8ὅσα μὴ δακόντα μὲν παίσαντα δὲ ἀναιρεῖ
分词 δακόντα 与 παίσαντα 为中性复数,与关系代词 ὅσα 一致,作方式或手段分词,意为“不是通过咬、而是通过击打来致死的动物”。
- 8.9μακρὰν χαίρειν εἰπόντες
习语 χαίρειν λέγω(告别、摒弃、不加理会)与副词 μακράν(远远地)连用,表示“彻底抛弃……”或“与……长久告别”。
