- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:8.2-8.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中记述了猎犬在狩猎中表现出的克制、自尊与追踪习性,海豚拯救恩人科伊拉诺斯并出席其火葬的知恩图报之举,以及罗马人克拉苏的驯良海鳝等受人爱怜之鱼类的逸事。
κύων ἀγρευτικὸς ἅπας αὐτὸς μὲν λαβὼν θηρίον ἥδεται, καὶ κέχρηται τῇ ἄγρᾳ ὡς ἄθλῳ, ἐὰν αὐτῷ συγχωρήσῃ ὁ δεσπότης· εἰ δὲ μή, φυλάττει ζῶντα ἔστʼ ἂν ὁ θηρατὴς ἀφίκηται καὶ κρίνῃ γε ὑπὲρ τοῦ ληφθέντος ὅ τι καὶ ἐθέλει. νεκρῷ δὲ ἐντυχὼν ἢ λαγῷ ἢ συὶ οὐκ ἂν ἅψαιτο, τοῖς ἀλλοτρίοις ἑαυτὸν πόνοις οὐκ ἐπιγράφων, οὐδὲ ἀξιῶν σφετερίσασθαι τὰ προσήκοντά οἱ ἥκιστα. ἔοικε δὲ ἐκ τούτων ἔχειν τι καὶ φιλοτιμίας ἐν ἑαυτῷ φυσικῆς· μὴ γὰρ δεῖσθαι κρεῶν, ἀλλὰ νίκης ἐρᾶν.1 ἀκοῦσαι δὲ ἄξιον ὅ τι καὶ δρᾷ παρὰ τὸν τῆς θήρας καιρὸν ὁ κύων ὁ θηρατικός. προηγεῖται τοῦ κυνηγέτου ἱμάντι μακρῷ προσημμένος, καὶ ῥινηλατεῖ τῆς φωνῆς ἔχων ἐγκρατῶς. καὶ ἐς ὅσον μὲν ἀθηρία ἀπαντᾷ αὐτῷ καὶ οὐδενὶ ἐντυγχάνει, πρόεισιν ὅσα ἰδεῖν καὶ τεκμήρασθαι κατηφέστερος, καὶ μέντοι καὶ ἐς τὸ πρόσω ἰὼν ἐπάγεται τὸν θηρατὴν προθύμως τε καὶ καρτερικῶς εὖ μάλα ὁ κύων· εἰ δὲ ἰχνεύσειε καὶ ὀσμῇ τινι προσπέσοι θηρίου, ἐνταῦθα ἕστηκεν. ὁ δὲ κυνηγέτης ἔρχεται πλησίον, καὶ ὁ κύων περιχαρὴς τῇ εὐερμίᾳ ὢν αἰκάλλει τὸν δεσπότην καὶ φιλεῖ τὼ πόδε, καὶ πάλιν τῆς ἐξ ἀρχῆς ἰχνεύσεως ἔχεται, καὶ πρόεισι βάδην ἔστʼ ἂν ἀφίκηται πρὸς τὴν κοίτην, καὶ περαιτέρω οὐ πρόεισι. συνῆκεν οὖν ὁ θηρατής, καὶ ὑποθωΰξας σημαίνει τοῖς ἀρκυωροῖς· οἳ δὲ περιβάλλουσι τὰς ἄρκυς. καὶ ἐνταῦθα τοῦ καιροῦ ὑλάκτησεν ὁ κύων· νοεῖ δὲ αὐτῷ τηνικαῦτα ἡ βοὴ ἐς ἀνάστασιν τὸν σῦν ὑποθῆξαι,2 ἵνα ἐκπέσῃ φεύγων καὶ τοῖς δικτύοις καταληφθῇ. ἁλόντος δὲ τοῦ θηρός, ὃ δὲ ἐπινίκιόν τινα οἱονεὶ παιᾶνα ἐκβοᾷ, καὶ γέγηθε καὶ σκιρτᾷ, ὥσπερ οὖν ἐχθροὺς ὁπλῖται νενικηκότες. ταῦτα ἐπὶ συῶν καὶ ἐλάφων δρῶσιν οἱ κύνες.
一切猎犬在自己捕获野兽时皆感欢欣;若主人允准,它便将猎物作为犒赏来享用;但若不然,它便守着活物,直到猎人到来并对其捕获之物作出任何其所愿的处置。然而若遇上已死的野兔或野猪,它绝不会触碰,既不将自己署名于他人的辛劳,亦不认为据有全然不属于自己的东西是正当的。由此看来,它自身之内似乎亦具有某种天生的荣誉感;因为并非是匮乏肉食,而是渴求胜利。 猎犬在狩猎之时所行之事亦值得一闻。它被一根长皮条牵系着行在猎人前方,紧控着声音嗅寻踪迹。只要未遇猎物、一无所获,它便在容貌与神态上显见得颇为沮丧地前行;然而即便如此,这犬在前行中依然极其热切且坚忍地引着猎人前进。但若它循得踪迹并迎面触及某种兽类的气味,便停驻在那里。猎人走近,而猎犬因这吉遇而欣喜若狂,向主人摇尾献媚并亲吻其双足,随后又重新执着于最初的追踪,缓步前行,直至抵达兽穴,便不再向前。于是猎人心领神会,低声呼哨向张网人发出信号;众人便布下罗网。正值此时,猎犬吠叫起来;它此刻的发声意在激起野猪起身,以便其惊奔逃出并被罗网困住。野兽被捕获后,它便如同唱出胜利的赞歌一般高声呼喊,欣喜雀跃,宛如战胜了敌人的重装步兵。犬类对野猪和鹿所行之事皆是如此。
χάριν δὲ ἄρα καὶ δελφῖνες ἀποδοῦναι τῶν ἀνθρώπων ἦσαν δικαιότεροι, καὶ τῷ νόμῳ τῶν Περσῶν ὃν ἐπαινεῖ καὶ Ξενοφῶν οὐκ ἐνέχονται. ὃ δὲ λέγω τοιοῦτόν ἐστι. κοίρανος ὄνομα, τὸ γένος ἐκ Πάρου, δελφίνων τινῶν ἐν Βυζαντίῳ βόλῳ περιπεσόντων καὶ ἑαλωκότων, δοὺς ἀργύριον οἱονεὶ λύτρα τοῖς ἠγρευκόσιν ἀφῆκεν αὐτοὺς ἐλευθέρους, ἀνθʼ ὧν τὴν χάριν ἀπείληφεν. ἔπλει γοῦν ποτε πεντηκόντορον ἔχων, ὡς λόγος, Μιλησίους τινὰς ἄγουσαν ἄνδρας, ἐν δὲ τῷ μεταξὺ Νάξου καὶ Πάρου πορθμῷ τῆς νεὼς ἀνατραπείσης καὶ τῶν ἄλλων διαφθαρέντων, τὸν Κοίρανον ἔσωσαν δελφῖνες, ὑπὲρ ἧς φθάσαντες εἶχον εὐεργεσίας3 τὴν ἴσην ἀντιδιδόντες. καὶ ἔνθα ἐξενήξαντο ὀχοῦντες αὐτὸν ἄκρα δείκνυται καὶ ὕπαντρος πέτρα, καὶ καλεῖται ὁ χῶρος Κοιράνειος. χρόνῳ δὲ ὕστερον τεθνεῶτα τόνδε τὸν Κοίρανον θαλάττης πλησίον ἔκαον. εἶτα μέντοι αἰσθόμενοί ποθεν οἱ δελφῖνες ἠθροίσθησαν, ὥσπερ οὖν ἐπὶ τὸ κῆδος ἥκοντες, καὶ ἐς ὅσον ἡ πυρὰ ἐνήκμαζε καομένη, παρέμειναν ὡς φίλῳ φίλος πιστός· εἶτα μέντοι κατασβεσθείσης οἳ δὲ ἀπενήξαντο. ἄνθρωποί γε μὴν ζῶντάς τε καὶ πλουτοῦντας καὶ εὖ πράττειν δοκοῦντας θεραπεύουσι, νεκροὺς δὲ ἀποστρέφονται ἢ καὶ δυστυχοῦντας, ἵνα μή τινα ἐκτίσωσιν εὖ παθόντες χάριν.
由此看来,海豚在知恩图报方面甚至比人类更为公义,并不陷于色诺芬亦曾称赞的波斯人之法令。我所言者乃是这般之事。有一名为科伊拉诺斯之人,祖籍帕罗斯;在拜占庭有若干海豚落入网中被捕获时,他向捕获者交付白银如同赎金,放它们自由,并因此获得了它们的回报。无论如何,据传他有一次乘坐载有若干米利都男子的五十桨战船航行,船在纳克索斯与帕罗斯之间的海峡倾覆,其他人皆丧命,海豚却救了科伊拉诺斯,对先前所得之恩惠给予了对等的回报。它们背负着他游出的地方,至今仍被指认出一处海角与带洞穴的岩石,该地被称为“科伊拉诺斯之地”。后来,当这位科伊拉诺斯亡故时,人们在海边火化他。海豚不知从何处察知,便聚集而来,犹如前来吊唁一般;只要火葬之柴堆还在熊熊燃烧,它们便像忠诚的朋友陪伴朋友一样停留身旁;待柴堆熄灭后,它们才游离而去。然而人类却奉承活着、富有且看似顺遂之人,对死者或不幸者则避之不及,以免对所受的恩惠偿还任何报答。
ἦσαν δὲ ἄρα καὶ ἰχθύες πρᾶοί τε ἅμα καὶ χειροήθεις καὶ οἷοι καλούμενοί τε ὑπακούειν καὶ διδόντων τροφὰς ἑτοίμως δέχεσθαι, ὥσπερ οὖν ἡ ἐν Ἀρεθούσῃ ἱερὰ ἔγχελυς. τὴν Κράσσου τε τοῦ Ῥωμαίου μύραιναν ᾅδουσιν, ἥπερ οὖν καὶ ἐνωτίοις καὶ ὁρμίσκοις διαλίθοις ἐκεκόσμητο, οἷα δήπου ὡραία κόρη, καὶ καλοῦντος τοῦ Κράσσου τὸ φώνημα ἐγνώριζε, καὶ ἀνενήχετο, καὶ ὀρέγοντος ὅ τι οὖν ἣ δὲ ἤσθιε προθύμως καὶ ἑτοίμως λαμβάνουσα. ταύτην τοι καὶ ἔκλαυσεν ὁ Κράσσος, ὡς ἀκούω, τὸν βίον καταστρέψασαν, καὶ ἔθαψε. καί ποτε Δομετίου πρὸς αὐτὸν εἰπόντος ʽὦ μωρέ, μύραιναν ἔκλαυσας τεθνεῶσανʼ, ὃ δὲ ὑπολαβὼν ʽἐγὼ θηρίονʼ ἔφατο, ʽσὺ δὲ τρεῖς γυναῖκας θάψας οὐκ ἔκλαυσασʼ. Αἰγυπτίων δὲ ἀκούω λεγόντων τοὺς ἱεροὺς κροκοδείλους εἶναι πράους, καὶ τῶν γε θεραπευτήρων ἐπιψαυόντων καὶ ἐπαφωμένων ὑπομένειν καὶ κούφως φέρειν, καὶ κεχηνέναι καθιέντων ἐκείνων τὰς χεῖρας
由此看来,亦曾有既温顺又驯良的鱼类,能够闻声听从,并乐意接受人们投喂的食物,正如阿雷图萨的圣鳗一般。人们亦传诵罗马人克拉苏的海鳝,它如同妙龄少女一般佩戴着耳坠和镶宝项链;克拉苏呼唤时,它能辨识其声并游上水面,克拉苏投下何物,它便欣然且迅捷地接住食取。据我所闻,当这海鳝结束生命时,克拉苏亦为之痛哭并予以安葬。一次多米提乌斯对他说:“蠢人,你竟然为一条死海鳝痛哭!”他反唇相讥道:“我为一只兽类痛哭,而你安葬了三位妻子却未曾落下一滴泪。”我还听闻埃及人说,圣鳄性情温顺,在侍候者抚摸触弄时不仅忍耐且平和待之,当他们垂下手时,圣鳄便张开巨口。
- 8.2μὴ γὰρ δεῖσθαι κρεῶν, ἀλλὰ νίκης ἐρᾶν
不定式短语,承接前文的 ἔοικε... ἔχειν 构成间接引语性质的说明,阐释猎犬“荣誉心”的具体内涵。因带有主观判断与构想色彩,故否定词使用 μή 而非 οὐ。
- 8.2νοεῖ δὲ αὐτῷ τηνικαῦτα ἡ βοὴ ἐς ἀνάστασιν τὸν σῦν ὑποθῆξαι
αὐτῷ 为与格,表示动作主体(狗)或利益关系者。动词 νοεῖ(“意图、旨在”)以 ἡ βοή 为主语,形成“那吠叫被它意在用来激起野猪”之构式,不定式 ὑποθῆξαι 的宾语为 τὸν σῦν。
- 8.3ὑπὲρ ἧς φθάσαντες εἶχον εὐεργεσίας
先行词内化与格引(attraction):先行词 εὐεργεσίας 被拉入关系从句中,并顺应了受前置词 ὑπέρ 支配的关系代词 ἧς 的属格,相当于 ὑπὲρ τῆς εὐεργεσίας ἣν φθάσαντες εἶχον。
