- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:8.10-8.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙了象群察觉陷阱并激烈反抗猎人的战斗,以及猎人借火光与噪音将象群逼入深沟的过程,随后讲述了大蛇爱慕美少年阿勒乌阿斯的传说,并介绍了奉献给阿斯克勒庇俄斯的温驯的帕瑞阿斯蛇。
δὲ τῶν πειθόντων ἄκοντας ἐσθίειν ἡττῶνται1 πολλάκις πάνυ ἀκρατῶς. οὐκ ἄν ποτε ῥᾳδίως τοὺς ἐλέφαντας ἐνέδρα λάθοι. ὅταν γοῦν γένωνται τῆς τάφρου πλησίον, ἣν εἰώθασιν ὑπορύττειν οἱ θηρῶντες αὐτούς, εἴτε ἐννοίᾳ τινὶ φυσικῇ εἴτε μαντικῇ ναὶ μὰ Δία ἀπορρήτῳ τοῦ μὲν περαιτέρω χωρεῖν ἀναστέλλονται, ἑαυτοὺς δὲ ἐπιστρέψαντες εἶτα μέντοι ὡς ἐν πολέμῳ ἀνθίστανται μάλα καρτερῶς, καὶ ἀνατρέψαι πειρῶνται τοὺς θηρατὰς καὶ διʼ αὐτῶν ὠσάμενοι φυγῇ πορίσασθαι τὴν σωτηρίαν, κρείττους γενόμενοι τῶν ἀντιπάλων. γίνεται τοίνυν ἐνταῦθα τοῦ καιροῦ μάχη καρτερὰ καὶ φόνος καὶ τῶν καὶ τῶν. ὁ μέντοι τρόπος τῆσδε τῆς μάχης τοιοῦτός ἐστιν. οἱ μὲν ἄνθρωποι δόρατα ἰσχυρὰ ἀφιᾶσι στοχαζόμενοι αὐτῶν, οἱ δὲ ἐλέφαντες τὸν παραπεσόντα ἁρπάζουσι, καὶ τῇ γῇ προσαράξαντες πατοῦντές τε καὶ τοῖς κέρασι τιτρώσκοντες οἰκτίστῳ περιβάλλουσι τέλει καὶ ἀλγεινοτάτῳ. ἐπίασι δὲ οἱ θῆρες ὑπὸ τοῦ θυμοῦ τὰ ὦτα ἐκπεταννύντες ὡς ἱστία δίκην τῶν στρουθῶν τῶν μεγάλων, αἵπερ οὖν τὰς πτέρυγας ἁπλώσασαι ἢ φεύγουσιν ἢ ἐπίασιν· ἐπισιμώσαντες δὲ καὶ τὴν προβοσκίδα οἱ ἐλέφαντες καὶ ὑπὸ τοῖς κέρασι πτύξαντες ὥσπερ οὖν νεὼς ἔμβολον σὺν πολλῷ τῷ ῥοθίῳ φερομένης ἐμπεσόντες ῥύμῃ σφοδροτάτῃ πολλοὺς ἀνατρέπουσι βοῶντες διάτορόν τε καὶ ὀξὺ δίκην σάλπιγγος. πατουμένων δὲ τῶν ἁλισκομένων καὶ ἀλοωμένων τοῖς γόνασιν ἄραβος πολὺς ὀστῶν συντριβομένων ἀκούεται καὶ πόρρωθεν, τὰ πρόσωπα δὲ ἐκθλιβομένων τῶν ὀφθαλμῶν καὶ τῆς ῥινὸς συνθλωμένης καὶ ῥηγνυμένου τοῦ μετώπου τὸ ἐναργὲς τοῦ εἴδους ἀπόλλυσι, καὶ ἀγνῶτες γίνονται πολλάκις καὶ τοῖς ἐγγυτάτω προσήκουσι. σώζονται δὲ παραδόξως ἄλλοι τὸν τρόπον τοῦτον. συνείληπται μὲν ὁ θηρατής, ὑφʼ ὁρμῆς δὲ τὸ θηρίον ὑπερῆλθεν αὐτόν, καὶ τὰ γόνατα ἐς τὴν γῆν ἀπήρεισε, καὶ προσκατέπηξε τὰ κέρατα ἐς θάμνον ἢ ἐς ῥίζαν ἢ ἄλλο τι τοιοῦτο, καὶ ἔχεται, καὶ μόγις ἀνασπᾷ καὶ ἐξαιρεῖ· ἐν δὲ τῷ τέως διεκδὺς ὁ κυνηγέτης ἀπαλλάττεται. οὐκοῦν ἐν τῇ τοιαύτῃ μάχῃ πολλάκις μὲν κρατοῦσιν οἱ ἐλέφαντες, πολλάκις δὲ καὶ ἡττῶνται δείματα ἐξ ἐπιβουλῆς καὶ δέα ποικίλα ἐπαγόντων. καὶ γὰρ σάλπιγγες ᾅδουσι, καὶ δοῦπόν τε καὶ κτύπον ἐργάζονται πρὸς τὰς ἀσπίδας ἀράττοντες τὰ δόρατα, καὶ πῦρ τὸ μέν τι ἐπὶ τῆς γῆς ἐξάπτουσι, τὸ δὲ μετέωρον αἴρουσι, καὶ ἄλλο σφενδονῶσι δαλοὺς διαπύρους ἀκοντίζοντες καὶ δᾷδας μακρὰς πυρὸς ἐνακμάζοντος τοῖς θηρίοις κατὰ προσώπου βιαίως ἐπισείοντες. ἅπερ οὖν τὰ θηρία δεδιότα καὶ δυσωπούμενα ὠθεῖται, καὶ ἔστιν ὅτε καὶ ἐκνικᾶται ἐμπεσεῖν ἐς τὴν τάφρον, ἣν τέως ἐφυλάττετο.
然而人类却往往极无节制地屈服于那些劝说自己在不情愿时进食的人。象是绝不会轻易对伏击浑然不觉的。无论如何,每当它们接近猎象者惯于暗中挖掘的沟堑时,或是凭借某种本能,抑或凭宙斯作证,凭借某种隐秘的预知之能,它们便停步不再向前,转过身来,继而宛如身处战场一般极其顽强地抵抗,试图推翻猎人,冲决他们的人群,压倒对手以求通过奔逃来保全性命。于是,在此时此刻便爆发了一场恶战,双方皆有死伤。这场战斗的方式如下:人们瞄准象群投掷强劲的标枪,而象群则抓住落单在近旁的人,将他们摔撞在地,践踏并用象牙刺伤他们,使之陷入最可怜、最痛苦的死亡。巨兽在激怒之下发起攻击,将双耳像帆一样张开,宛如大雀(鸵鸟)一般——那些鸟儿在逃跑或攻击时亦是张开双翼;大象还将鼻子向上翻卷并折叠在象牙之下,犹如战舰在激浪奔涌中推进的撞角一般,以极其猛烈的冲势撞击过来,掀翻众人,并发出宛如军号般尖锐刺耳的号叫。当被捕获的人遭受踩踏、被巨膝碾压之时,远方亦能听到骨骼碎裂的巨大咔嚓声;他们的面容因眼球受挤凸出、鼻梁破碎、额骨开裂而丧失了原有的鲜明容貌,往往连最亲近的亲属亦无法辨认。然而另有一些人却以如下方式奇迹般地生还:猎人虽已被捕获,但巨兽因冲力过猛而跃过了他,双膝跪地,将象牙深深刺入了灌木、树根或诸如此类的物体之中,因而被卡住,艰难地拔出脱身;在此期间,猎人便穿隙而逃,化险为夷。因此在这样的战斗中,大象虽常占上风,但亦屡屡败退,因为猎人会设计引入各种令人畏怖之物。确实,军号齐鸣,猎人们将标枪击打在盾牌上发出隆隆轰响,并且点燃火种,有的在地上燃起,有的高高举起,另有的则如飞石般掷出炽热的木炭,将烈火熊熊的长火把猛烈地对着巨兽的面部挥舞。巨兽们因恐惧畏缩而节节后退,有时终究被彻底制服而跌入它们先前一直防备的深沟之中。
Ἡγήμων ἐν τοῖς Δαρδανικοῖς μέτροις περὶ Ἀλεύα τοῦ Θετταλοῦ φησι καὶ ἄλλα μέν, ἐν δὲ τοῖς καὶ ὅτι ἠράσθη δράκων αὐτοῦ. καὶ ὅτι μὲν εἶχε κόμην χρυσῆν ὅδε ὁ Ἀλεύας, λέγων τερατεύεται, ἐμοὶ δὲ ἔστω ξανθή. καὶ βουκολεῖν μὲν αὐτὸν ἐν τῇ Ὄσσῃ φησὶν ὡς ἐν τῇ Ἴδῃ τὸν Ἀγχίσην, παρὰ δὲ τῇ κρήνῃ νέμειν τὰς βοῦς τῇ καλουμένῃ Αἱμονίᾳ. Θετταλὴ δʼ ἂν καὶ ἡ κρήνη εἴη. δράκοντα οὖν μεγέθει μέγιστον ἐρασθῆναι τοῦ Ἀλεύα, καὶ ἀνέρπειν ἐς αὐτόν, καὶ τὴν κόμην οἱ καταφιλεῖν καὶ τῇ γλώττῃ περιλιχμώμενον τὸ πρόσωπον τοῦ ἐρωμένου καθαίρειν, καὶ δωροφορεῖν αὐτῷ θηρῶντα πάμπολλα. εἰ δὲ Γλαύκης τῆς κιθαρῳδοῦ κριὸς ἥττητο καὶ ἐν Ἰασῷ δελφὶς ἐφήβου, τί κωλύει καὶ δράκοντα ἐρασθῆναι νομέως ὡραίου, τὸν ὀξυωπέστατον κάλλους διαπρεποῦς ἀγαθὸν κριτὴν γεγενημένον;2 ἦν δὲ ἄρα ἴδιον ζῴων καὶ ἐρασθῆναι μὴ μόνον τοῦ συννόμου τε ἅμα καὶ συμφυοῦς, ἀλλὰ καὶ τοῦ προσήκοντος ἥκιστα, ὡραίου μέντοι.
赫革蒙在《达耳达尼亚诗篇》中谈及色萨利人阿勒乌阿斯时,除了其他事情之外,亦提到一条巨蛇爱上了他。他说这位阿勒乌阿斯拥有一头金发,这纯属故弄玄虚,依我看顶多是黄褐色的头发罢了。他说阿勒乌阿斯在俄萨山放牧,正如安喀塞斯在伊达山放牧一样,并在名为海摩尼亚的泉水旁牧牛——这眼泉水大概亦在色萨利境内。一条体形极为庞大的巨蛇爱上了阿勒乌阿斯,爬到他身旁,亲吻他的秀发,用舌头舔舐爱人的面庞使之洁净,并常将狩猎所得的极多猎物作为礼物带给他。如果说公羊曾为女琴师格劳克所倾倒,在亚苏斯海豚曾爱上少年,那么视力最为敏锐的巨蛇,既然成为了卓越美貌的出色鉴赏者,爱上一位美丽的牧人又有何妨?动物不仅会钟情于同类同质之物,甚至亦会爱上极不相称的对象,只要对方是美丽的——这看来确实是动物的一种特性。
ὁ παρείας ἢ παρούας ʽοὕτω γὰρ Ἀπολλόδωρος ἐθέλειʼ πυρρὸς τὴν χρόαν, εὐωπὸς τὸ ὄμμα, πλατὺς τὸ στόμα, δακεῖν οὐ σφαλερός,3 ἀλλὰ πρᾶος. ἔνθεν τοι καὶ τῷ θεῶν φιλανθρωποτάτῳ ἱερὸν ἀνῆκαν αὐτόν, καὶ ἐπεφήμισαν Ἀσκληπιοῦ θεράποντα εἶναι οἱ πρῶτοι ταῦτα ἀνιχνεύσαντες.
帕瑞阿斯蛇,或称帕洛阿斯蛇(因阿波罗多洛斯愿如此称呼),肤色呈红褐,双目清秀,口阔,啮咬并不危险,反而甚为温驯。正因如此,人们将它奉献给诸神之中最爱人类的神祇,作为圣物,最早探明这些特性的人们亦宣告它是阿斯克勒庇俄斯的侍者。
- 8.10τῶν πειθόντων ἄκοντας ἐσθίειν ἡττῶνται
动词 ἡττῶνται(屈服于)支配属格补足语 τῶν πειθόντων(劝说者)。宾格形容词 ἄκοντας(不情愿的)充当不定式 ἐσθίειν(进食)的逻辑主语,在此指代人类自身(ἄνθρωποι),整句意为“(人类自身)在不情愿进食时,屈服于那些劝说者”。
- 8.11τὸν ὀξυωπέστατον κάλλους διαπρεποῦς ἀγαθὸν κριτὴν γεγενημένον
宾格分词短语 τὸν ὀξυωπέστατον... γεγενημένον 整体修饰 δράκοντα。最高级形容词 ὀξυωπέστατος(视力最敏锐的)在此实质化作同位语,意为“视力最敏锐的[蛇],成为了杰出美貌(κάλλους διαπρεποῦς)的出色鉴赏家(ἀγαθὸν κριτήν)”。这契合了古希腊传统中将蛇(δράκων 与表示“观看”的 δέρκομαι 同源)视作目光锐利之物的联想。
- 8.12δακεῖν οὐ σφαλερός
不定式 δακεῖν(咬)用作说明性/限定性不定式(infinitive of respect),修饰形容词 σφαλερός(危险的),表示“在咬伤方面并不危险”。
