- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:8.20-8.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了克兰农一只为主人向出轨妻子复仇的鹳鸟、因饮水而改变羊毛颜色的河流特性、塔兰托一只蒙守寡妇人医治断腿后衔来夜光宝石报恩的鹳鸟,以及海螯虾能返回被捕原处的习性。
ζηλότυπον δὲ εἶναι καὶ τὸν πελαργόν φασιν. ἐν γοῦν Κραννῶνι τῆς Θετταλίας Ἀλκινόην ὄνομα γυναῖκα ὡραίαν ὁ γήμας ἀπολιπὼν οἴκοι ἔς τινα ἐστείλατο ἀποδημίαν. ἡ τοίνυν Ἀλκινόη ὡμίλει τῶν θεραπόντων τινί. τοῦτο συνιδὼν ὁ πελαργὸς ὁ οἰκέτης οὐχ ὑπέμεινεν, ἀλλὰ ἐτιμώρησε τῷ δεσπότῃ. προσπηδῶν γοῦν ἐπήρωσε τῆς ἀνθρώπου τὴν ὄψιν. ἀνωτέρω μὲν ἐμνήσθην πορφυρίωνος ζηλοτυπίας εἶτα κυνὸς τοιούτου, νῦν γε μὴν πελαργοῦ τὰ ἴσα ἐκείνοις ἐς νοσοῦντα γάμον.
据说鹳鸟也是极具妒意的动物。无论如何,在色萨利的克兰农,一个娶了名叫阿尔基诺埃的美丽妇人的男子,将她留在家中外出远行。于是阿尔基诺埃便与一名男仆私通。家中所蓄的鹳鸟察觉到此事,忍无可忍,便替主人复仇:它扑上前去,啄瞎了那妇人的双眼。我在前面曾提及紫水鸡的妒意,随后又提到过一条具有同样性情的犬;而如今则是鹳鸟在面对受玷污的婚姻时,作出了与它们完全相同的举动。
μεταβάλλει δὲ τὰς χρόας τὰ πρόβατα ἐκ τῆς περὶ τὸ πῶμα ἀλλαγῆς κατὰ τὴν τῶν ποταμῶν ἰδιότητα· ἡ δὲ ὥρα τοῦ ἔτους, καθʼ ἣν ἀπαντᾷ τοῦτο αὐτοῖς, ὁ τῆς μίξεως καιρός ἐστιν. γίνεται οὖν καὶ ἐκ λευκῶν μέλανα, καὶ ἔμπαλιν τρέπει τὴν χρόαν. φιλεῖ δέ πως ταῦτα γίνεσθαι περί τε τὸν ἐν Ἀντανδρίᾳ ποταμὸν καὶ τὸν ἐν Θρᾴκῃ, οὗ τὸ ὄνομα ἐροῦσιν οἱ πάροικοι Θρᾷκες. ὁ δὲ ἐν Τροίᾳ Σκάμανδρος ἐπεὶ ξανθὰς ἀποφαίνει πινούσας τὰς οἶς, πρὸς τῷ Σκαμάνδρῳ τῷ ἐξ ἀρχῆς ἄλλο ὄνομα ἡ τῶν προβάτων ἐπίκτητος χρόα ἔθετο αὐτῷ τὸ Ξάνθου.
绵羊会因饮水的改变而依据河流的特性变换毛色;而它们遇到这种情况的一年中的时令,正是交配的季节。因此白羊会产下黑羊,反之亦然。此类事情往往发生在安坦德罗斯地区的河流以及色雷斯的一条河附近,邻近的色雷斯人自会说出那条河的名字。而特洛伊的斯卡曼德罗斯河,由于能使饮水的绵羊变成黄色,因而在原先的斯卡曼德罗斯之名之外,绵羊后天获得的毛色又赋予了它另一个名字——黄河(克珊托斯)。
χάριτος δὲ ἀπομνησθῆναι τὰ ζῷα καὶ κατὰ τοῦτο ἀγαθά. ἐν Τάραντι γίνεται γυνὴ τά τε ἄλλα σπουδῆς ἀξία καὶ οὖν καὶ σώφρων πρὸς τὸν ἄνδρα· Ἡρακληὶς ὄνομα αὐτῇ. περιεῖπε μὲν οὖν ζῶντα τὸν γεγαμηκότα εὖ μάλα κηδεμονικῶς· ἐπεὶ δὲ τὸν βίον οὗτος κατέστρεψε, τὰς ἀστικὰς ἡ προειρημένη γυνὴ μισεῖ διατριβὰς καὶ τὴν οἰκίαν, ἐν ᾗ τὸν ἄνδρα νεκρὸν ἐθεάσατο, καὶ ὡς εἶχε λύπης1 ἐς τοὺς τάφους μετοικίζεται, καὶ τοῖς ἠρίοις τοῦ ποτε ἀνδρὸς τλημόνως παρέμεινε, πιστὴν ἑαυτὴν τῷ κατὰ γῆς ὄντι ἀποφαίνουσα. καί ποτε ἦν ὥρα θέρειος, καὶ πελαργῶν ἔτι νεοττῶν πρόπειραν τῆς ἑαυτῶν πτήσεως λαμβανόντων εἷς ὁ μάλιστα νεαρὸς ἀκρατὴς ὢν ἔτι τῶν ταρσῶν κατώλισθε, καὶ τοῖν σκελοῖν συντρίβει τὸ ἕτερον. ἡ τοίνυν Ἡρακληὶς θεασαμένη τὸ πτῶμα καὶ τοῦ ποδὸς τὸ πάθος καταμαθοῦσα οἰκτείρει τὸν νεοττόν, καὶ ἀναλαβοῦσα σὺν πολλῇ τῇ φειδοῖ κατειλεῖ τὴν πληγήν, καὶ θεραπεύει καταιονήμασι καὶ ἐπιπλάσμασι, καὶ τροφὴν προσέφερε καὶ ποτὸν ὤρεγε, χρόνῳ δὲ τῷ εἰκότι ῥωσθέντα καὶ φύσαντα τὰ ὠκύπτερα ἐλεύθερον εἶναι μεθῆκεν. ὃ δὲ εἰδὼς ἐννοίᾳ τινὶ φυσικῇ καὶ θαυμαστῇ ὀφείλων ζωάγρια2 ᾤχετο ἀπιών. εἶτα ἐνιαυτοῦ διελθόντος ἣ μὲν ἔτυχεν ἦρος ὑπολάμποντος ἐν ἡλίῳ θερομένη, ὁ δὲ πελαργὸς ὁ ἰαθεὶς ὑπʼ αὐτῆς ἰδὼν τὴν εὐεργέτιν ὑφῆκε τῆς τῶν πτερῶν ὁρμῆς, καὶ ἑαυτὸν χθαμαλωτέρᾳ τῇ πτήσει κατάγων πλησίον γίνεται, καὶ χανὼν ἀνεμεῖ λίθον ἐς τὸν τῆς Ἡρακληίδος κόλπον, καὶ ἀναπετασθεὶς ἐπὶ τοῦ τέγους ἑαυτὸν ἐκάθισεν. ἣ δὲ τὰ πρῶτα ὡς εἰκὸς ἐθαύμασέ τε καὶ ἐκταραχθεῖσα ἠπόρει, τί εἴη τὸ πραχθὲν συμβαλεῖν οὐκ ἔχουσα· τὴν δʼ οὖν λίθον ἔνδον που κατέθετο, εἶτα νύκτωρ διυπνισθεῖσα ὁρᾷ αὐγήν τινα καὶ αἴγλην ἀφιεῖσαν, καὶ κατελάμπετο ὁ οἶκος ὡς ἐσκομισθείσης δᾳδός· τοσοῦτον ἄρα ἐκ τῆς βώλου τὸ σέλας ἀνῄει τε καὶ ἐτίκτετο. συλλαβοῦσα δὲ τὸν πελαργὸν καὶ ἐπαφωμένη κατενόησε τὴν ἐκ τῆς πληγῆς οὐλήν, καὶ ἐγνώρισε τοῦτον ἐκεῖνον εἶναι τὸν ὑπʼ αὐτῆς οἴκτου τε καὶ θεραπείας τετυχηκότα.
动物亦善于铭记恩惠,在此点上也是高尚的。在塔兰托有一位在各方面都值得敬重、对丈夫亦极为贞洁的妇人,名叫赫拉克勒伊斯。丈夫在世时,她照料得极为体贴周到;而当丈夫离世后,这位妇人便厌恶起城中的生活以及见到丈夫遗体的房屋,带着极大的悲痛迁居到墓地,坚忍地守在昔日丈夫的坟茔旁,向长眠地下之人昭示自己的忠贞。有一年夏日,幼鹳们正初次尝试飞行,其中最年幼的一只尚不能驾驭足爪与双翼,滑落下来,摔断了两条腿中的一条。赫拉克勒伊斯见它坠地并察觉到脚部的创伤,心生怜悯,十分细心地抱起它,包扎好伤口,以洗剂与膏药加以治疗,喂它食物并给它水喝;在适当的时日里,待它强健并长齐飞羽后,便放它重获自由。那只鹳鸟出于某种天赋而奇妙的心智,深知自己欠下了救命之恩,便径自飞去。一年过去后,正值初春阳光融融、她晒着太阳之际,那只被她治愈的鹳鸟望见了它的恩人,便敛起双翼的冲势,低飞降落至近旁,张开嘴将一块石头吐入赫拉克勒伊斯的怀中,随后展翅落在了屋顶上。妇人起初自然十分惊异,惶惑不解,难以领会究竟发生了何事;但她还是将石头放置在屋内某处。入夜醒来时,她看见那石头放射出某种光彩与辉芒,整座屋子宛若迎入火炬一般被照亮:从这块石块中升起并孕育出的光芒竟如此炽烈。她抱起鹳鸟抚摸它,认出了当年创伤留下的疤痕,遂得知它正是那个曾从她那里蒙受怜悯与救治的生灵。
ἀστακὸν εἰ λάβοις καὶ πορρωτάτω κομίσειας, σημεῖον καταλιπὼν ἔνθεν αὐτὸν τεθήρακας, εὑρήσεις τὸν αὐτὸν ἐνταῦθα, ὅθεν καὶ συνείληπται. λέγω δέ, εἰ παρὰ τὴν θάλατταν κομίσας εἶτα καταθεῖο3 αὐτόν που πλησίον, ὡς ἑρπύσαι δυνηθῆναι ἐς τὴν θάλατταν.
如果你捉住一只海螯虾并将其带到极远的地方,在你捕获它之处留下标记,你仍会在它原先被捉之处重新寻得它自身。不过我指的是,如果你沿着海边将它运走并放置在附近某处,使它能够自行爬入海中的情形。
- 8.22ὡς εἶχε λύπης
此为 ἔχω 搭配方式副词及属格的惯用结构(此处为关系副词 ὡς + εἶχε + 表示状态的属格 λύπης),意为“就带着那样的悲痛”或“在深切的悲痛之中”。λύπης 作表状态或程度的属格。
- 8.22ὀφείλων ζωάγρια
作为补充分词依附于 εἰδώς,意为“深知自己欠下了救命之酬(生命之赎)”。表认识的动词 οἶδα(此处为分词 εἰδώς)在此接分词补足语(ὀφείλων)构成间接引语表达。
- 8.23λέγω δέ, εἰ παρὰ τὴν θάλατταν κομίσας εἶτα καταθεῖο
该句用于限定并补充说明前句的宽泛假设(πορρωτάτω κομίσειας),意为“我是说,如果你……”。它引导一个由 εἰ + 祈愿语气(καταθεῖο)构成的条件从句。主格分词 κομίσας 与省略的主语(第二人称单数)一致,表示先于祈愿动词 καταθεῖο 的动作。
