← 克劳狄乌斯·埃利安

论动物的本性

§8.17-8.19

大象的节制与正义及鳀鱼与忠猪

本段叙述了大象在交配上的极度节制及其疾恶如仇的品性(以揭露驯象人杀妻案为例),随后详述了鳀鱼紧密群聚以抵御天敌的习性,以及被掳的猪群闻听猪倌呼唤而合力倾覆海盗船的逸事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.17

εἴρηται μὲν οὖν ἡμῖν περὶ ἐλεφάντων ἰδίᾳ, τὰ δὲ καὶ εἰρήσεται. οὑτωσὶ κρατοῦσι μὲν βίου, σωφροσύνης δὲ ὅπως μετειλήχασιν, εἰπεῖν πρεπωδέστατον. οὐ γὰρ ὡς ὑβρίζοντες οὐδὲ ὡς λάγνοι ἐπὶ τὴν ὁμιλίαν τὴν πρὸς τὴν θήλειαν ἔρχονται, ἀλλʼ ὥσπερ οὖν οἱ γένους διαδοχῆς δεόμενοι καὶ παιδοσποροῦντες, ἵνα μὴ αὐτοὺς ἐπιλίπῃ ἡ ἐπιγονὴ ἡ ἐξ ἀλλήλων, ἐάσωσι δὲ σπέρμα. ἅπαξ γοῦν ἐν τῷ βίῳ τῷ σφετέρῳ μνημονεύουσιν ἀφροδίτης, ὅταν ἡ θήλεια ὑπομένῃ καὶ αὐτή· εἶτα ἐμπλήσας ἕκαστος τὴν σύννομον τὸ ἐντεῦθεν οὐκ οἶδεν αὐτήν.1 συμπλέκονται δὲ οὐκ ἀνέδην οὐδὲ ἐν τῇ τῶν ἄλλων ὄψει ἀλλʼ ἀναχωρήσαντες· καὶ ἑαυτῶν προβάλλονται ἢ δένδρα δασέα ἢ ὕλην τινὰ συμφυῆ ἢ χῶρον κοῖλον καὶ βαθὺν τοῦ λαθεῖν αὐτοῖς παρέχοντα ἀφθονίαν. ὡς μὲν οὖν εἰσι δίκαιοι ἄνω εἶπον, καὶ τὸ ἀνδρεῖον αὐτῶν καὶ τοῦτο ἤδη λέλεκται· τὸ σῶφρον δὲ ἀποδέδεικται τὰ νῦν ταῦτα. ἀλλὰ καὶ τὸ μισοπόνηρον ὅτῳ σχολὴ μανθάνειν, οὗτος ὑπέχων τὰ ὦτα ἀκουέτω. ἐλέφαντι ἡμέρῳ πωλευτὴς ἦν, καὶ εἶχε γυναῖκα ἀφηλικεστέραν μέν, πλουσίαν δέ. οὐκοῦν ἑτέρας ἐρῶν καὶ τὰ τῆς συνοικούσης σπεύδων ἐκείνης γενέσθαι ταύτην μὲν ἀποπνίγει καὶ τῆς τοῦ ἐλέφαντος φάτνης κατορύττει πλησίον ὁ θερμόβουλος ἄνθρωπος, ἄγεται δὲ τὴν ἄλλην. ἐνταῦθα οὖν ὁ ἐλέφας τῇ προβοσκίδι λαβόμενος τὴν νεωστὶ ἀφιγμένην ἄγει τῆς νεκρᾶς πλησίον, καὶ τοῖς κέρασιν ἀνορύξας καὶ γυμνώσας τὸ σῶμα, ἃ εἰπεῖν οὐκ ἠδύνατο, ταῦτα ἐπεδείκνυε διʼ αὐτῶν τῶν ἔργων, τὴν γυναῖκα τὸν τρόπον2 τοῦ γήμαντος αὐτὴν ἐκδιδάσκων ὁ μισοπόνηρος ἐλέφας.

关于大象,我们固然已有专门论述,往后也还将有所叙述。它们便是如此统理自己的生活,而讲述它们如何分有节制之德,乃是极为恰当的。因为它们走向与雌象的交配并非出于骄横或淫荡,而是恰如那些期盼宗嗣延续、生育子女的人一样,唯求彼此的后代不致断绝,得以留下种嗣。无论如何,它们一生之中仅念及一次情爱,且必待雌象自身亦顺从接纳之时;随后各雄象在使伴侣受孕之后,从此便不再与之行房。它们交配既不放任无度,亦不在同类眼前,而是避居一旁;它们会在自己身前障以茂密的树木、连绵的树林,或是深陷的洼地,借此获得充分隐匿的机会。它们如何正直公正,我已在前面论述,它们的勇敢勇毅亦已道及,而它们的节制则为眼下这些事实所证明。至于它们疾恶如仇的性情,凡有闲暇听闻者,当侧耳倾听:曾有一个驯象人有一头驯象,并娶有一妻,年岁稍长却甚为富有。这鲁莽之徒贪恋另一女子,急欲将同居妻子的财产据为那新欢所有,便将前妻勒死,埋在大象食槽近旁,随后迎娶了另一女子。此时,那头大象用象鼻卷起新来的妇人,引至死者身旁,用象牙刨开泥土、裸露出尸骸,以实际行动展现出自己口不能言之事,这头疾恶如仇的大象借此让那女子认清了娶她之人的真面目。

§8.18

ἐγγραύλεις, οἳ δὲ ἐγκρασιχόλους καλοῦσιν αὐτάς, προσακήκοά γε μὴν καὶ τρίτον ὄνομα αὐτῶν, εἰσὶ γὰρ οἳ καὶ λυκοστόμους αὐτὰς ὀνομάζουσιν. ἔστι δὲ μικρὰ ἰχθύδια, καὶ πολύγονα φύσει, λευκότατα ἰδεῖν. ἐσθίουσί γε μὴν μάλιστα οἱ ἀγελαῖοι τῶν ἰχθύων αὐτά. δείσαντα οὖν συνθεῖ πρὸς ἄλληλα, καὶ ἐχόμενον τοῦ πλησίον ἕκαστον τῇ σφίγξει τὸ ῥᾳδίως ἐπιβουλεύεσθαι διαπέφευγε. τοσαύτη δὲ ἄρα αὐτῶν ἡ ἕνωσις γίνεται συνδραμόντων, ὡς καὶ πορθμίδας ἐπιθεούσας μὴ διασχίζειν αὐτά· καὶ μέντοι καὶ κώπην ἢ κοντὸν εἴ τις αὐτῶν διεῖναι θελήσειε, τὰ δὲ οὐ διαξαίνεται, ἀλλὰ ἔχεται ἀλλήλων ὡς συνυφασμένα. καθεὶς δὲ τὴν χεῖρα ὡς ἐκ σωροῦ πυρῶν ἢ κυάμων λάβοις ἂν βιαίως ἀποσπάσας, ὡς καὶ διασπᾶσθαι πολλάκις, καὶ τὰ μὲν ἡμίτομα τῶν ἰχθυδίων λαμβάνεσθαι, τὰ δὲ ὑπολείπεσθαι. καὶ γὰρ τὸ μὲν οὐραῖον καθέξεις, μένει δὲ σὺν τοῖς ἄλλοις ἡ κεφαλή· ἢ κεφαλὴν κομιεῖς οἴκαδε, μένει δὲ ἐν τῇ θαλάττῃ τὸ λοιπόν. καλεῖται δὲ αὐτῶν ἡ πυκνή τε καὶ συνεχὴς νῆξις βόλος, καὶ πεντήκοντα ἁλιάδας πολλάκις ἐπλήρωσεν εἷς βόλος, ὥς φασιν οἱ θαλαττουργοί.

鳀鱼——有人称它们为苦胆鱼,我确实还听说过它们的第三个名字,因为也有人称它们为狼嘴鱼——乃是体型细小的鱼类,天性极富繁衍力,外观极白。群游之鱼尤喜吞食它们。于是出于恐惧,它们紧紧聚合在一处,彼此挨靠,以紧密的贴合免于轻易沦为猎物。它们奔聚在一起时结合得如此紧密,以至于连疾驰而过的渡船都无法将它们劈开;甚至若有人想用桨或篙从它们中间穿过,它们也不会被撕裂开来,而是如同编织在一起般彼此紧扣。若是把手伸入其中,你能像从一堆小麦或蚕豆中取物一样,靠用力拉扯将其抓起,以至于常常将鱼扯断,仅抓得小鱼的一半,其余部分则遗留原处。因为你握紧了尾部,头部却留在了其余鱼群之中;或者你将鱼头带回家中,其余部分却留在了海里。它们密集而连贯的游弋被称作“一网”(投网),正如渔夫们所言,单单这密集的一群往往就能装满五十艘渔船。

§8.19

ἡ ὗς γνωρίζει τοῦ συβώτου τὴν φωνήν, καὶ ὑπακούει καλοῦντος, κἂν ᾖ πλανηθεῖσα· πλησίον δὲ τούτου τὸ μαρτύριον. τῇ γῇ τῇ Τυρρηνίδι κακοῦργοι ναῦν λῄστειραν προσέσχον, καὶ προσανελθόντες αὐλίῳ περιτυγχάνουσι, καὶ ἦν συβωτῶν τὸ αὔλιον, καὶ εἶχε πολλὰς ὗς. ταύτας οὖν συλλαβόντες ἐς τὴν ναῦν ἐνέβαλον, καὶ ἀπολύσαντες τὰ πείσματα εἴχοντο τοῦ πλοῦ. οἱ τοίνυν συβῶται παρόντων μὲν τῶν λῃστῶν ἡσύχαζον, ἐπεὶ δὲ ἔτυχον τῆς γῆς ἀποσαλεύσαντες, ὅσσον τε γέγωνε βοήσας,3 ἐνταῦθά τοι τὰς σῦς τῇ συνήθει βοῇ ὀπίσω παρὰ σφᾶς ἀπεκάλουν οἱ συβῶται. αἳ δὲ ὡς ἤκουσαν, ἐπὶ θάτερα τοῦ πλοίου ἑαυτὰς συνώσασαι ἀνέτρεψαν αὐτό. καὶ οἱ μὲν κακοῦργοι παραχρῆμα διεφθάρησαν, αἱ δὲ ὗς παρὰ τοὺς ἑαυτῶν δεσπότας ἀπενήξαντο.

母猪能辨识猪倌的声音,即便走失亦顺从呼唤;对此事的明证就在手边。曾有歹人将海盗船停靠在第勒尼安人的土地上,登岸前行时偶遇一座圈棚;那原是猪倌们的圈棚,里面蓄有许多猪。于是歹徒们抓起这些猪扔入船中,解开缆绳继续扬帆航行。猪倌们在海盗尚在眼前时隐忍不动,待到海盗船刚好驶离陆地、行至人大声呼喊尚能听到的距离时,猪倌们便在此时用惯常的呼唤声将猪群唤回自己身边。猪群一听到声音,便齐齐挤向船的一侧,将船掀翻。歹徒们登时丧命,而猪群则游回了自己的主人身边。

语法注3 条
  1. 8.17τὸ ἐντεῦθεν οὐκ οἶδεν αὐτήν

    动词 οἶδα(认识、知晓)在此被理解为指代性交的委婉用法(“从此不再与之同房/交合”)。虽然字面上亦可解为“不再理会/认得它”,但在讨论大象一生仅交配一次的节制(σωφροσύνη)语境下,取其不再保持肉体关系的委婉义最为贴切。

  2. 8.17τὴν γυναῖκα τὸν τρόπον

    分词 ἐκδιδάσκων 所支配的双宾格结构:一个是表示受教人的宾格(τὴν γυναῖκα),另一个是表示教授内容的宾格(τὸν τρόπον τοῦ γήμαντος αὐτήν),意为“使该女子明白娶她之人的品性”。

  3. 8.19ὅσσον τε γέγωνε βοήσας

    借用了源自荷马史诗(如《奥德赛》卷五第400行等)的程式化表达“人大声呼喊所能传至的距离”,在此充当表示空间距离的副词性短语,用以限定海盗船离岸恰好达到岸上喊声尚可传达之处的时点。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:8.17-8.19