← 克劳狄乌斯·埃利安

论动物的本性

§8.1

具老虎血统的印度猎犬与其顽强斗志

作者叙述了印度猎犬源自老虎血统的由由,并记载了在亚历山大大帝面前展示的一只猎犬的惊人斗志:它紧咬狮子不放,即便尾巴、四肢乃至躯干被相继切除,仅剩头颅仍死死咬住。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

Ἰνδικοὶ λόγοι διδάσκουσιν ἡμᾶς καὶ ἐκεῖνα. τὰς κύνας ἄγουσιν ἐς τὰ ἔνθηρα χωρία οἱ θηρατικοὶ τὰς εὐγενεῖς τε καὶ ἴχνη καταγνῶναι θηρίων ἀγαθὰς1 καὶ ὠκίστας ἐς δρόμον, καὶ τοῖς δένδροις προσδήσαντες εἶτα μέντοι ἀπαλλάττονται, τοῦτο δήπου τὸ λεγόμενον ἀτεχνῶς κύβον ἀναρρίψαντες. οἱ δὲ τίγρεις ἐντυχόντες αὐταῖς, ἀθηρίᾳ μὲν καὶ λιμῷ συμπεσόντες διασπῶσιν αὐτάς· ἐὰν δὲ ὀργῶντες ἀφίκωνται καὶ κεκορεσμένοι, συμπλέκονταί τε αὐταῖς καὶ τῆς ἀφροδίτης ἐν πλησμονῇ καὶ ἐκεῖνοι μέμνηνται. ἐκ δὲ τῆς ὁμιλίας ταύτης οὐ κύων φασὶν ἀλλὰ τίγρις τίκτεται. ἐκ δὲ τούτου καὶ κυνὸς θηλείας ἔτι τίγρις τεχθείη ἄν, ὁ δὲ ἐκ τούτου καὶ κυνὸς ἐς τὴν μητέρα ἀποκρίνεται, καὶ κατώλισθεν ἡ σπορὰ πρὸς τὸ χεῖρον, καὶ κύων τίκτεται. πρὸς ταῦτα Ἀριστοτέλης οὐκ ἀντιφήσει. οὗτοι δὲ ἄρα οἱ κύνες, οἷς πάρεστι πατέρα αὐχεῖν τίγριν, ἔλαφον μὲν θηρᾶσαι ἢ συὶ συμπεσεῖν ἀτιμάζουσι, χαίρουσι δὲ ἐπὶ τοὺς λέοντας ᾅττοντες καὶ τοὺς ἄνω τοῦ γένους ἀποδεικνύντες ἐντεῦθεν. Ἀλεξάνδρῳ γοῦν τῷ Φιλίππου πεῖραν ἔδοσαν οἱ Ἰνδοὶ τῆς τῶν κυνῶν τῶνδε ἀλκῆς τὸν τρόπον τοῦτον. ἀφῆκαν ἔλαφον, καὶ ὁ κύων ἡσύχαζεν· εἶτα σῦν, ὃ δὲ ἀτρεμῶν κατέμενεν· καὶ ἄρκτον ἐπὶ τούτοις, καὶ ἔκνιζεν αὐτὸν ἡ ἄρκτος οὐδὲ ἕν· λέοντος δὲ ἀφεθέντος, ὃ δὲ ὡς εἶδʼ ὥς μιν μᾶλλον ἔδυ χόλος,2 καὶ οἷα δήπου θεασάμενος τὸν ὄντως ἀντίπαλον οὔτε ἤμελλεν οὔτε ἠτρέμει, ἀλλʼ ᾅξας ἐπʼ αὐτὸν εἶτα μέντοι καρτερᾷ τῇ λαβῇ εἴχετο πιέζων καὶ ἄγχων. ὁ τοίνυν Ἰνδὸς ὁ τὴν θέαν τῷ βασιλεῖ τήνδε παρέχων κάλλιστα εἰδὼς τοῦ κυνὸς τὸ καρτερικόν, προσέταξέν οἱ τὴν οὐρὰν ἀποκοπῆναι. καὶ ἣ μὲν ἀπεκόπτετο, ὃ δὲ οὐκ ἐφρόντιζε. προσέταξεν οὖν ὁ Ἰνδὸς καὶ τῶν σκελῶν ἓν ἀποκόψαι, καὶ ἀπεκόπη· ὃ δὲ ὡς ἐξ ἀρχῆς ἐνέφυ εἴχετο, καὶ οὐκ ἀνίει, ὥσπερ οὖν ἀλλοτρίου κοπτομένου σκέλους καὶ ὀθνείου. καὶ ἄλλο ἀπεκόπτετο, καὶ τὸ δῆγμα ὁ κύων οὐ κατελίμπανε· καὶ τρίτον ἕτερον, ὃ δὲ εἴχετο· καὶ τὸ τέταρτον ἐπʼ ἐκείνοις, καὶ ἦν ἐγκρατὴς τοῦ δήγματος ἔτι. καὶ τελευτῶντες τῆς κεφαλῆς τὸ λοιπὸν σῶμα ἀφεῖλον·3 ὀδόντες δὲ ἐκείνῳ ἤρτηντο τῆς ἐξ ἀρχῆς ἀντιλαβῆς, καὶ ἡ κεφαλὴ ᾐωρεῖτο μετέωρος ἐκ τοῦ λέοντος, αὐτοῦ μέντοι τοῦ δακόντος οὐκέτι ὄντος. Ἀλέξανδρος οὖν ἐνταῦθα ἠνιᾶτο, τὸν κύνα ἐκπλαγεὶς ὅτι ἄρα πεῖραν ἑαυτοῦ δοὺς εἶτα ἀπωλώλει, τὸ ἐναντίον τοῖς δειλοῖς παθών, θάνατον δὲ ὑπὲρ τῆς ἀνδρείας ἠλλάξατο.4 ἰδὼν οὖν ὁ Ἰνδὸς αὐτὸν ἀνιώμενον, τέτταρας ὁμοίους ἐκείνῳ κύνας ἔδωκέν οἱ. ὃ δὲ ἥσθη λαβὼν καὶ ἀντέδωκεν ὁποῖα ἦν εἰκός, καὶ τῆς γε ἐπὶ τῷ πρώτῳ λύπης ἔλαβε λήθην ὁ τοῦ Φιλίππου παῖς λαβὼν τοὺς τέτταρας.

印度的记述亦将下述之事教导我们。猎人们将那些出身优良、善于辨识兽踪且奔跑最为迅疾的母犬带往兽多的区域,把它们缚在树上后便离去,正如俗语所说,这全然是在掷骰子碰运气。老虎遇上它们时,若陷于猎物匿迹与饥饿之中,便会将它们撕碎;但若是欲火炽盛且饱食而来,便会与它们交配,老虎在此饱餍之时亦会念及情爱。据传由这种结合所生的并非犬,而是虎。再由这只虎与母犬所生者仍可能是虎,然而由这只虎与母犬所生者则偏向母亲,血统便向劣等滑落,生下的便是犬。对于这些说法,亚里士多德亦不会反驳。这些能够自豪于父亲是虎的犬,视猎鹿或搏野猪为耻辱,却乐于扑向狮子,并以此证明自己的祖系渊源。无论如何,印度人曾以此种方式向腓力之子亚历山大展示了这些犬之勇武的考验。他们放出一只鹿,犬静止不动;接着放出一头野猪,它依然平静地驻留;随后又放出一只熊,熊也丝毫不曾使它激动。然而当狮子被放出时,它一见之下,怒火便愈发侵入心头;正如见到真正的劲敌一般,它既不迟疑也不停歇,而是向它扑跃而去,以坚牢的咬噬紧紧咬住,重压并窒息着对方。为国王展示这场演出的印度人极为了解这只犬的坚韧,遂下令斩断它的尾巴。尾巴被斩断了,犬却毫不在意。于是印度人又下令砍下它的一条腿,腿被砍下了;但它仍如起初咬住那般紧抓不放,丝毫不肯松口,宛如被砍断的是别人、外人的腿一样。又一条腿被砍下,犬仍不放弃其咬噬;第三条腿亦被砍断,它依然死咬住;第四条腿接着被砍断,它仍紧紧控制着咬噬。最后,人们从头部将剩余的躯体切离;但它的牙齿依然扣紧在最初的咬合处,头颅悬吊在狮子身上,尽管咬住它的本体已不复存在。亚历山大见此深感痛惜,对这只犬既感惊异又甚觉悲伤,因它证明了自己的勇力后便死去了,承受了与怯懦者截然相反的命运,作为英勇的代价换得了死亡。印度人见他悲痛,便赠予他四只与那只相似的犬。亚历山大欣然收下,并回赠了适宜的礼物;腓力之子得到了这四只犬,便忘却了对第一只犬的悲痛。

语法注4 条
  1. 8.1ἴχνη καταγνῶναι θηρίων ἀγαθὰς

    不定词 καταγνῶναι 为说明性(限定性)不定词,用以限定形容词 ἀγαθάς,意为“善于辨识野兽踪迹”。

  2. 8.1ὃ δὲ ὡς εἶδʼ ὥς μιν μᾶλλον ἔδυ χόλος

    化用了荷马史诗的固定句式(参见《伊利亚特》第19卷第16行)。时间连词 ὡς(“一当……”)与带有重音的副词性相关词 ὥς(“立时、这般”)构成相关呼应构词(ὡς... ὥς...),表示动作的即刻发生。

  3. 8.1τελευτῶντες τῆς κεφαλῆς τὸ λοιπὸν σῶμα ἀφεῖλον

    现在分词 τελευτῶντες 充当副词,意为“最后、终于”。属格 τῆς κεφαλῆς 为依附于动词 ἀφεῖλον 的分离属格,整句构成“从头部切离剩余的躯体”的结构。

  4. 8.1θάνατον δὲ ὑπὲρ τῆς ἀνδρείας ἠλλάξατο

    动词 ἀλλάσσομαι 的中间态(意为“为自身换取、承受”)与宾格 θάνατον 及介词短语 ὑπὲρ τῆς ἀνδρείας(“作为勇气的代价”)搭配,意为“以死亡作为展现英勇的代价”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:8.1