← 克劳狄乌斯·埃利安

论动物的本性

§8.13-8.16

奇特蛇蝎习性与狼象智谋及海绵共生

埃里亚诺斯记述了埃塞俄比亚与科耳库拉等地奇特蛇蝎的习性,狼群猎杀陷入泥沼的公牛及走失牛犊时的集体智慧,大象跨越深沟互助脱险及避开有毒植物的谨慎,以及海绵与其共生微小生物之间的奇特协作。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.13

ἐν Αἰθιοπίᾳ τοὺς καλουμένους Σιβρίτας σκορπίους ʽοὕτω δὲ αὐτοὺς ὡς εἰκὸς οἱ ἐπιχώριοι φιλοῦσιν ὀνομάζεινʼ ἀκούω σιτεῖσθαι καὶ σαύρους καὶ ἀσπίδας καὶ σφονδύλας καὶ τίφας καὶ πᾶν ἑρπετόν, τὸν δὲ ἐπιβάντα αὐτῶν τοῖς περιττώμασιν ἑλκοῦσθαι πέπυσμαι. περὶ Κέρκυραν δὲ γίνονται αἱ καλούμεναι ὕδραι, αἵπερ οὖν τοὺς διώκοντας ἐπιστραφεῖσαι καὶ φυσήσασαι πνεῦμα ἄτοπον εἶτα ἀναστέλλουσι τῆς ὁρμῆς καὶ ἀποστρέφουσι. τὸν τύφλωπα δέ, ὃν καὶ τυφλίνην καλοῦσι καὶ κωφίαν προσέτι, κεφαλὴν μὲν παραπλησίαν ἔχειν μυραίνῃ λέγει τις λόγος, ὀφθαλμοὺς δὲ ἄγαν βραχίστους. καὶ θάτερον μὲν τοῖν ὀνομάτοιν ἐντεῦθεν εἴληφε, τόν γε μὴν κωφίαν, ἐπεὶ νωθής ἐστι τὴν ἀκοήν. δορὰν δὲ ἰσχυρὰν ἔχει καὶ διακοπτομένην βραδύτατα. τὸν δὲ ἀκοντίαν χέρσυδρον εἶναί φασι, χρόνου δὲ ἐν ξηρῷ ποιεῖσθαι τὴν διατριβὴν πολλοῦ καὶ ἐλλοχᾶν ζῷον πᾶν. ἡ δὲ σοφία τῆς ἐπιβουλῆς τῆς ἐξ αὐτοῦ τοιάδε ἐστίν. ἐν ταῖς λεωφόροις που λαθὼν ὑποκρύπτεται, πολλάκις δὲ καὶ ἐπί τι δένδρον ἀνερπύσας εἶτα ἑαυτὸν συνειλήσας καὶ τὴν κεφαλὴν ἐν τῇ σπείρᾳ ὑποκρύψας τοὺς παριόντας ἡσυχῆ ὑποβλέπει· εἶτα ἑαυτὸν ἀφίησιν ἐς τὸ παριόν, εἴτε ἄλογον εἴη ζῷον εἴτε ἄνθρωπος. ἔστι δὲ ἁλτικὸν θηρίον καὶ διαπηδῆσαι καὶ εἴκοσιν εἰ δέοι πήχεις οἷόν τε· ἁλλόμενόν τε παραχρῆμα ἐνέφυ.

我听说,在埃塞俄比亚,被称为西布里忒斯的蝎子(当地人显然习惯这样称呼它们)以蜥蜴、蝰蛇、金龟子、蟋蟀以及各种爬虫为食;我还得知,凡踩踏其排泄物者,皆会溃烂生疮。科耳库拉周边生长着所谓的水蛇(许德拉),它们会转过身来面向追赶者,吹出奇异的气息,从而遏止追者的冲势并将其驱离。至于盲蛇,人们亦称其为盲螈,更称其为聋蛇;有种说法称其头部与海鳝极其相似,双眼则极为微小。它由此获得了两个名称中的一个,而称其为聋蛇则是因为它听觉迟钝。它生有坚韧的表皮,极难被截断。人们说射蛇是一种两栖水蛇,在干燥陆地上度过极多时间,伏击一切动物。它发动袭击的机巧如下:它暗中隐藏在通衢大道旁的某处,亦常常爬上某棵树蜷缩起来,将头藏于盘卷之中,静静窥视过往行者;然后向过往者猛扑过去,无论那是无理性的牲畜还是人类。它是一种擅长跳跃的野兽,若有必要甚至能跃过二十肘之远;跳跃扑至的同时便立即咬定对方。

§8.14

λύκοι βοῒ ἐς τέλμα βαθὺ ἐμπεσόντι ἐάν πως περιτύχωσι, ταράττουσι μὲν αὐτὸν ἔξωθεν καὶ φοβοῦσι, διανήξασθαι καὶ ἐπιβῆναι τῆς γῆς οὐκ ἐπιτρέποντες, ἀναγκάζουσι δὲ τῷ χρόνῳ στρεβλούμενον καὶ ἰλυσπώμενον ἀποπνιγῆναι. εἶτα εἷς αὐτῶν ὁ τελεώτατος ἐμπηδήσας τῷ ὕδατι καὶ προσνεύσας ἐλάβετο τῆς οὐρᾶς τοῦ βοὸς καὶ ἕλκει ἐς τὸ ἔξω, καὶ ἕτερος τῆς ἐκείνου λαβόμενος αὐτὸν ἕλκει, καὶ τὸν δεύτερον ὁ τρίτος, καὶ τοῦτον ὁ τέταρτος, καὶ δρᾶται τὸ εἰρημένον μέχρι τοῦ τελευταίου, ὅσπερ οὖν ἔξω τοῦ ὕδατος ἕστηκε. καὶ τὸν τρόπον τοῦτον ἐξαγαγόντες τὸν βοῦν ποιοῦνται δεῖπνον. βοὸς δὲ μόσχον πεπλανημένον ἐλλοχήσαντες εἶτα αὐτῷ προσπηδῶσι, καὶ τοῦ μυκτῆρος λαβόμενοι ἕλκουσιν· ὃ δὲ ἀντισπᾷ, καὶ ἅμιλλα ὑπὲρ τούτου πολλή, τῶν μὲν ἐκβιάσασθαι πειρωμένων, τοῦ δὲ μὴ εἶξαι ἀγώνισμα ποιουμένου. ὅταν δὲ αὐτὸν οὕτως θεάσωνται σφόδρα ἀντιτείνοντα, μεθῆκαν· καὶ ἐκεῖνος ὑπὸ τῆς ἐς τοὐπίσω βίας ἀνατέτραπται, καὶ οἱ λύκοι ἐμπεσόντες ἀνέρρηξαν1 τὴν νηδὺν καὶ ἐσθίουσιν αὐτόν. Ὅταν ὑπερβῆναι τάφρον οἱ ἐλέφαντες μὴ δύνωνται, εἷς ὁ μέγιστος ἑαυτὸν ἐς αὐτὴν ἐμβάλλει, καὶ πλάγιος ἵσταται, καὶ γεφυροῖ τὸ κενόν, καὶ κατʼ αὐτοῦ βαίνοντες ἐς τὸ ἀντιπέρας ἴασι καὶ ἀποδιδράσκουσι, πρότερον μέντοι καὶ ἐκεῖνον ἀνασώσαντες. ὁ δὲ τῆς σωτηρίας τρόπος οὗτός ἐστιν. ἄνωθέν τις τὸν πόδα προτείνει, καὶ ἐκείνῳ παρέχει τὴν προβοσκίδα περιπλέξαι· οἱ δὲ ἄλλοι φρύγανα ἐμβάλλουσι καὶ ξύλα ὤκιστα, ὧν ἐπιβαίνων, εἰλημμένος τε τοῦ ποδὸς μάλα ἐγκρατῶς τε καὶ εὐλαβῶς ἀνασπᾶται ῥᾷστα. ἔστι δὲ ἐν τοῖς Ἰνδοῖς ἄρουρα, καὶ κέκληται Φαλάκρα. τὸ δὲ αἴτιον τοῦ ὀνόματος, ὁ γευσάμενος2 τῆς ἐνταῦθα γινομένης πόας καὶ τὰς τρίχας ἀποβάλλει καὶ τὰ κέρατα. οὐκοῦν οἱ ἐλέφαντες ἑκόντες εἶναι3 οὐ προσίασι τῇδε τῇ ἀρούρᾳ, ἀλλʼ ἀποστρέφονται πλησίον γενόμενοι, πᾶν τὸ βλάπτον φεύγοντες ὡς ἄνθρωποι φρόνιμοι οἱ ἐλέφαντες.

野狼若碰巧遇见一头失足跌入深沼的公牛,便在沼外骚扰并恐吓它,不许它游过沼泽踏上陆地,迫使它在挣扎扭动中逐渐溺毙。随后,狼群中最为健硕的一只跃入水中游向前去,咬住公牛的尾巴向外拉扯;另一只狼咬住第一只狼的尾巴拉扯它,第三只拉第二只,第四只拉第三只,如此照样进行,直至立于水外的最后一只狼。它们以此方式将公牛拖出并充作美餐。又或者,它们潜伏等待走失的牛犊,而后猛扑过去,咬住其吻部向后拉;牛犊则向相反方向拽拉,双方为此展开激烈的较量,一方试图以强力制胜,另一方则拼死不退。当狼群看到牛犊如此猛烈地对抗时,它们便突然松口;牛犊因向后退拉的惯力而仰面翻倒,野狼随即扑上去撕裂其腹部并将其吞食。 每当大象无法跨越壕沟时,其中体型最大的一头便自行跃入沟中横向站立,架平空隙;其余大象踩着它的身体走向对岸而逃脱,然而它们必先将那头大象解救出来。解救的方式如下:上方的一头大象伸出一只脚,供陷在沟中的大象用象鼻缠绕;其他大象则以最快速度抛入柴草与树木,沟中的大象踩在这些垫物上,极其稳固且小心地握住那只脚,便轻而易举地被拉了上去。在印度人那里有一处田地,名为“法拉克拉”(意为秃地)。之所以得此名称,是因为凡尝过那里所生青草者,毛发与角皆会脱落。因此大象决不自愿靠近这片田地,而是一到附近便折身返回,如同聪慧的人类一般避开一切有害之物。

§8.16

τὴν σπογγιὰν ἰθύνει βραχὺ ζῷον, οὐ καρκίνῳ τὴν ἰδέαν παραπλήσιον, ἀλλὰ ἀράχνῃ μᾶλλον. οὐ γὰρ ἄψυχον οὐδὲ αἵματος ἄμοιρον ἡ σπογγιὰ κύημά ἐστι θαλάττης, ἀλλὰ ταῖς πέτραις προσφύεται, ὥσπερ οὖν καὶ ἕτερα, ἔχει δέ τινα κίνησιν ἰδίαν, δεῖται δὲ ὡς ἂν εἴποις τοῦ ὑπομνήσοντος αὐτὴν ὅτι ἔμψυχός ἐστιν. ἀτρεμοῦσα γὰρ ὑπό τινος συμφυοῦς μανότητος καὶ ἡσυχάζουσα τοῖς τρήμασιν αὐτῆς ὅταν προσπέσῃ τι, ἐνταῦθα ὑπὸ τοῦ ἀραχνώδους ζῴου νύττεται, καὶ συλλαμβάνει τὸ ἐμπεσόν, καὶ τροφὴν ἴσχει. ὅταν δὲ ἄνθρωπος προσίῃ ἐπʼ ἐκτομῇ αὐτῆς, κεντουμένη ὑπὸ τοῦ ζῴου τοῦ συντρόφου φρίττει καὶ ἑαυτὴν συστρέφει, καὶ αἰτία πόνου τε καὶ καμάτου γίνεται τῷ θηρατῇ ναὶ μὰ Δία πολλοῦ.

一种微小的生物主导着海绵,其形态不似螃蟹,而更像蜘蛛。因为海绵并非没有生机或没有血液的海洋赘生物,而是像其他海生生物一样附着在岩石上,拥有某种自身的运动,宛如需要有谁来提醒它自身乃是活物一般。由于生来体质疏松,它静止安卧,一旦有什么东西落入其孔隙之中,海绵便受到那形似蜘蛛的生物戳刺,随即捕获落入之物作为养料。而当有人前去割取它时,它受到寄生伙伴的刺蜇而战栗收缩,凭宙斯作证,这便给捕猎者带来了极大的劳苦与艰难。

语法注3 条
  1. 8.15ἐλάβετο ... μεθῆκαν ... ἀνέρρηξαν

    在一系列现在时动词(ταράττουσι、ἕλκει、ἐσθίουσιν 等)之中出现的过去时(ἐλάβετο、μεθῆκαν、ἀνέρρηξαν)属于格言式过去时(gnomic aorist),用以生动表达动物习性中规律性、瞬间发生的典型动作,而非指称某次具体的历史事件。

  2. 8.15τὸ δὲ αἴτιον τοῦ ὀνόματος, ὁ γευσάμενος

    此处出现破格句(悬垂主格)或系词(ἐστί)与引导词(ὅτι)的省略:名词短语 τὸ αἴτιον τοῦ ὀνόματος 之后直接紧接实体化分词 ὁ γευσάμενος,语意上等同于“该名称的原由在于:凡尝过……者”。

  3. 8.15ἑκόντες εἶναι

    由限制性绝对不定式构成的固定短语(ἑκὼν εἶναι,此处为阳性复数 ἑκόντες εἶναι),意为“自愿地”、“出于己意”,多与否定句连用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:8.13-8.16