← 克劳狄乌斯·埃利安

论动物的本性

§7.48

动物的记忆力与安德罗克勒斯和狮子的故事

作者记述了逃奴安德罗克勒斯在荒漠为雄狮拔刺疗伤、后在罗马剧场与狮相认并得其护卫终获赦免的故事,以此论证动物亦具有生得的深刻记忆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.48

μνήμην δὲ παρακολουθεῖν καὶ τοῖς ζῴοις, καὶ ἴδιον αὐτῶν καὶ τοῦτο εἶναι χωρὶς τῆς ἐς αὐτὴν τέχνης τε καὶ σοφίας, ἣν τερατευόμενοί τινες ἐπινοῆσαι κομπάζουσι, τεκμηριοῖ καὶ ἐκεῖνα.1 τὸν δεσπότην ὄντα τῶν ἐκ τῆς Ῥωμαίων βουλῆς ἀπέδρα Ἀνδροκλῆς ὄνομα, οἰκέτης τὴν τύχην, ὅ τι κακουργήσας καὶ ἡλίκον οὐκ οἶδα εἰπεῖν. ἧκε δʼ οὖν ἐς τὴν Λιβύην, καὶ τὰς μὲν πόλεις ἀπελίμπανε, καὶ τοῦτο δὴ τὸ λεγόμενον ἄστροις αὐτὰς ἐσημαίνετο,2 προῄει δὲ ἐς τὴν ἐρήμην. φρυγόμενος δὲ ὑπὸ πολλῆς καὶ διαπύρου τῆς ἀκτῖνος, ἀσμένως ὕπαντρόν τινα πέτραν ὑποδραμὼν ἡσύχαζε· λέοντος δὲ ἄρα κοίτη ἥδε ἡ πέτρα ἦν. ἐπάνεισι τοίνυν ἐκ θήρας ὁ λέων, σκόλοπι βιαίῳ περιπαρεὶς καὶ κολαζόμενος, καὶ ἐντυχὼν τῷ νεανίᾳ εἶδεν αὐτὸν πράως, καὶ σαίνειν ἤρξατο, καὶ προύτεινε τὸν πόδα, καὶ ἐδεῖτο ὡς ἠδύνατο ἐξαιρεθῆναι τὸν σκόλοπα. ὃ δὲ τὰ μὲν πρῶτα κατέπτηξεν· ἐπεὶ δὲ πρᾶον τὸν θῆρα ἐθεάσατο καὶ τὸ κατὰ τὸν πόδα συνεῖδε πάθος, ἐξεῖλε τὸ λυποῦν τοῦ ποδός, καὶ τῆς ὀδύνης ἀπήλλαξεν. ἡσθεὶς οὖν τῇ θεραπείᾳ ὁ λέων ἰατρεῖά οἱ ἐκτίνων3 ξένον τε ἐνόμιζε καὶ φίλον, καὶ ὧν ἐθήρα ἐκοινώνει. καὶ ὃ μὲν ἐσιτεῖτο ὠμὰ ᾗ λεόντων νόμος, ὃ δὲ ἑαυτῷ ὤπτα· καὶ κοινῆς ἀπέλαυον τραπέζης κατὰ φύσιν τὴν αὑτοῦ ἑκάτερος. καὶ τριῶν μὲν ἐτῶν τὸν τρόπον τοῦτον διεβίωσεν ὁ Ἀνδροκλῆς· εἶτα ὑπεράγαν κουριῶν καὶ ὀδαξησμῷ βιαίῳ κατειλημμένος τὸν μὲν λέοντα ἀπολιμπάνει, ἑαυτὸν δὲ μεθίησι τῇ τύχῃ. εἶτα ἀλώμενον αὐτὸν συλλαβόντες καὶ ὅτου εἴη πυθόμενοι ἐς τὴν Ῥώμην τῷ δεσπότῃ δήσαντες ἀποπέμπουσιν. ὃ δὲ ἐφʼ οἷς ἠδικήθη4 εὐθύνει τὸν οἰκέτην, καὶ κατεγνώσθη ἐκεῖνος θηρίοις βορὰ παραδοθῆναι. ἐθηράθη δέ πως καὶ ὁ Λίβυς ἐκεῖνος λέων καὶ ἀφείθη ἐν τῷ θεάτρῳ, καὶ ὁ νεανίας δὲ ὡς ἀπολούμενος ὅ ποτε αὐτῷ ἐκείνῳ τῷ λέοντι σύνοικός τε καὶ σύσκηνος γεγενημένος. καὶ ὁ μὲν ἄνθρωπος οὐκ ἐγνώρισε τὸν θῆρα, ἐκεῖνος δὲ παραχρῆμα ἀνέγνω τὸν ἄνθρωπον, καὶ ἔσαινεν αὐτόν, καὶ ὑποκλίνας τὸ πᾶν σῶμα ἔρριπτό οἱ παρὰ τοῖς ποσίν. ὀψὲ δὲ καὶ ὁ Ἀνδροκλῆς ἐγνώρισε τὸν ἑαυτοῦ ξένον, καὶ περιλαβὼν τὸν λέοντα ὡς ἥκοντα ἑταῖρον ἐξ ἀποδημίας κατησπάζετο. ἐπεὶ δὲ ἐδόκει γόης, ἐφείθη οἱ καὶ πάρδαλις. ὁρμώσης δὲ αὐτῆς ἐπὶ τὸν Ἀνδροκλέα, ὁ λέων ἀμύνων τῷ ποτε ἰασαμένῳ, καὶ κοινῆς τραπέζης μεμνημένος διασπᾷ τὴν πάρδαλιν. οἷα τοίνυν εἰκὸς οἱ θεώμενοι ἐκπλήττονται, καὶ ὁ διδοὺς τὰς θέας καλεῖ τὸν Ἀνδροκλέα, καὶ τὸ πᾶν μανθάνει. καὶ θροῦς ἐς τὸ πλῆθος διαρρεῖ, καὶ τὸ σαφὲς ὁ δῆμος μαθόντες ἐλευθέρους ἐκβοῶσιν ἀφεῖσθαι5 καὶ τὸν ἄνδρα καὶ τὸν λέοντα. ἴδιον δὴ τῶν ζῴων καὶ ἡ μνήμη. καὶ συνῳδὸν τοῖς προειρημένοις καὶ ἐς τὸ αὐτὸ δέ ἐστιν εὕδοντος ἐν τῇ Σάμῳ ἐπὶ τοῦ κεχηνότος Διονύσου νομίζοιτο ἂν καὶ τὸ φωλιὸν εἰδέναι. καὶ τοῦτο ἀκουέτω Ἐρατοσθένους τε καὶ Εὐφορίωνος καὶ ἄλλων περιηγουμένων αὐτό.

动物亦享有记忆,且除却某些人自夸所发明的炫奇记忆技巧与技艺之外,这也属于它们的本性,以下事迹亦为此作证。一个名叫安德罗克勒斯、身份为家奴的人,从其身为罗马元老院成员的主人那里潜逃,至于他犯下了何种程度的过错,我不得而知。总之,他来到了利比亚,并避开各座城镇——正如俗语所说,以群星为标尺而远避之——深入到荒漠之中。在酷热炽烈的阳光曝晒下,他欣喜地躲进一块带洞穴的岩石下歇息;然而,这块岩石原来是一头狮子的卧榻。不久,狮子捕猎归来,被一根粗大的刺扎穿,痛苦万分;遇到这位年轻人时,它温和地注视着他,开始向他摇尾示好,伸出爪子,竭尽所能地央求拔出那根刺。那人起初蜷缩恐惧;但见这猛兽十分温顺,并看出了它足部的病痛,便拔出了足中为患之物,使之解除了剧痛。狮子因得到治疗而欣喜,仿佛付给医资一般将他视为宾客与挚友,并与他分享捕获的猎物。一者按照狮子的习性生食,另一者则为自己烤熟而食;两者各依自身的本性,共享同一餐席。安德罗克勒斯以这种方式生活了三年;后来由于头发过长且苦于剧烈的奇痒,他便离开了狮子,将自己交由命运摆布。随后,人们抓获了四处流浪的他,问明他的主人是谁后,将他捆绑遣送回罗马交给主人。主人就自己遭受的过失向该仆人问责,那人被判处投喂野兽。不知何故,那头利比亚狮子亦被捕获并放进剧场,而曾经与这同一头狮子同住同餐的年轻人亦作为赴死之人被押入。那人未能认出这猛兽,猛兽却当即认出了那人,向他摇尾亲附,屈伏全身仆倒在他的脚边。过了片刻,安德罗克勒斯亦认出了自己的宿主,拥抱狮子,宛如迎接自异乡归来的同伴一般向其致意。然而因他被怀疑为术士,一头豹子亦被放来扑向他。当豹子扑向安德罗克勒斯时,狮子为了护卫昔日医治自己的人并念及同席之情,将豹子撕成了碎片。观众自然震惊不已,举办竞技者召来安德罗克勒斯,获知了全部原委。喧声在人群中传开,民众获悉实情后,高呼要求将那男子与狮子一同释放以获自由。记忆确乎亦是动物所固有的。与前述内容相吻合且归于同旨的是:对于在萨摩斯岛张口狄奥尼索斯像旁酣睡者而言,亦可认为兽类通晓其巢穴。关于此事,不妨倾听埃拉托斯特尼、欧福里翁以及其他详述此事者的说法。

语法注5 条
  1. 7.48τεκμηριοῖ καὶ ἐκεῖνα

    句首由 μνήμην δὲ παρακολουθεῖν καὶ τοῖς ζῴοις... 引导的不定式从句充当主句谓语动词 τεκμηριοῖ 的宾语从句。主语为后置的中性复数代词 καὶ ἐκεῖνα(“以下诸事亦”)。

  2. 7.48ἄστροις αὐτὰς ἐσημαίνετο

    字面意义为“用群星标记它们(城镇)”。此为源自航海用语的成语,指水手远离陆地仅凭星辰定位航行,此处引申为避开城镇、从远处绕道而行。

  3. 7.48ἰατρεῖά οἱ ἐκτίνων

    ἰατρεῖα(中性复数宾格)意为“医资”、“诊金”。附着代词 οἱ 为第三人称单数与格(相当于 αὐτῷ,“向他”)。

  4. 7.48ἐφʼ οἷς ἠδικήθη

    此处出现关系代词格的引诱(attraction),由 ἐπὶ τούτοις ἃ ἠδικήθη 缩略先行词 τούτοις 并将宾格 ἃ 受介词 ἐπί 影响引诱为与格 οἷς。被动动词 ἠδικήθη 保留了受害内容的宾格结构,意为“因其所遭受的损害”。

  5. 7.48ἐλευθέρους ἐκβοῶσιν ἀφεῖσθαι

    动词 ἐκβοῶσιν 接要求意义的“宾格加不定式”结构。被动不定式 ἀφεῖσθαι 的逻辑主语是 καὶ τὸν ἄνδρα καὶ τὸν λέοντα,形容词 ἐλευθέρους 作宾语补足语(“作为自由之身被释放”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:7.48