← 克劳狄乌斯·埃利安

论动物的本性

§7.8-7.9

动物预知天气与埃及神圣的猎鹰

文中列举了大羚羊、山羊、牛、羊、狼等动物预知天气的现象,并与希帕克和阿那克萨哥拉着皮袍预知降雨的轶事形成对照,随后讲述了埃及神圣养鹰人的事迹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.8

Αἰγυπτίων ἀκούω λεγόντων τὸν ὄρυγα συνιέναι τὴν τοῦ Σειρίου ἐπιτολὴν πρῶτον, καὶ μαρτύρεσθαι τῷ πταρμῷ αὐτήν. νεανιεύονται δὲ καὶ οἱ Λίβυες ἀνὰ κράτος φάσκοντες καὶ τὰς αἶγας παρʼ αὐτοῖς προειδέναι τὸ αὐτὸ δήπου τοῦτο. αὗται μὲν καὶ μέλλοντα ὑετὸν προδηλοῦσιν. ἐπειδὰν γὰρ προέλθωσι τῶν σηκῶν, δρόμῳ καὶ μάλα γε ὤκιστα ὁρμῶσιν ἐπὶ τὸν χιλόν· εἶτα ἐμπλησθεῖσαι αὑτὰς ἐπιστρέφουσιν ἐς τὰ οἰκεῖα, καὶ ὁρῶσαι ἐκεῖσε ἀτρεμοῦσι, τὸν ποιμένα ἀναμένουσαι, ἵνα τὴν ταχίστην συνελάσῃ αὐτάς. καὶ Ἵππαρχος μὲν ἐπὶ Ἱέρωνος τοῦ τυράννου καθήμενος ἐν θεάτρῳ καὶ φορῶν διφθέραν, ὅτι τὸν μέλλοντα χειμῶνα ἐκ τῆς παρούσης αἰθρίας προηπίστατο ἐξέπληξε·1 καὶ ἐθαύμαζεν Ἱέρων αὐτόν, καὶ Νικαεῦσι τοῖς Βιθυνοῖς συνήδετο ὅτι Ἱππάρχου πολίτου ἔτυχον· ἐν Ὀλυμπίᾳ δὲ θεώμενον Ἀναξαγόραν ἐν διφθέρᾳ καὶ αὐτὸν τὰ Ὀλύμπια ἐπιρραγέντος ὑετοῦ2 τὸ Ἑλληνικὸν πᾶν ᾖδεν, καὶ θειότερα νοεῖν ἢ κατὰ τὴν θνητὴν φύσιν ἐκόμπαζεν. ὅτι δὲ βοῦς, ἐὰν μέλλῃ ὕειν ὁ Ζεύς, ἐπὶ τὸ ἰσχίον τὸ δεξιὸν κατακλίνεται, ἐὰν δὲ εὐδία, πάλιν ἐπὶ τὸ λαιόν, θαυμάζει ἤ τις ἢ οὐδείς.3 καὶ ἐκεῖνα δὲ προσακήκοα ἐκπλῆξαι ἱκανά. βοῦς ἐὰν βοᾷ καὶ ὀσφραίνηται, ὕειν ἀνάγκη. ἄδην δὲ βόες καὶ πέρα τοῦ ἔθους ἐσθίοντες δηλοῦσι χειμῶνα. πρόβατα δὲ ὀρύττοντα ταῖς ὁπλαῖς τὴν γῆν ἔοικε σημαίνειν χειμῶνα, ἀναβαινόμενα δὲ τὰ αὐτὰ πρωὶ πρώιον χειμῶνα ὁμολογεῖ. κοιμώμεναι δὲ ἀθρόαι αἱ αἶγες τὰ αὐτὰ ὁμολογοῦσιν. ὕες δὲ ἐν τοῖς ἀρώμασι φαινόμεναι ὑετοῦ φυγὴν διδάσκουσιν. ἄρνες δὲ ἄρα καὶ ἔριφοι ἀλλήλοις ἐμπηδῶντές τε καὶ ὑποσκιρτῶντες φαιδρὰν ἡμέραν ὁμολογοῦσιν. γαλαῖ δὲ ὑποτρίζουσαι καὶ μύες ἐκείναις δρῶντες τὰ αὐτὰ χειμῶνα ἔσεσθαι συμβάλλονται ἰσχυρόν. λύκοι δὲ φεύγοντες ἐρημίας καὶ εὐθὺ τῶν οἰκουμένων ἰόντες χειμῶνος ἐμβολὴν μέλλοντος ὅτι πεφρίκασι μαρτυροῦσι διʼ ὧν δρῶσι. λέοντος δὲ ἐν τοῖς καρπίμοις χωρίοις ἐπιδημία αὐχμὸν δηλοῖ. σκιρτῶντά γε μὴν τὰ ὑποζύγια καὶ βοῶντα τοῦ ἔθους μᾶλλον νοτερὸν χειμῶνα ἐσόμενον δηλοῖ· εἰ δὲ καὶ ταῖς ὁπλαῖς κόνιν προσαναβάλλοι, ταὐτὰ ταῦτα δηλοῖ που. λαγῲ δὲ ἐν τοῖς αὐτοῖς χωρίοις ὁρώμενοι πολλοὶ δηλοῦσιν εὐδίαν. πάντων δὲ τούτων ἀπολείπονται οἱ ἄνθρωποι, καὶ ἴσασιν αὐτὰ ὅταν γένηται.

我听埃及人说,大羚羊最先察觉到天狼星的升起,并通过打喷嚏来证明这一点。利比亚人也极力夸耀,声称在他们那里山羊也预先知道这同一件事。实际上,这些山羊还能预示即将来临的雨水;因为每当它们走出羊圈,就全速且极敏捷地冲向饲料;随后在吃饱之后,便转身朝向自己的厩舍,注视着那里安静地等待,等候牧人尽快将它们驱赶进去。在僭主希厄隆时代,希帕克穿着皮袍坐在剧场里,因凭借当下的晴空预知了即将到来的风暴而使众人惊叹;希厄隆钦佩他,并向比提尼亚的尼西亚人祝贺,庆幸他们拥有希帕克这样的公民。而在奥林匹亚,阿那克萨哥拉也同样穿着皮袍观看奥林匹克竞技,暴雨突然倾泻而下,全希腊人都歌颂他,并夸赞他的心智所思所想超越了凡人的本性而具有神性。然而,若宙斯即将降雨,牛就会把身体的右侧臀部贴地躺下,而若是晴天,则反倒靠左侧躺下——对于此事,几乎无人感到惊叹。但我还听闻了足以令人称奇的以下事情:牛若哞叫并嗅闻气息,就必然降雨;牛若饱食且进食量超过常态,则表明暴风雨将至。绵羊若用蹄子刨地,似乎表明有风暴;同样的绵羊若早早交配,则证明冬季会提早来临。山羊挤在一起睡眠也证明同样的事情。母猪出现在耕地里,则表明雨水退去。羔羊和小山羊若相互跳跃并嬉戏蹦跳,则证明天气将转为明媚。黄鼠狼发出轻微的叫声,老鼠也做出与它们相同的举动,是在推断将有一场严酷的风暴。狼若逃离荒野径直奔向人类村落,便以其行为证明它们畏惧迫在眉睫的风暴侵袭。狮子出现在肥沃丰产之地,表明有干旱。驮兽若蹦跳且比平时更为喧叫,则表明将有湿润的风暴;如果它们还用蹄子扬起尘土,大概也表明同样的事情。若在同一地点见到很多野兔,则表明天气晴朗。然而在所有这些事情上人类都逊色〔于动物〕,只有在事情发生时才知晓。

§7.9

ἱεράκων πέρι καὶ ταῦτα προσακήκοα. οἱ τοῦ Ἀπόλλωνος ἐν τῇ Αἰγύπτῳ θεραπευταὶ λέγουσι καλεῖσθαί τινας οὕτως ἱερακοβοσκούς, οἵπερ οὖν εἰσι τῶν τοῦ θεοῦ ἱεράκων τροφεῖς τε καὶ μελεδωνοὶ μέντοι οἱ αὐτοί. πᾶν μὲν οὖν τὸ φῦλον ἀνεῖται τῷ θεῷ τῷδε, ἤδη δέ τινες ἐκεῖθι καὶ ἱεροὶ τρέφονται τροφῇ πεφροντισμένῃ, καὶ δοκοῦσι τῶν ἀναθημάτων4

关于猎鹰,我也听闻了以下事情:埃及侍奉阿波罗的仆役说,有些人被称为养鹰人,他们既是这位神明的猎鹰的饲养者,同时也是看护者。虽然猎鹰整个种群都奉献给这位神明,但在那里已经有一些被作为圣鸟以精细准备的食物饲养着,且被视作献纳祭品的一部分……

语法注4 条
  1. 7.8ἐξέπληξε

    主语为 Ἵππαρχος,经过分词 καθήμενος 和 φορῶν 后连接主要动词 ἐξέπληξε。其宾语(“众人”或“观众”)承前省略,ὅτι 引出的从句充当原因状语从句,说明令人惊愕的事由(“因从当下的晴天预知了未来的风暴”)。

  2. 7.8ἐπιρραγέντος ὑετοῦ

    由名词 ὑετοῦ 与过去被动分词(具有主动/内向意义)ἐπιρραγέντος 构成的属格独立结构,表时间背景(“当暴雨倾盆而下时”)。主句的核心句法为主语 τὸ Ἑλληνικὸν πᾶν、动词 ᾖδεν 和宾语 Ἀναξαγόραν。

  3. 7.8ἤ τις ἢ οὐδείς

    字面意思为“要么有人,要么无人”,是古典希腊语中表示“几乎无人、绝少有人”的习语表达。前面的 ὅτι 从句(“牛……躺下之事”)整体作动词 θαυμάζει 的宾语。

  4. 7.9δοκοῦσι τῶν ἀναθημάτων

    动词 δοκέω 后接部分属格或属格补足语 τῶν ἀναθημάτων(“被视作献纳物的一部分”)。尽管此处文意未完,但该属格在句法上表明这些圣鸟被视作神庙献纳品行列中的一员。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:7.8-7.9