- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:7.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了神圣猎鹰按其生长阶段被喂以相应食物的饲育情况,随后通过忠犬守护被杀主人遗体与复仇的故事,论证了动物的深厚忠诚远胜于背信弃义的人类。
διαφέρειν οὐδὲ ἕν. οἱ τοίνυν τὴν τούτων ἐγκεχειρισμένοι κομιδὴν πρὸς τοὺς ἀγνοοῦντας λέγουσιν ἐν ταῖς νεοττιαῖς ἑκάστους (ἐν ἄλσει γὰρ ἱερῷ τρέφονται) τίκτειν· ὁμολογεῖσθαι δὲ τὴν ἄλλων μέν, ἐκ τούτων δὲ ἔτι καὶ μᾶλλον.1 τοῖς δὲ ἀρτιγενέσι προβάλλουσιν ὀρνίθων τεθηραμένων ἐξῃρημένους τοὺς ἐγκεφάλους, τροφὴν ἁπαλὴν νεοττοῖς ὑγροῖς· τοῖς γε μὴν τελείοις οὖσι παρατιθέασι σάρκας τε καὶ ἶνας, ὅσα ἰσχυρὰν τροφὴν ὄρνισιν ἁρπακτικοῖς ἐργάζεται· τοῖς δὲ ἐν μεθορίῳ τῶν ἀρτιγενῶν καὶ τῶν ἤδη τελείων καρδίαι παράκεινται, καὶ τούτων λείψανα ὁρᾶται. καὶ ἥ γε διαφορότης ἡ προειρημένη τῆς τροφῆς ὁμολογεῖ ὅτι τὸ ἁρμόττον ἡλικίᾳ ἑκάστῃ καὶ πρόσφορον ἴσασιν οἱ ἱέρακες καὶ μάλα γε ἀκριβοῦσι τοῦτο, καὶ τῆς παρʼ ἡλικίαν τροφῆς οὐκ ἂν ἅψαιντο. καθʼ ὥραν δὲ ἄρα καὶ ὀρτύγων αὐτοῖς ἐπιδημίαι γίνονται, καὶ τῶν ἄλλων ὀρνίθων ἐπιφοιτῶσιν ἀγέλαι, καὶ ἔχουσί γε οἱ ἱεροὶ ἐκεῖνοι καὶ ἐντεῦθεν θοίνην. κυνῶν ἐς τοὺς τρέφοντας αὐτοὺς ἄμαχον εὔνοιαν ὁμολογεῖ καὶ ἐκεῖνο δήπου. ἔν τινι τῶν ἐμφύλων πολέμων ἐν τῇ Ῥώμῃ Κάλβου τοῦ Ῥωμαίου σφαγέντος, οὐδεὶς μέντοι τῶν ἐχθρῶν τοῦ ἀνδρὸς ἠδυνήθη τὴν κεφαλὴν ἀποτεμεῖν, καίτοι μυρίων ἀγώνισμα τιθεμένων σφίσι καὶ καλλώπισμα τοῦτο, πρὶν ἢ τὸν παρεστῶτά οἱ κύνα ἀποκτεῖναι ὑπʼ αὐτῷ τραφέντα καὶ μέντοι καὶ τὴν εὔνοιάν οἱ πιστότατα ἀποσώζοντα καὶ ὑπερμαχοῦντα τοῦ κειμένου, ὥσπερ οὖν συστρατιώτην τε καὶ σύσκηνον ἀγαθὸν καὶ ἐς τὰ ἔσχατα φίλον. οἷον δʼ αὖ καὶ τό δʼ ἔρεξεν οὐκ ἀνὴρ μὰ Δία, ἀλλʼ ἀγαθὸς κύων καὶ τὴν γνώμην καρτερός, μαθεῖν ἄξιον. ὁ Ἠπειρώτης Πύρρος ὡδοιπόρει, εἶτα μέντοι περιτυγχάνει πεφονευμένῳ, καὶ κυνὶ παρεστῶτι καὶ μέντοι καὶ φρουροῦντι τὸν δεσπότην, ἵνα μὴ πρὸς τῷ φόνῳ καὶ τῷ νεκρῷ λυμήνηταί τις. ἔτυχε δὲ ἄρα τρίτην ἔχων ὁ κύων ἀπόσιτος τὴν ἡμέραν ἐπὶ τῇ φιλοπόνῳ καὶ καρτερικωτάτῃ φρουρᾷ. ὅπερ οὖν διδαχθεὶς ὁ Πύρρος τὸν μὲν ᾤκτειρε καὶ ταφῆς ἠξίωσε, τόν γε μὴν κύνα προσέταξε τυχεῖν κηδεμονίας, καὶ ἐδίδου ὅσα κυνὶ ὀρέγεται ἐκ χειρός, καὶ μάλα γε ἱκανὰ καὶ ἐφολκὰ ἐς τὴν ἑαυτοῦ φιλίαν τε καὶ εὔνοιαν, κατὰ μικρὰ ὑπάγων τὸν κύνα ὁ Πύρρος. καὶ ταῦτα μὲν ἐς τοσοῦτον. εἶτα μέντοι οὐ μετὰ μακρὸν ἐξέτασις ὁπλιτῶν ἦν, καὶ ὁ βασιλεὺς ὃν προεῖπον ἐθεᾶτο, καί οἱ παρῆν ἐκεῖνος ὁ κύων. καὶ τὰ μὲν ἄλλα ἑαυτὸν σιγῇ κατεῖχε καὶ πραότατος ἦν· ἐπεὶ δὲ ἄρα τοὺς τοῦ δεσπότου φονέας ἐν τῇ τῶν στρατιωτῶν εἶδεν ἐξετάσει, ὃ δὲ οὐκ ἐκαρτέρησεν2 ἐνταῦθα ἀτρεμεῖν, ἀλλὰ ἐς αὐτοὺς ἐπήδα καὶ ὑλάκτει ἀμύσσων τοῖς ὄνυξι, καὶ ἐς τὸν Πύρρον θάμα ἐπιστρεφόμενος ὡς οἷός τε ἦν ἐπήγετο μάρτυρα ὅτι ἄρα τοὺς ἀνδροφόνους ἔχει. οὐκοῦν ὑπόνοια ἐσέρχεται καὶ τὸν βασιλέα καὶ τοὺς περιεστῶτας αὐτόν, καὶ ποιοῦνται ἐνθύμιον τὴν τοῦ κυνὸς ὑλακὴν τὴν ἐς τοὺς προειρημένους. καὶ συλληφθέντες στρεβλοῦνται, καὶ κατεῖπον ὅσα ἐτόλμησαν. καὶ δοκεῖ μὲν μῦθος ταῦτα τοῖς ὅσοι Διὸς ἑταιρείου καὶ φιλίου τοῦ αὐτοῦ θεσμὸν πατήσαντες εἶτα μέντοι ζῶντας προύδοσαν τοὺς φίλους καὶ ἀποθανόντας· ἐγὼ δὲ οὐ πείθομαι τοῖς νοοῦσι κακῶς τὰ τῆς φύσεως καλά, ἥπερ οὖν εἰ τοῖς ἀλόγοις μετέδωκεν εὐνοίας τε καὶ στοργῆς, πάντως που καὶ τῷδε τῷ ζῴῳ τῷ λογικῷ μετέδωκε μᾶλλον. ἀλλὰ οὐ χρῶνται τῷ δώρῳ. καὶ τί δεῖ τὰ λοιπὰ ἐπιλέγειν ὁπόσα ἄνθρωποι ὑπὲρ τοῦ πονηροῦ κέρδους κακὰ τοὺς ἑαυτῶν φίλους εἰργάσαντο, ἐπιβουλὰς ῥάπτοντες καὶ προδιδόντες; ὡς ἔμεγε ἀλγεῖν3 εἴπερ οὖν ἀνθρώπων πιστότερος καὶ εὐνούστερος ἐλήλεγκται κύων.
与奉纳物毫无二致。于是,那些受托照管这些猎鹰的人向不知情者解释说,它们各自在巢中产卵——因为它们是在圣林中被饲养的——虽然其他鸟类的繁育为人所共知,但这些圣鹰的繁育更被公认为明确。对于刚孵化出的雏鸟,他们投喂从捕获之鸟身上取出的脑髓,这是适于娇嫩幼鸟的柔软食料;然而对于完全成年的猛禽,他们则提供肉块与筋腱,这些能为猛禽带来强劲的滋养;至于介于初生与成年之间的鸟,则将心脏摆放在它们面前,还可以见到这些残余。上述食物的差异证明了猎鹰懂得适宜并合乎各个年龄的食物,并且极其严格地遵守这一点,决不会去碰不合年龄的食料。此外,按季节还会有鹌鹑迁飞而来,其他鸟群亦会到访,那些圣鸟也由此获得筵席。 狗对饲养它们之人的无可匹敌的忠爱,无疑也由下述事件得以证明。在罗马的某次内战中,当罗马人卡尔布斯被杀时,尽管有无数敌人把砍下他的首级视作一项功绩和荣誉,但在杀死守候在他身旁的狗之前,竟无一人能够斩下该男子的头颅;那只狗由他养大,至为忠诚地保持着对他的好意,拼死捍卫倒在地上的主人,正如同一位优秀的战友、同帐者以及生死与共的朋友。 此外,凭宙斯起誓,并非人类、而是一只良犬以刚毅的心志所成就的以下事迹,同样值得了解。伊庇鲁斯人皮洛士在行路时,偶然遇到一个被谋杀的人,以及一只站在一旁守卫着主人的狗,以免有人在凶杀之外还亵渎尸体。这只狗在它那勤勉而极度坚忍的看守中,恰好已是绝食的第三天。得知此事的皮洛士怜悯死者,认为他配得上葬礼,同时下令收留照顾这只狗,并给它凡是从手中递给狗的食物,这些充足且诱人的食物使它渐渐依附,皮洛士以此逐步拉拢这只狗归向自己的友谊与善意。此事便暂告一段落。 此后不久,进行了一次重装步兵的检阅,我前述的那位国王在场观阅,那只狗也随侍在他身旁。在其余情况下,它自制地保持沉默,极其温驯;但当它在士兵的检阅中看到杀害自己主人的凶手时,再也按捺不住而无法静止,扑向他们并用爪子抓挠狂吠,尽可能频繁地转向皮洛士,引导他作证自己逮住了杀人凶手。于是,国王和他周围的侍从心中顿生疑虑,将狗对着上述那些人的狂吠留心记挂。那些人被捕并受刑讯后,供认了他们所敢于犯下的一切罪行。 对于那些践踏同盟之神与友谊之神宙斯的法则,进而在朋友生前及死后都加以背叛的人而言,这些故事或许看似神话;但我决不盲从那些贬低自然之良善的人——自然若将善意与亲情赋予了无理性的动物,必定更将其赋予了这个有理性的受造物。然而人类却不使用这一恩赐。又何须再列举人类为了可鄙的利益,通过编织阴谋与背叛而对自己的朋友犯下的其余种种恶行呢?以至于令我痛心不已的是:狗竟已被证实比人类更为忠诚、更为富有仁爱。
- 7.10ὁμολογεῖσθαι δὲ τὴν ἄλλων μέν, ἐκ τούτων δὲ ἔτι καὶ μᾶλλον
在阴性冠词 τὴν 之后,承接上下文省略了类似 γένεσιν、γονήν 或 κομιδήν 的名词,充当不定式 ὁμολογεῖσθαι 的对格主语。此处以 μέν...δέ 构成对比,表明其他鸟类的繁育固然为人公认,而这些圣鹰的繁育则更为明确。
- 7.10ὃ δὲ οὐκ ἐκαρτέρησεν
指示代词短语 ὃ δέ 用于紧随时间从句 ἐπεὶ δὲ ἄρα... 之后的主句句首,作为复指代词(resumptive),回指并强调主语(那只狗),使长句的逻辑主干重新清晰确立。
- 7.10ὡς ἔμεγε ἀλγεῖν
连词 ὡς 带对格主语(ἔμεγε)和不定式(ἀλγεῖν),构成表示感叹或极端结果的独立结构(意为“以至于我竟感到悲痛”),接续上文的反问句以表达作者强烈的感触。
