- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:7.6-7.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者叙述了大象被捕猎时势不可挡的奔逃姿态、歇息时的食性以及猎人以火断其后路的情形,随后引述亚里士多德的学说,列举了各种鸟类的飞行与鸣叫所昭示的天气征兆。
ἐλεφάντων θήρας ἐπιστήμονες ᾅδουσιν ἡμῖν, ὅταν διώκωνται οἵδε οἱ θῆρες, ᾅττειν αὐτοὺς καὶ φέρεσθαι ῥύμῃ ἀμάχῳ καὶ ὁρμῇ ἀκατασχέτῳ, καὶ ἀναστέλλεσθαι ὑπὸ μηδενός, καὶ μέντοι καὶ διὰ τῶν μεγίστων ἵεσθαι δένδρων οἷον διὰ ληίων, ὥσπερ οὖν στάχυς τινὰς κατακλῶντας τὰ δένδρα·1 καὶ πῆ μὲν τὰ δένδρα αὐτῶν ὑπερέστηκε καὶ τὰς κόμας ὑπερέχει, πῆ δὲ αὐτοὶ τῶν δένδρων εἰσὶν ὑψηλότεροι. θέουσι μὲν οὖν ἀνὰ κράτος, καὶ ὑποτέμνονται ταῖς ὁδοῖς τοὺς διώκοντας, καὶ εἰκότως· εἰσὶ γὰρ τῶν χωρίων ἠθάδες. καὶ ὅταν πολὺ ἀποσπάσωσι, καὶ πόρρω τῆς ἵππου τῆς μετελθούσης αὐτοὺς γένωνται, καὶ ἀναθαρρήσωσιν ὡς ἐν σκέπῃ τοῦ κινδύνου καὶ ἐλευθερίᾳ γενόμενοι, ἑστᾶσί τε καὶ ἀναπαύονται, τὴν ἐκ τοῦ δέους φροντίδα καὶ μάλα ἀσμένως ἐκβάλλοντες. ἐνταῦθά τοι τοῦ χρόνου καὶ μνήμη τροφῆς αὐτοὺς ἐσέρχεται· σιτοῦνται δὲ ἀκούω τήν τε σχῖνον ἀμφιλαφῆ τοῖς δένδροις περιπεφυκυῖαν καὶ κιττὸν ἄγριον τοῖς φυτοῖς ἐφέρποντα καὶ ὑπέρδασυν καὶ φοινίκων μέντοι τὰς ἁπαλάς τε καὶ νεαρὰς κόμας καὶ ἄλλων φυτῶν τοὺς ὅρπηκας καὶ τοὺς πτόρθους τοὺς ὑγροτέρους. εἰ δὲ οἱ διώκοντες πάλιν προσπελάζοιεν, οἳ δὲ ἐς φυγὴν ἐκτρέπονται αὖθις. οἵ γε μὴν διώκοντες αὐλίζονται ἑσπέρας καταλαβούσης, καὶ ἐμπρήσαντες τὴν ὕλην εἶτα μέντοι τρόπον τινὰ τὴν ὁδὸν τὴν ὀπίσω διατειχίσαντες αὐτοῖς ἔστησαν. δεδοίκασι δὲ πῦρ οὐ μεῖον τῶν λεόντων οἱ ἐλέφαντες.
精于猎象之人告诉我们,每当这些巨兽被追捕时,它们便以不可阻挡的气势和无法遏制的力量向前飞奔疾驰,不受任何阻挡;它们甚至穿过极其高大的树木,宛如穿行于麦田之中,折断那些树木就像折断庄稼的麦穗一样。在某些地方,树木高过它们并将树冠伸展其上;而在另一些地方,它们自己则比树木更为高大。因此,它们全力奔跑,并在道路上甩开追击者,这也是理所当然的,因为它们熟悉地形。当它们拉开很长距离,远离了追击它们的骑兵,并因身处危险之外的安全与自由之中而重振勇气时,它们便停步歇息,极欣喜地抛开因恐惧而生的忧虑。正是在这个时候,觅食的念头也涌上心头。我听说它们以环绕树木丛生的乳香树、攀附于植物之上且极度浓密的野常春藤、棕榈树柔软稚嫩的枝叶,以及其他植物的嫩条与更柔嫩的新芽为食。但如果追击者再度逼近,它们便又转身逃跑。然而,追击者在夜幕降临时便安营扎寨,他们放火焚烧树林,随后在某种程度上切断了大象背后的道路,驻足不前。因为大象对火的畏惧并不亚于狮子。
Ἀριστοτέλους ἀκούω λέγοντος ὅτι ἄρα γέρανοι ἐκ τοῦ πελάγους ἐς τὴν γῆν πετόμεναι χειμῶνος ἀπειλὴν ἰσχυροῦ ὑποσημαίνουσι τῷ συνιέντι. πετόμεναι δὲ ἄρα ἡσυχῆ αἱ αὐταὶ ὑπισχνοῦνται εὐημερίαν τινὰ καὶ εἰρήνην ἀέρος, καὶ σιωπῶσαι δὲ ὅτι ἔσται ὑπεύδια τοὺς οὐκ ἀπείρως ἔχοντας τῇ σιωπῇ ὑπομιμνήσκουσιν αἱ αὐταί. ἐὰν δὲ καταπέτωνται καὶ βοῶσι καὶ ταράττωσί τε καὶ ταράττωνται, ἀπειλοῦσι κἀνταῦθα χειμῶνα ἰσχυρόν. ἐρωδιὸς δὲ κνεφαῖος βοῶν τὰ αὐτὰ ἔοικεν ὑποδηλοῦν. πετόμενος δὲ ἐρωδιὸς τῆς θαλάττης εὐθὺ2 ὕδωρ ἐξ οὐρανοῦ ῥαγήσεσθαι αἰνίττεται. εἰ δὲ εἴη χειμέρια, ᾅσασα γλαῦξ εὐδίαν μαντεύεται καὶ ἡμέραν φαιδράν· ἐὰν δὲ εὐδία μὲν ᾖ, ἣ δὲ ὑποφθέγγηται, χειμῶνα δεῖ προσδέχεσθαι. κόραξ δὲ ἐπιτρόχως φθεγγόμενος καὶ κρούων τὰς πτέρυγας καὶ κροτῶν αὐτάς, ὅτι χειμὼν ἔσται κατέγνω πρῶτος. κόραξ δὲ αὖ καὶ κορώνη καὶ κολοιὸς δείλης ὀψίας εἰ φθέγγοιντο, χειμῶνος ἔσεσθαί τινα ἐπιδημίαν διδάσκουσι. κολοιοὶ δὲ ἱερακίζοντες, ὡς ἐκεῖνος λέγει, καὶ πετόμενοι πῆ μὲν ἀνωτέρω πῆ δὲ κατωτέρω, κρυμὸν καὶ ὑετὸν δηλοῦσι. κορώνη δὲ ἐπὶ δείπνου ὑποφθεγγομένη ἡσυχῆ, ἐς τὴν ὑστεραίαν εὐδίαν παρακαλεῖ. φανέντες δὲ ὄρνιθες πολλοὶ μὲν τὸν ἀριθμόν, λευκοὶ δὲ τὴν χρόαν, χειμὼν ὅτι ἔσται πολὺς ἐκδιδάσκουσι. νῆτται δὲ καὶ αἴθυιαι πτερυγίζουσαι πνεῦμα δηλοῦσιν ἰσχυρόν. ὄρνιθες δὲ ἐκ τοῦ πελάγους ἐς τὴν γῆν σὺν ὁρμῇ πετόμενοι μαρτύρονται χειμῶνα. ἐρίθακος δὲ ἐς τὰ αὔλια καὶ τὰ οἰκούμενα παριὼν δῆλός ἐστι χειμῶνος ἐπιδημίαν ἀποδιδράσκων.3 ἀλεκτρυόνες γε μὴν καὶ ὄρνιθες οἱ ἠθάδες πτερυσσόμενοι καὶ φρυαττόμενοι καὶ ὑποτρύζοντες χειμῶνα δηλοῦσιν. ἀπειλοῦσι δὲ πνεῦμα λουόμεναί γε ὄρνιθες, καὶ ἀνέμων τινὰς ἐμβολὰς ὑποφαίνουσι. χειμῶνος δὲ ὄντος ἐς ἀλλήλους ὄρνιθες πετόμενοι καὶ διʼ ἀλλήλων θέοντες σημαίνουσιν εὐδίαν. ὄρνιθες δὲ ἀθροιζόμενοι περί τε λίμνας καὶ ποταμῶν ὄχθας χειμῶνα ἐσόμενον οὐκ ἀγνοοῦσι. πάλιν τε ὄρνιθες οἱ μὲν θαλάττιοι καὶ οἱ λιμναῖοι ἐς τὴν γῆν ἰόντες ὡς ἔσται χειμὼν πολὺς οὐκ ἀγνοοῦσιν, οἱ δὲ χερσαῖοι σπεύδοντες ἐς τὰ νοτερὰ εὐδίας ἄγγελοί εἰσιν, ἐὰν μέντοι σιωπῶσιν.
我听亚里士多德说,从公海飞向陆地的白鹤,向明事理者预示着一场严酷暴风雨的威胁。但当同样的白鹤平稳飞行时,它们预示着晴朗的天气和大气的宁静;当它们静默飞行时,便以其沉默提醒那些富有经验者天气将会晴朗。但若它们低飞鸣叫,制造骚乱且自身陷入混乱,此时它们同样预告着严酷的暴风雨。黄昏时鸣叫的苍鹭似乎也表明同样的事情。苍鹭径直向大海飞去,暗示天空中将倾盆大雨。若是暴风雨天气,猫头鹰鸣叫便预言晴朗的天气和明媚的日子;但若是晴朗天气,它若发出微声,就必须提防暴风雨来临。渡鸦若急促啼叫,拍击翅膀发出声响,则是最先断定风暴将至。此外,渡鸦、乌鸦和寒鸦若在暮色渐浓时鸣叫,便告知将有暴风雨来袭。寒鸦若如鹰般飞翔,如他所言,时高时低地飞舞,则表明霜冻与降雨。乌鸦若在晚餐时分低声啼叫,便预示着翌日天气晴朗。大群出现且羽色呈白色的鸟类,告知将有一场大风暴。野鸭和海鸥拍打翅膀,表明有强风。鸟类带着冲力从公海飞向陆地,见证着风暴将临。知更鸟若走进畜棚与人类居所,显然是在躲避暴风雨的侵袭。雄鸡和家禽若扇动翅膀、躁动不安且发出低鸣,便显示风暴降至。沐浴的鸟类预警有风,并昭示暴风的侵袭。暴风雨期间,鸟类若彼此迎面飞翔并互相穿梭,则意味着晴天。聚集在湖泊周围和河岸边的鸟类,不会不知道风暴将临。同样,海鸟和湖鸟走向陆地,亦知将有一场大风暴;而陆禽奔向潮湿之地,则是晴朗的信使,但前提是它们保持安静。
- 7.6ὥσπερ οὖν στάχυς τινὰς κατακλῶντας τὰ δένδρα
分词 κατακλῶντας 为阳性宾格复数,与不定式结构的主语(上文的 αὐτούς,即大象)一致。紧接前文 οἷον διὰ ληίων(宛如穿过麦田)的比喻,τὰ δένδρα 为该分词的直接宾语,而 στάχυς τινάς 则作表示比照的宾格(“如同折断麦穗一般”)。
- 7.7τῆς θαλάττης εὐθύ
副词 εὐθύ(径直向……)支配表示方向的属格 τῆς θαλάττης,构成起不真正介词作用的结构,意为“径直向海飞去”。
- 7.7δῆλός ἐστι χειμῶνος ἐπιδημίαν ἀποδιδράσκων
形容词人称句式,由 δῆλός ἐστι 与分词 ἀποδιδράσκων 结合,字面意为“知更鸟显然正在逃避……”,相当于非人称结构“显然知更鸟正在逃避暴风雨的来袭”。
