- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:7.1-7.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节依次记述了苏萨母牛的数数能力、阿特拉斯山麓老象避难所及企图猎象而遭瘟疫覆没的远征队、培奥尼亚莫诺普斯的防御习性、驯服公牛的杂技表演,以及利比亚能喷吐致命恶臭之气的美洲向下凝视兽的生态。
πέπυσμαι δὲ ἄρα καὶ ἀριθμητικῆς1 τὰς βοῦς οὐκ ἀμοίρους εἶναι τὰς Σουσίδας. καὶ ὡς οὐκ ἔστιν ἄλλως κόμπος τὸ εἰρημένον, μάρτυς ὁ λόγος ὁ λέγων ἐν Σούσοις τῷ βασιλεῖ βοῦς ἐς τοὺς παραδείσους πολλὰς ἐς τὰ ἧττον ἐπίρρυτα ἀντλεῖν ἑκάστην κάδους ἑκατόν. οὐκοῦν ἢ τὸν ἐπινησθέντα αὐταῖς ἢ τὸν συντραφέντα ἐκ πολλοῦ μόχθον προθυμότατα ἐκτελοῦσι, καὶ οὐκ ἂν βλακεύουσάν τινα θεάσαιο· εἰ δὲ πέρα τῆς προειρημένης ἑκατοντάδος ἕνα γοῦν προσλιπαρήσειας κάδον ἀνιμήσασθαι, οὐ πείσεις οὐδὲ ἀναγκάσεις οὔτε παίων οὔτε κολακεύων. λέγει Κτησίας.
我得知苏萨的母牛对算术也并非一窍不通。为了证明此言非虚妄之夸饰,有记载称,在苏萨,为国王服务的众多母牛在王家园林中,向那些不太湿润的地方各自汲水一百桶。因此,无论是分派给它们的劳役,还是长期养成的习惯,它们都极其热心竭力地去完成,你绝不会看到有哪一头在偷懒;但如果在上述的一百桶之外,你哪怕恳求它们多汲一桶,无论你是鞭打还是抚摩讨好,都既无法劝服也无法强迫它们。克特西亚斯如是说。
ὑπὸ τοῖς ποσὶ τοῦ Ἄτλαντος ʽὄρος δὲ ἄρα τοῦτο ὑμνεῖται καὶ ὑπὸ τῶν συγγραφέων καὶ μέντοι καὶ ὑπὸ τῶν ποιητῶνʼ νομαί τέ εἰσι θαυμασταὶ καὶ ὗλαι βαθύταται, καὶ τό γε δάσος αὐτῶν ἔοικεν ἄλσεσι πάνυ σκιεροῖς καὶ συνηρεφέσιν. ἐνταῦθα δήπου τοὺς ἤδη παλαιοὺς τῶν ἐλεφάντων φασὶν ἀφικνεῖσθαι, γήρᾳ βαρεῖς ὄντας· ἄγει δὲ αὐτοὺς ἄρα ἡ φύσις ὥσπερ οὖν ἐς ἀποικίαν, ἀναπαύσασα ἤδη καὶ οἷον ὅρμον τινὰ καὶ λιμένα ποθητὸν ἀποφήνασα αὐτοῖς, ὅπου τοῦ βίου τοῦ σφετέρου τὸ λοιπὸν καταζήσουσιν. ἀνεῖται δὲ αὐτοῖς καὶ πηγὴ ποτίμου τε ὕδατος καὶ καθαροῦ μάλα ἄφθονος, νομίζονταί τε ἱεροί, καὶ ἀφίενται ἄσυλοι, καὶ παρά γε τῶν βαρβάρων τῶν τῇδε εἰλήφασιν ἐς ἀθηρίαν σπονδάς, ᾅδονται τε ὡς ὑλαίοις τισὶ θεοῖς καὶ ναπαίοις τοῦ χώρου δεσπόταις πάνυ μέλονται. διαρρεῖ δὲ ὑπὲρ αὐτῶν καὶ ἐκεῖνος ὁ λόγος ὡς ἄρα τις τῶν βασιλέων τῶν ἐπιχωρίων ἐπόθησε διὰ τὸ κάλλος τῶν ὀδόντων καὶ τὸ μέγεθος ἀποκτεῖναί τινας αὐτῶν, ἵνα οἱ γένηται κτῆμα ἐξαίρετον· εἶναι γὰρ διά τε πολυετίαν καὶ πλῆθος χρόνου μέγιστον μέγιστα ἐκείνων τῶν ζῴων ταῦτα τὰ ὅπλα. ὡς δὲ ἐσῆλθεν ἥδε ἡ ἐπιθυμία αὐτόν, τριακοσίους λογάδας ἐξέπεμψε κατακοντιοῦντας τήνδε τὴν ἱερὰν ἀγέλην. καὶ οἳ μὲν ᾗ ποδῶν εἶχον2 διανύσαντες τὴν ὁδὸν ὡπλισμένοι καὶ δὴ τῷ χωρίῳ προσεπέλαζον, λοιμὸς δὲ αὐτοὺς ἄφνω συλλαβὼν κατέστρωσε, καὶ πλὴν ἑνὸς οἱ πάντες ἀπολώλασιν, ὅσπερ οὖν ἐπανελθὼν τὸ πάθος διηγήσατο τῷ πέμψαντι καὶ μάλα γε οἴκτιστον. οὕτω μὲν δὴ καὶ θεοφιλεῖς ἐφωράθησαν ὄντες ἐλέφαντες.
在阿特拉斯山麓下——顺便提及,此山受到历史学家乃至诗人的赞颂——有令人惊叹的牧场和深邃的密林,其中的稠密丛林宛如浓荫覆地、枝叶茂密的树林。据说那些业已衰老的大象,因年迈而行动沉重,便来到这里;大自然引着它们宛如前往殖民地,大自然使它们得以安歇,并为它们指明了一处令人渴慕的泊地和港湾,让它们在此度过余生。也有极丰富且纯净的饮用水泉留给它们,它们被视为神圣,不受侵扰,并从当地的异族人那里获得了免遭猎捕的条约;人们歌咏它们,称它们深受林间诸神和山谷主宰的关怀护佑。关于它们还流传着这样一个故事:当地的一位国王因其象牙的美丽和巨大,渴望杀死其中几头,以充作自己的珍藏;因为年深日久,这些动物的这套武器长得最为巨大。当这一贪欲进入他的心胸,他便派出了三百名精兵,企图用标枪射杀这群神圣的大象。这些全副武装的士兵尽其足力飞奔赶路,正当接近那片地方时,一场瘟疫骤然袭来将他们尽数击倒,除了一人之外全军覆没;正是此人返回,将这极可怜的惨祸报告给了派遣他们的人。如此看来,大象确被证实是受到神灵眷爱的。
ζῷον ἔστι Παιονικόν, καὶ κέκληται μόνωψ, καὶ ἔοικε ταύρῳ λασίῳ τὸ μέγεθος. οὗτος οὖν ὅταν διώκηται, ταραττόμενος ἀφίησι πυρῶδες καὶ δριμὺ ἀποπάτημα, ὡς ἀκούω, ὅπερ οὖν εἰ προσπέσοι τῳ τῶν θηρατῶν ἀπέκτεινεν αὐτόν.3
培奥尼亚有一种动物,名为莫诺普斯,其大小似多毛的公牛。据我所闻,每当它被追赶时,就会在惊恐中排泄出一种如火焰般炽热且刺鼻的粪便,倘若落到哪位猎人身上,便能致其于死地。
ἴδιον δὲ ἦν ἄρα ταύρου καὶ τὸ εὐπειθές, ἡμερωθέντος τε καὶ ἐς τὸ πρᾶον ἐκ τοῦ θηριώδους μεταβαλομένου. μένουσι γοῦν καὶ ἐπὶ τῶν φερέτρων ἀκίνητοι, εἴτε ὑπτίους αὐτοὺς ἐθέλοις ἀτρεμεῖν εἴτε ἐπὶ στόμα, ὀκλάσαντας τοὺς προσθίους καὶ ἐπὶ τοῦ τένοντος φέροντας ἢ παῖδα ἢ κόρην. ὄψει δὲ ἄρα ταῦρον καὶ ἐπὶ τοῖς νώτοις γυναῖκα ἄγοντα, καὶ μετέωρον ἑστῶτα ἐπὶ τῶν κατόπιν σκελῶν, καὶ τὸ πᾶν σῶμα ἐφʼ ὅτου δὴ κούφως ἐρείσαντα. εἶδον δὲ ἐπὶ ταύροις καὶ ὀρχουμένους καὶ ἀκινήτους ἐκείνους καὶ ἀτρέπτους ἑστῶτας.
顺从也是公牛的一种特有属性,当它被驯化并从兽性转变为温顺之后尤为如此。至少,即便在担架上,无论你希望它们仰卧还是俯卧静立,它们都毫不动弹,屈下前腿,并在脖颈上载着少年或少女。你还会看到公牛背上驮着妇人行走,用后腿直立,将整个身躯轻巧地支撑在随手可及的物上。我还曾见过有人在公牛身上跳舞,而公牛则纹丝不动、坚定不移地伫立着。
ἡ γῆ ἡ Λίβυσσα πολλῶν καὶ ποικίλων θηρίων γόνιμός ἐστι, καὶ μέντοι καὶ τὸ κατώβλεπον οὕτω καλούμενον καὶ αὐτὸ ἡ αὐτὴ ἔοικε τίκτειν. καὶ ταύρῳ μέν ἐστι παραπλήσιον ὅσα ἰδεῖν,4 τὴν δὲ ὄψιν δοκεῖ βλοσυρώτερον. ὑψηλαὶ μὲν γὰρ αἱ ὀφρύες αὐτῷ καὶ δασεῖαι, οἱ δὲ ὀφθαλμοὶ ὑπόκεινται οὐ μάλα τι κατὰ τοὺς τῶν βοῶν μεγάλοι, βραχύτεροι δὲ καὶ ὕφαιμοι· καὶ ὁρῶσιν οὐκ εὐθύωρον, ἀλλὰ ἐς τὴν γῆν, ἔνθεν τοι καὶ κέκληται κατώβλεπον. λόφος δὲ ἄρα ἄνωθεν ἐκ τῆς κορυφῆς ἀρξάμενος αὐτῷ καὶ ἱππείᾳ τριχὶ παραπλήσιος διὰ τοῦ μετώπου κάτεισι, καὶ τὸ πρόσωπόν οἱ καταλαμβάνει, καὶ ἐργάζεται φοβερώτερον τῷ ἐντυχόντι. σιτεῖται δὲ ἄρα ῥίζας θανατηφόρους. ἐπειδὰν δὲ ὑποβλέψῃ ταυρηδόν, φρίττει μὲν παραχρῆμα καὶ ἐγείρει τὴν λοφιάν· ὑπανισταμένης δὲ ἄρα ταύτης καὶ ὀρθουμένης καὶ γυμνουμένων τῶν περὶ τὸ στόμα χειλέων, ἐκπέμπει διὰ τῆς φάρυγγος ὀξειοβαρὲς καὶ βρωμῶδες,5 ὡς καταλαμβάνεσθαι μὲν τὸν ὑπὲρ κεφαλῆς ἀέρα, τῶν δὲ ζῴων τὰ πλησιάζοντα ἀναπνέοντα τοῦτον κακοῦσθαι σφόδρα, καὶ ἀφωνίαις τε καὶ σπασμοῖς θανατώδεσι περιπίπτειν. συνίησί τε τῆς ἑαυτοῦ δυνάμεως ὅδε ὁ θήρ· οἶδε δὲ αὐτὸν καὶ τὰ ζῷα, καὶ ὡς ὅτι πορρωτάτω ἀποδιδράσκει.
利比亚之地繁衍出众多形态各异的野兽,所谓的向下凝视兽似乎也是同一片土地所产。就外形所见而言,它与公牛相近,但面目显得更为凶恶。因为它的眉毛高耸而多毛,眼睛生于其下,并不像普通牛眼那般硕大,而是更狭小且布满血丝;它们并不直视前方,而是注视着地面,因此才得名为向下凝视兽。一股从头顶高处发端、类似于马毛的鬃毛从额头垂下,遮掩住它的面孔,使遇见它的人更感可怖。它以剧毒的根茎为食。每当它如公牛般抬眼斜视时,便立即浑身战栗并竖起鬃毛;当鬃毛耸起立定、嘴周的嘴唇翻露之时,它便从喉中喷吐出刺鼻沉重且恶臭的气息,以致头顶上方的空气尽遭污染,靠近并吸入此气的兽类皆大受伤害,陷入失语和致命的抽搐之中。这只凶兽深知自身的力量;其他动物也知晓它,并尽可能远远地逃离避开。
- 7.1ἀριθμητικῆς
由复合形容词 οὐκ ἀμοίρους(并非无份/不通晓)所要求的剥夺/分离属格。双重否定构成弱陈强意,意指确实通晓计数。
- 7.2ᾗ ποδῶν εἶχον
由关系副词 ᾗ 与支配部分属格 ποδῶν 的动词 ἔχω 构成的习语,意为“尽其双足之力”、“全速奔驰”。
- 7.3ὅπερ οὖν εἰ προσπέσοι τῳ τῶν θηρατῶν ἀπέκτεινεν αὐτόν
过去泛指条件句,条件从句采用希求法(εἰ προσπέσοι),主句采用未完成过去时(ἀπέκτεινεν)表示反复或习惯性动作,意为“若落到任何猎人身上,便(照例)将其毙命”。
- 7.5ὅσα ἰδεῖν
表示限制或视角的副词性不定式短语,意为“就肉眼所见而言”或“在外观上”,用于限定 παραπλήσιον(相似)的范围。
- 7.5ὀξειοβαρὲς καὶ βρωμῶδες
名词化的中性单数形容词,作动词 ἐκπέμπει(喷吐、发出)的直接宾语,指代“刺鼻沉重且恶臭的气息”。
