- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:7.45-7.47
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了埃及祭司只用朱鹭饮过的净水自洁的习俗、大象为同伴拔除伤刺的智性、以飞禽命名的古代君王、米特里达梯借助动物充当守卫,并引述拜占庭的阿里斯托芬等人罗列了野生动物幼崽与成体的多重希腊语称谓。
οἱ ἐν τῇ Αἰγύπτῳ ἱερεῖς ἑαυτοὺς περιρραίνουσιν οὐ παντὶ ὕδατι, οὐ μὴν οὐδὲ τῷ παρατυχόντι, ἀλλὰ ἐκείνῳ ἐξ οὗ πεπιστεύκασιν ὅτι ἄρα ἶβις πέπωκεν. ἴσασι γὰρ κάλλιστα ὅτι μήποτʼ ἂν πίοι ὕδατος ἐκείνη ῥυπαροῦ καὶ λελυμασμένου ἔκ τινων φαρμάκων· ἔχειν γάρ τι πιστεύουσιν ἐν ἑαυτῷ τὸ ζῷον καὶ μαντικῆς, ἅτε ἱερόν. ἐλέφαντας δὲ ἀκούω τῶν τετρωμένων τοὺς ἀτρώτους1 πεφεισμένως ἐξαιρεῖν καὶ ξυστὰ καὶ ἀκόντια, ὥσπερ οὖν χειρουργίας ἐπιστήμονας καὶ μαθόντας τὴν ἐν τοῖσδε σοφίαν. οὕτω δὲ ἄρα ἦν διὰ σπουδῆς τοῖς ἄνω τοῦ χρόνου καὶ τὰ ἄλογα. ἔχαιρε μὲν ἀκούων Αἰετὸς2 ὁ Ἠπειρώτης Πύρρος, ὃ δὲ τὸ δὴ λεγόμενον Ἱέραξ ὁ Ἀντίοχος. διάφορα μὲν δὴ ταῦτα καὶ ἀθρόα εἴρηται, τῷ συνιέντι μαθεῖν ἄξια.
埃及的祭司们从不用随意的普通水自净,更不用唾手可得之水,而只用他们确信朱鹭曾饮用过的水。因为他们深知,这种鸟绝不会饮用污浊或被任何药剂所污染的水;他们相信此鸟因其神圣而在自身内蕴有某种预知之力。我还听闻,未受伤的大象会小心谨慎地从负伤的大象身上拔出长矛和标枪,宛如精通外科手术并通晓此中技艺一般。由此可见,古昔之人对无理性的走兽亦是何等看重。伊庇鲁斯的皮洛士乐于被称为“鹰”,而安条克则乐于享有俗称的“隼”这一称号。这些叙述虽兼收并蓄、内容杂多,但对于明理之人而言皆值得领会。
Μιθριδάτης ὁ Ποντικὸς τὴν ἑαυτοῦ φρουρὰν καθεύδων ἐπίστευεν ἧττον καὶ τοῖς ὅπλοις καὶ τοῖς δορυφόροις, καὶ διὰ τοῦτο ἡμερωθέντας εἶχε φύλακας ταῦρον καὶ ἵππον καὶ ἔλαφον. καθεύδοντα οὖν ἐφρούρουν αὐτὸν οἵδε οἱ θῆρες, εἴ τις προσίοι τάχιστα ἐκ τῆς ἀναπνοῆς αἰσθανόμενοι. καὶ ὃ μὲν τῷ μυκήματι, ὃ δὲ τῷ χρεμετίσματι, ὃ δὲ τῇ μηκῇ διύπνιζον αὐτόν.
本都的米特里达梯在睡眠时,不太信任武器与持矛卫士来守卫自己,因此驯养了一头公牛、一匹马和一头鹿作为守卫。于是,在他入睡时,这些野兽便守候着他,若有人走近,它们仅凭呼吸之气便能立时察觉。接着,一者以哞叫,一者以嘶鸣,另一者则以啼声将他唤醒。
τῶν ἀγρίων ζῴων τὰ ἔκγονα τὰ νέα διαφόρως ὀνομάζεται, καὶ τά γε πλείω διπλῆν τὴν ἐπωνυμίαν ἔχει. λεόντων γοῦν σκύμνοι καὶ λεοντιδεῖς ὀνομάζονται, ὡς Ἀριστοφάνης ὁ Βυζάντιος μαρτυρεῖ, παρδάλεων δὲ σκύμνοι τε καὶ ἄρκηλοι· εἰσὶ δὲ οἵ φασι γένος ἕτερον τῶν παρδάλεων τοὺς ἀρκήλους εἶναι. θώων δὲ μόνοι σκύμνοι φιλοῦσι καλεῖσθαι, καὶ τίγρεων ὁμοίως, καὶ μυρμήκων δὲ καὶ πανθήρων. ἔοικε δὲ καὶ τὰ τῶν λυγκῶν ἔκγονα ὁμοίως ὀνομάζεσθαι. ἐν γοῦν τοῖς Λάσου λεγομένοις Διθυράμβοις οὕτως εὑρίσκεται εἰρημένον τὸ βρέφος τὸ τῆς λυγκός. πιθήκων δὲ ἀκούομεν σκύμνους τε καὶ πιθηκιδεῖς τοὺς αὐτούς, βουβαλίδων δὲ πώλους· εἰ δὲ καὶ ὀρύγων, οὐκ ἂν θαυμάσαιμι, ὁ αὐτὸς Ἀριστοφάνης φησί. κυνῶν δὲ καὶ λύκων σκύλακες καλοῖντο ἄν, ἦ δʼ ὅς· ἤδη δὲ καὶ λυκιδεῖς καλοῦνται οἱ τῶν λύκων, ὁ δὲ τέλειος καὶ μέγιστος καλοῖτο ἂν μονόλυκος. τῶν γε μὴν λαγῶν λαγιδεῖς· ὁ δὲ τέλειος, πτῶκα αὐτὸν φιλοῦσιν ὀνομάζειν οἱ ποιηταί,3 ταχίναν δὲ Λακεδαιμόνιοι. ἀλωπέκων δὲ τὰ ἔκγονα ἀλωπεκιδεῖς κέκληνται· αὐτὴ δὲ ἡ μήτηρ καὶ κερδὼ καὶ σκαφώρη καὶ σκινδαφός. τῶν δὲ ἀγρίων ὑῶν τὰ τέκνα μολόβρια ὀνομάζουσιν· ἀκούσειας δʼ ἂν τοῦ Ἱππώνακτος καὶ αὐτὸν τὸν ὗν μολοβρίτην που λέγοντος. καλοῦνται δὲ καὶ τῶν ὑῶν μονίαι τινές. τάς γε μὴν δορκάδας καὶ ζόρκας καὶ πρόκας εἰώθασιν ὀνομάζειν. τῶν δὲ ὑστρίχων καὶ τῶν τοιούτων τὰ ἔκγονα ὄβρια καλεῖται· καὶ μέμνηταί γε Εὐριπίδης ἐν Πελιάσι τοῦ ὀνόματος καὶ Αἰσχύλος ἐν Ἀγαμέμνονι καὶ Δικτυουλκοῖς. τὰ δὲ τῶν ὀρνίθων καὶ τὰ τῶν ὄφεων καὶ τὰ τῶν κροκοδείλων ἔνιοι καὶ ψακάλους καλοῦσιν, ὧν εἰσι καὶ Θετταλοί. τὰ δὲ πρόσφατα ὀρνύφια ὀρταλίχους, ἀλεκτρυόνων τε νεοττοὺς ἀλεκτοριδεῖς λέγουσι, καὶ αὖ πάλιν χηνιδεῖς καὶ χηναλωπεκιδεῖς καὶ τὰ τούτοις ὅμοια κατὰ τὰ αὐτὰ σχηματίζουσιν. Ἀχαῖος δὲ ὁ τῆς τραγῳδίας ποιητὴς τὸν νεοττὸν τῆς χελιδόνος μόσχον ὠνόμασεν.
野生动物的新生幼崽有着各不相同的称谓,其中大多数拥有双重名称。例如,狮子的幼崽被称为skymnoi与leontideis,正如拜占庭的阿里斯托芬所作证的那样;豹的幼崽被称为skymnoi与arkēloi,但亦有人主张arkēloi乃是豹的另一属种。豺的幼崽惯常仅被称为skymnoi,虎、蚁和山豹的幼崽亦是如此。猞猁的后代似乎也享有同样的称呼。至少在拉斯斯所谓的《酒神颂》中,猞猁的幼仔便是如此被记载的。对于猿猴,我们听闻其幼崽既被称为skymnoi又被称为pithēkideis;野牛的幼崽被称为pōloi;同一阿里斯托芬说道,若大羚羊的幼崽亦作此称,他亦不感惊异。他又说,犬与狼的幼崽皆可称为skylakes;如今狼的幼崽亦被称为lykideis,而成年且体型最大者则被称为monolykos。野兔的幼崽被称为lagideis;至于成兔,诗人们喜好称其为ptōx(蜷缩者),拉刻代蒙人则称之为tachina(疾行者)。狐狸的后代被称为alōpekideis;母狐本身亦被称为kerdō(狡黠者)、skaphōrē(掘穴者)以及skindaphos。野猪的幼崽被称作molobria;你亦能听到希波纳克斯在某处将野猪本身称为molobritēs。某些野猪亦被称为moniai(独行野猪)。至于瞪羚,人们习惯称其为zorkas以及prokas。豪猪及类似动物的后代被称为obria;欧里庇得斯在《珀利阿斯的女儿们》中提到了这一名称,埃斯库罗斯在《阿伽门农》与《抽网者》中亦有所提及。至于鸟类、蛇类与鳄鱼的幼雏,有人亦称其为psakaloi,其中就包括色萨利人。新出壳的雏鸟被称为ortalichoi,公鸡的雏鸟被称为alektorideis,他们又依照同样的规则将鹅的雏鸟构拟为chēnideis,将埃及雁的雏鸟构拟为chēnalōpekideis,其余类似之物亦仿此构词。悲剧诗人阿凯奥斯甚至将燕子的雏鸟称为moschos(牛犊)。
- 7.45τῶν τετρωμένων τοὺς ἀτρώτους
τῶν τετρωμένων(完成时被动分词属格)在此充当动词 ἐξαιρεῖν(拔出、去除)所要求的夺格性属格(分离属格),意为“从负伤的象身上”。而宾格 τοὺς ἀτρώτους(未受伤者)则是不定式 ἐξαιρεῖν 的逻辑主语。
- 7.45ἔχαιρε μὲν ἀκούων Αἰετὸς
Αἰετὸς(即 ἀετός,“鹰”)为主格补足语。动词 ἀκούω 后接主格补足语(ἀκούειν τι)是希腊语的固定被动惯用法,表示“被称为……”、“听闻他人称己为……”(类似于拉丁语的 bene/male audire)。因此整句意为“乐于被称为‘鹰’”。
- 7.47ὁ δὲ τέλειος, πτῶκα αὐτὸν φιλοῦσιν ὀνομάζειν οἱ ποιηταί
句首的 ὁ δὲ τέλειος(至于成年者)虽为主格,却未作后文动词的直接语法主语,而是在后行从句中由代词宾格 αὐτόν 复指承接。这是用于突出话题的悬垂主格(nominativus pendens)结构。
