- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:7.28-7.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者借伊卡里俄斯之犬与守财至死之忠犬的逸事盛赞犬之忠诚,随后记述了泥蟹、寄居蟹、追随首领的螺类以及负石为重以御狂澜的海胆等海洋生物的习性与智谋。
ὅτε τὸν Ἰκάριον ἀπέκτειναν οἱ προσήκοντες τοῖς πρῶτον πιοῦσιν οἶνον καὶ ἐς ὕπνον ἐμπεσοῦσιν, οὐκ εἰδότες πω μὴ θάνατον εἶναι τὸ πραχθὲν ἀλλὰ οἰνηρὸν κάρον, ἐνόσησαν οἱ κατὰ τὴν Ἀττικήν, ἐμοὶ δοκεῖν τοῦ Διονύσου τιμωροῦντος τῷ πρώτῳ γεωργῷ τῶν ἑαυτοῦ φυτῶν1 καὶ πρεσβυτάτῳ. ὁ γοῦν Πύθιος ἔχρησεν, εἰ βούλονται τυχεῖν σωτηρίας, Ἰκαρίῳ θύειν καὶ Ἠριγόνῃ τῇ τούτου παιδὶ καὶ τῷ κυνὶ τῷ ᾀδομένῳ, ὅτι ἄρα διʼ ὑπερβολὴν εὐνοίας τῆς πρὸς τὴν δέσποιναν βιῶναι μετʼ αὐτὴν οὐκ ἔγνω. παίζει δὲ Εὐριπίδης λέγων "χρηστοῖσι δούλοις συμφορὰ τὰ δεσποτῶν κακῶς πίτνοντα καὶ φρενῶν ἀνθάπτεται." ποῦ γὰρ ἄνθρωπος ἐπὶ τῷ δεσπότῃ τέθνηκε, κυνὸς δούλου δράσαντος αὐτό;
当初饮葡萄酒而陷入沉睡之人的亲族杀害伊卡里俄斯时,他们尚不知晓所发生之事并非死亡,而是酒力所致的昏睡,阿提卡全境的居民遂罹患疾病;依我之见,此乃狄俄倪索斯在为其最初且最年长的植株栽培者复仇。阿波罗的神谕遂昭示,若欲求得拯救,必须向伊卡里俄斯、其女厄里戈涅,以及那只广受歌颂的犬献祭,盖因那犬出于对女主人的笃厚情意,决意不随她之后独活。欧里庇得斯曾带戏谑地言道: “于良仆而言,主人之厄运乃是灾殃,亦深切触动其心。” 盖何处曾有人为主人而死,而身为奴仆之犬却已行了此事?
ἰδίαν δὲ ἄρα κυνῶν ἐς τοὺς τρέφοντας εὔνοιαν καὶ ἐκεῖνο μαρτυρεῖ. Κολοφώνιος ἀνὴρ παραγίνεται ἐς τὴν Τέων συνωνησόμενός τινα· καὶ γὰρ ἦν ἐμπορικός, καὶ τὴν ἐκ τῶν ὠνίων καπηλείαν τε καὶ μεταβολὴν πρόσοδον εἶχεν. ἀργύριον δὲ ἐπήγετο καὶ οἰκέτην καὶ κύνα, ἔφερε δὲ τὸ ἀργύριον ὁ δοῦλος. ἐπεὶ δὲ πρὸ ὁδοῦ ἦσαν, ὁ οἰκέτης ἐξετράπετο· ἤπειγε γάρ τι αὐτὸν τῶν κατὰ φύσιν, ἠκολούθησε δὲ καὶ ὁ κύων. τὸ τοίνυν φασκώλιον ἀνέπαυσεν ὁ νεανίας, καὶ ἀνελέσθαι πάλιν οὐκ ἐνενόησεν, ἀλλὰ ᾤχετο ἀπιών· ὁ δὲ κύων ἑαυτὸν κατακλίνας ἐπὶ τῷ ἀργυρίῳ ἔμενεν ἥσυχος. ἐλθόντες δὲ ἐς τὴν Τέων ὅ τε δεσπότης καὶ ὁ οἰκέτης εἶτα μέντοι ἄπρακτοι ἐπανῆλθον, ὅτου ὠνήσωνται οὐκ ἔχοντες·2 τὴν αὐτήν γε μὴν ἐκτρέπονται πάλιν ἔνθα ὁ οἰκέτης ἀπέλιπε τὸ βαλάντιον, καὶ καταλαμβάνουσι τὸν σφέτερον κύνα ἐπικείμενον αὐτῷ καὶ μόλις ἐμπνέοντα ὑπὸ τοῦ λιμοῦ. ὃ δὲ ὡς εἶδε τὸν δεσπότην καὶ τὸν ὁμόδουλον, ἑαυτὸν ἀποκλίνας τοῦ φασκωλίου, κατὰ τὸν αὐτὸν χρόνον καὶ τὴν φρουρὰν καὶ τὴν ψυχὴν ἀφῆκεν. οὔκουν οὐδὲ Ἄργος ὁ κύων μυθοποίημα ἦν, ὦ θεῖε Ὅμηρε, σόν, οὐδὲ κόμπος ποιητικός, εἴπερ οὖν καὶ τῷ Τηίῳ ταῦτα ἀπήντησεν ὅσα προεῖπον. γένος καρκίνων ἔστι, καὶ πηλαῖοι ὄνομα αὐτοῖς. τῶν μὲν οὖν ἄλλων ἰδεῖν εἰσι λευκότεροι, τίκτονται δὲ ἐν τῷ πηλῷ. δείσαντες δὲ οὗτοι καὶ πέτονται· ἔχουσι γὰρ πτερύγια μικρά, ἅπερ οὖν αὐτοὺς ἡσυχῆ μετεωρίζει τε καὶ ἐλαφρίζει. βαδίζοντες μὲν οὖν ἥκιστα τούτων δέονται, φοβηθέντες δὲ ἔχουσί τινα ἐπικουρίαν οὐ πάνυ τι καρτεράν· ἁλίσκονται γὰρ οὔτε ὑψηλοὶ πετόμενοι, οὔτε μὴν μετεωροπορεῖν οἷοί τε ὄντες. τούτους τοι τοὺς καρκίνους ἐσθίουσί τινες· φασὶ δὲ καὶ ἰσχίου πόνῳ ἀγαθὸν εἶναι, εἴ τις φάγοι ἀλγῶν.
犬对其养育者的特有情谊,亦有下述之事为证。一位科洛丰人前往提奥斯采购货物;因他是商贩,以货物的零售与转运为生计。他携带着银钱、一名家仆与一头犬,银钱由奴仆背负。当他们行进在路上时,仆人拐向道旁,因内急难耐,犬亦跟随在后。那青年于是放下了皮囊,却未曾想着再将它捡起,径自离去;犬却卧在银钱之上,静默守候。主人与仆人抵达提奥斯后,因无从购买任何物事,遂空手而归。他们循着旧路折回仆人遗落钱囊之处,发现自家的犬正伏在其上,因饥饿已奄奄一息。犬一见到主人与同为奴仆者,便将身躯自钱囊上挪开,就在同一刻,它同时放下了守卫与生命。因此,神圣的荷马啊,猎犬阿尔戈斯既非你的虚构,亦非诗人的夸张,倘若那提奥斯人身上也确曾发生如我所述之事。 另有一种蟹,名为泥蟹。它们看起来比其他蟹更白,产自泥沼之中。受惊之时,它们甚至会飞;盖因它们长有微小的肉翅,能轻轻托起并减轻其身躯。在爬行时它们全然无需此物,但在恐惧时则拥有这一并不十分得力的庇护;因它们既飞不高,亦不能在空中持续穿行,终致被捕获。有人食用此类蟹;据说若患有胯骨疼痛者食之,大有裨益。
αἱ δὲ καρκινάδες τίκτονται μὲν γυμναί, τὸ δὲ ὄστρακον ἑαυταῖς αἱροῦνται ὡς οἰκίαν οἰκῆσαι τὴν ἀρίστην. ὑποδύονται δὲ καὶ πορφύρας ὄστρακον κενῷ περιτυχοῦσαι καὶ στρόμβου. καὶ ἐς ὅσον μὲν αὐτὴν στέγει, χαίρει τῇ καταγωγῇ· ἐὰν δὲ αὐξήσῃ τὴν σάρκα, ἐς ἄλλον μετοικίζεται οἶκον. περιτυγχάνει δὲ τοῖς προειρημένοις πολλοῖς.
寄居蟹生来赤裸无壳,却为自己择取甲壳,作为栖居的最佳房舍。它们若遇到空置的紫螺壳或旋螺壳,便钻入其中。只要甲壳尚能容纳自身,它便安于这处居所;但若其肉体长大,便迁徙至另一所房屋。它们会遇到许多前述的螺壳。
οἱ δὲ στρόμβοι καὶ βασιλέα ἔχουσι, καὶ μάλα γε εὐπειθῶς ἄρχονται. καὶ ὁ μὲν βασιλεὺς οὗτος μεγέθει μέν ἐστι μέγιστος, κάλλιστος δὲ κάλλος. καὶ εἰ μὲν εἴη οἱ καταδῦναι λῷον, ἔδρασε τοῦτο πρώτιστος·3 εἰ δὲ ἀναδῦναι, καὶ τοῦδε ἄρχει· μετακινουμένῳ δὲ ἕπονται καὶ οἱ λοιποί. ὅστις δʼ ἂν ἕλῃ τόνδε τὸν βασιλέα, ὅτι ἄμεινον πράξει καλῶς οἶδε. καὶ μέντοι καὶ εἴ τις ἴδοι θηρώμενον, εὐθυμότερος ἀπῆλθεν, ὥς τι χρηστὸν καὶ ἐκεῖνος ἕξων. ἐν Βυζαντίῳ δὲ καὶ ἆθλον πρόκειται τῷ θηράσαντι τὸν προειρημένον· διδόασι δὲ οἱ συνθηραταὶ δραχμὴν Ἀττικὴν ἕκαστος τῷ ἑλόντι, καὶ τό γε ἆθλον τοῦτό ἐστιν.
旋螺亦拥有一位首领,且极其顺服地接受统治。这位首领体型最为庞大,外表最为俊美。若潜入深处更为适宜,它必率先施行;若浮上水面,亦由它领头;一旦它移动,其余螺类便紧随其后。凡捕得这位首领之人,皆深知自己必交好运。甚至若有人目睹其被捕获,离去时亦精神振奋,以为自己亦将蒙受吉兆。在拜占庭,捕获前述首领者可获赏赐:同行捕捞之人每人须付给捕得者一枚阿提卡德拉克马银币,这便是其赏金。
τοὺς ἐχίνους ὁ κλύδων κυλίων ἐς τὰ ἔξω καὶ προσαράττων τῷ ξηρῷ τῆς θαλάττης βιαιότατα ἐκβάλλει. τοῦτο τοίνυν ἐκεῖνοι δεδιότες, ὅταν αἴσθωνται φρίττον τὸ κῦμα καὶ μέλλον ἁδρότερον ὑπανίστασθαι, ταῖς ἀκάνθαις ἀναιροῦνται λιθίδια, ὅσα εὔκολά ἐστι φέρειν αὐτοῖς, καὶ ἔχουσιν ἕρμα,4 καὶ οὐ ῥᾳδίως κυλίονται, οὐδὲ πάσχουσιν ὃ δεδοίκασιν.
海浪将海胆向外翻卷,猛烈撞击陆地干燥之处,将它们强行抛出海面。海胆深惧此事,故每当察觉波涛涌起、将要变得更为狂暴之时,便以硬刺捡拾细石——以自身易于负担为度——作为压舱之物,如此便不易被翻卷,亦不至遭受其所畏惧之难。
- 7.28τοῦ Διονύσου τιμωροῦντος τῷ πρώτῳ γεωργῷ τῶν ἑαυτοῦ φυτῶν
动词 τιμωρέω 支配与格(此处为 τῷ πρώτῳ γεωργῷ)时表示“替某人复仇”“为……雪恨”,而支配宾格时才表示“惩罚某人”。此处为独立属格结构,指狄俄倪索斯为他植物的最早栽培者复仇。
- 7.29ὅτου ὠνήσωνται οὐκ ἔχοντες
关系代词 ὅτου 用作表示价格或代价的属格(意为“以此购买之资”),后面的 ὠνήσωνται 则是受 οὐκ ἔχοντες(“毫无办法/手段”)支配的目的性关系分句或审慎性虚拟式,整个结构意为“没有可以用以采购之资”。
- 7.32εἰ μὲν εἴη οἱ καταδῦναι λῷον, ἔδρασε τοῦτο πρώτιστος
此句为混合条件句,条件从句采用表示一般泛指或惯常可能性的祈愿式(εἴη),主句则采用格言性不定过去时直陈式(ἔδρασε),用以表述该生物固有的习性规律:“若潜入对其而言更为适宜,它必率先施行。”附着词 οἱ 为第三人称单数与格代词(相当于 αὐτῷ)。
- 7.33ταῖς ἀκάνθαις ἀναιροῦνται λιθίδια, ὅσα εὔκολά ἐστι φέρειν αὐτοῖς, καὶ ἔχουσιν ἕρμα
动词 ἀναιροῦνται 为中间态,表示“为自身拾起”。名词 ἕρμα 则作 ἔχουσιν 的宾补(述语宾格),构成“将它们(小石)用作压舱物而握持之”的句法关系。
