- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:7.34-7.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃利安记述了紫螺因贪食而被捕获的情形、海百脚与海葵的螫刺特性、大象撤退时的严整护幼阵型及波罗斯国王坐骑大象的忠义之举,继而提及在马拉松战役中立功的军犬及其画像,并引用多位诗人的作品论证雌鹿亦会长角。
ἡ πορφύρα λίχνον ἐστὶν ἰσχυρῶς, καὶ ἔχει γλῶτταν προμηκεστέραν, καὶ διείρει διὰ παντὸς οὗπερ ἂν καὶ δύνηται, καὶ διὰ ταύτης ἕλκει ὅσα ἐσθίει, καὶ διὰ ταύτης δὲ ἁλίσκεται. καὶ ὁ τρόπος τῆς θήρας ἐκεῖνός ἐστι. διαπλέκεται κυρτὶς μικρὰ μέν, πυκνὴ δέ· καὶ ἐντὸς ἔχει στρόμβον, καὶ διεῖρται οὗτος ἐν τῇ κυρτίδι μέσῃ. ἀγώνισμα οὖν τῇ πορφύρᾳ διατεῖναι τὴν γλῶττάν ἐστι καὶ ἐφικέσθαι αὐτοῦ· καὶ ἀνάγκη πᾶσαν αὐτὴν προβάλλειν, εἰ μέλλοι μὴ ἁμαρτήσεσθαι οὗ γλίχεται. καὶ ἐμβαλοῦσα τὴν γλῶτταν ἐκμυζᾷ, εἶτα διῴδησεν αὐτῇ ἡ γλῶττα ὑπὸ πλησμονῆς, καὶ ἐξελκύσαι ἀδύνατός ἐστιν αὖθις. μένει τοίνυν ἁλοῦσα, καὶ ὁ πορφυρεὺς αἰσθόμενος ἐθήρασε δεύτερος τὴν ὑπὸ τῆς λιχνείας προῃρημένην.1
紫螺极其贪食,有一根较长的舌头,它能穿过任何可能穿过的缝隙,借由这条舌头吸取所食之物,但亦因它而被捕获。捕捞它的方法如下:编织一个形体虽小却十分密致的竹篓,里面放有一只旋螺,且固定在竹篓的正中。因此,紫螺要伸出舌头够到它乃是一桩难事;若不想错失所垂涎之物,它就必须将舌头全部伸向前方。舌头插进其中吮吸之后,便因饱食而肿胀起来,再也无法将其缩回。于是它便被困于其中;紫螺捕捞者察觉之后,便作为继捕者捕获了这只先已被自身贪食所捕获之物。
σκολόπενδρα θαλάττιον θηρίον, καὶ τῷ χερσαίῳ ὅσα ἰδεῖν ὁμοιότατόν ἐστιν· εἰ δὲ αὐτῆς προσάψαιτο ἀνθρωπεία σάρξ, ὀδαξᾶταί τε παραχρῆμα καὶ κνησιᾷ, καὶ πάσχει τοιαῦτα, ὁποῖα καὶ ὑπὸ τῆς βοτάνης, ἣν καλοῦσι κνίδην. ποιοῦσι δὲ καὶ ἀκαλῆφαι κνησμονήν, ἀλλὰ οὔπω τοσοῦτον. εἰσὶ δὲ ἐδώδιμοι μᾶλλον διελθούσης ἰσημερίας αἱ ἀκαλῆφαι.
海百脚是一种海洋生物,外表与陆生蜈蚣极其相似。若人肉触碰到它,立即会感到如被咬噬般的灼痛与瘙痒,其症状宛如被名为荨麻的草本植物所刺。海葵亦会引起发痒,但尚不至如此严重;秋分过后,海葵则更适宜食用。
ὅταν ὑπὸ τῶν θηρατῶν ὡς ἐν πολέμῳ στρατιῶται τραπῶσιν οἱ ἐλέφαντες καὶ ἐς φυγὴν ὁρμήσωσιν, οὐ φεύγουσι διῃρημένοι οὐδὲ καθʼ ἕνα, ἀλλὰ κοινῇ, καὶ πιέζουσιν ἀλλήλους τῶν συννόμων ἐχόμενοι. καὶ κύκλῳ μὲν οἱ νέοι, ὡς εἰπεῖν, τὸ μαχιμώτατον, ἐν μέσῳ δὲ οἱ γεγηρακότες καὶ αἱ μητέρες, ὑπὸ ταύταις δὲ τὰ πώλια, ἑκάστη τὸ ἴδιον ἀποκρύπτουσα· καὶ ὁρῶνταί γε οἵδε οἱ μικροὶ σπανιώτατα. ἀθρόους δὲ αὐτοὺς ἐὰν θεάσωνται καὶ λέοντες, ἢ φεύγουσι προτροπάδην ἢ ἄλλος ἄλλῃ κατέπτηξαν ὡς νεβροί, τοὺς ἐλέφαντας οἱ τέως φοβεροὶ καὶ ἐκπληκτικοὶ καταδείσαντες. οὐκ ἀνθίσταται δὲ τοῖς διώκουσιν ἐλέφας, εἰ μή ποτε ἄρα ὑπὲρ τῶν τέκνων καὶ τῶν νοσούντων. ἐνταῦθα δὲ ἄμαχός ἐστιν.
当大象如同战阵中的士兵一般被捕猎者击溃而奔逃时,它们绝不离散或单独逃窜,而是结成一体,紧挨着同伴、相互依偎前行。环绕在外圈的,可以说是最具战斗力的年轻大象;处于中央的则是老弱与母象,母象身下则护着幼象,每位母象皆遮蔽着自己的幼崽;因此,人们极少能够见到这些幼小的幼象。即便群狮若望见它们聚成一团,亦会仓皇奔逃,或如幼鹿般各奔东西、惊恐蜷缩,昔日令人畏惧威严的雄狮,亦对大象畏怯不已。大象通常不会反抗追击者,除非是为了自己的幼崽或患病的同伴;在那时,它便势不可挡。
Πώρου τοῦ τῶν Ἰνδῶν βασιλέως ὁ ἐλέφας ἐν τῇ πρὸς Ἀλέξανδρον μάχῃ τετρωμένου πολλὰ ἡσυχῆ καὶ μετὰ φειδοῦς τῇ προβοσκίδι ἐξῄρει τὰ ἀκόντια, καὶ μέντοι καὶ αὐτὸς τετρωμένος πολλὰ οὐ πρότερον εἶξε πρὶν ἢ συνεῖναι2 ὅτι ἄρα ὁ δεσπότης αὐτῷ διὰ τὴν ῥοὴν τοῦ αἵματος τὴν πολλὴν παρεῖται καὶ ἐκθνήσκει. οὐκοῦν ἑαυτὸν ὑπέκλινε, καὶ ὀκλάσας ἔμεινεν, ἵνα μὴ ἄνωθεν πεσὼν ὁ Πῶρος εἶτα μέντοι κακωθῇ τὸ σῶμα ἐπὶ μᾶλλον.
印度国王波罗斯的大象在对阿历山大的战斗中,当主人身负多处重伤时,它用长鼻轻缓而细心地拔出那些标枪;尽管它自身亦受了重创,却并不退缩屈服,直到察知主人因大量流血而已然脱力昏厥。于是它伏下身躯,屈膝跪卧,免得波罗斯从高处跌落而使身躯遭受更重的创伤。
Ὑρκανοῖς καὶ Μάγνησιν οἱ κύνες συνεστρατεύοντο, καὶ ἦν καὶ τοῦτο συμμαχικὸν ἀγαθὸν αὐτοῖς καὶ ἐπικουρικόν. συστρατιώτην δέ τις Ἀθηναῖος ἐν τῇ μάχῃ τῇ ἐν Μαραθῶνι ἐπήγετο κύνα, καὶ γραφῇ εἴκασται ἐν τῇ Ποικίλῃ ἑκάτερος, μὴ ἀτιμασθέντος τοῦ κυνός, ἀλλὰ ὑπὲρ τοῦ κινδύνου μισθὸν εἰληφότος ὁρᾶσθαι σὺν τοῖς ἀμφὶ τὸν Κυνέγειρον καὶ Ἐπίζηλόν τε καὶ Καλλίμαχον. ἔστι δὲ καὶ οὗτοι καὶ ὁ κύων Μίκωνος γράμμα. οἳ δὲ οὐ τούτου, ἀλλὰ τοῦ Θασίου Πολυγνώτου φασίν.
在吉尔卡尼亚人与马格内西亚人中,犬曾与士兵一同出征,此乃他们的一支得力盟友与援兵。在马拉松战役中,一位雅典人亦带了一只犬作为战友,在彩绘柱廊的画卷中,一人一犬皆被描绘在列。那只犬并未蒙受贬抑,反而因其所冒的凶险而获得奖赏,得以与库奈戈伊罗斯、埃庇泽罗斯及卡利马科斯等人同入画幅。这些人物与这只犬乃是米孔的画作;但亦有人声称此画并非出自他之手,而是萨索斯的波吕格诺托斯所作。
ὅσοι λέγουσι θῆλυν ἔλαφον κέρατα οὐ φύειν, οὐκ αἰδοῦνται τοὺς τοῦ ἐναντίου μάρτυρας, Σοφοκλέα μὲν εἰπόντα "νομὰς τέ τις κεροῦσσʼ ἀπʼ ὀρθίων πάγων καθεῖρπεν ἔλαφος·" καὶ πάλιν "ἄρασα μύξας καὶ κερασφόρους στόρθυγγας εἷρφʼ ἕκηλος." καὶ ταῦτα μὲν ὁ τοῦ Σοφίλλου ἐν τοῖς Ἀλεάδαις· ὁ δὲ Εὐριπίδης ἐν τῇ Ἰφιγενείᾳ "ἔλαφον δʼ Ἀχαιῶν χερσὶν ἐνθήσω φίλαις κεροῦσσαν, ἣν σφάζοντες αὐχήσουσι σὴν σφάζειν θυγατέρα." ἐν δὲ τοῖς Τημενίδαις τὸν Ἡράκλειον ἆθλον κέρατα ἔχειν ὁ αὐτὸς Εὐριπίδης φησί, τὸν τρόπον τόνδε ᾅδων "ἦλθεν δʼ ἐπὶ χρυσόκερων ἔλαφον, μεγάλων ἄθλων ἕνα δεινὸν ὑποστάς, κατʼ ἔναυλʼ ὀρέων ἀβάτους ἐπί τε λειμῶνας ποίμνιά τʼ ἄλση." ὁ δὲ Θηβαῖος μουσοποιὸς ἔν τινι τῶν ἐπινικίων ὑμνεῖ λέγων "Εὐρυσθέος ἔντὐ ἀνάγκα πατρόθεν χρυσόκερων ἔλαφον θήλειαν ἄξονθʼ." καὶ Ἀνακρέων ἐπὶ θηλείας φησίν "οἷά τε νεβρὸν νεοθηλέα γαλαθηνόν, ὅς τʼ ἐν ὕλῃ κεροέσσης ὑπολειφθεὶς ὑπὸ μητρὸς ἐπτοήθη." πρὸς δὲ τοὺς μοιχῶντας τὸ λεχθὲν καὶ μέντοι καὶ φάσκοντας δεῖν ἐροέσσης γράφειν ἀντιλέγει κατὰ κράτος Ἀριστοφάνης ὁ Βυζάντιος, καὶ ἔμεγε αἱρεῖ τῇ ἀντιλογίᾳ.3
凡说雌鹿不长角的人,皆是对相反证据的见证者毫无顾忌。索福克勒斯曾言: “一头觅食的生角牝鹿,从峻峭的山崖蜿蜒而下;”又言: “它抬起鼻吻与角状的骨刺,安然行过。” 这乃是索菲洛斯之子在《阿莱阿斯之子》中所述;而欧里庇得斯在《伊菲革涅亚》中亦言: “我将把一头长角的鹿交入阿开奥斯人亲爱的手中,他们在宰杀它时,将自夸是在宰杀你的女儿。” 在《忒墨诺斯之后》中,同一位欧里庇得斯亦称赫拉克勒斯的功业之鹿长有双角,他如此咏道: “他前去追寻金角的牝鹿,承担起宏大劳业中凶险的一桩,踏遍山涧的溪流、杳无人迹的草甸与牧羊的树林。” 那位忒拜的诗人在一首凯旋诗中亦赞颂道: “出于欧律斯透斯源自其父之命的强迫,前去带回那头生有金角的牝鹿。” 阿那克里翁谈及牝鹿时亦言: “宛如一只娇嫩吸乳的幼鹿,在林中被其生角的母鹿所遗落,心惊胆战。” 针对那些窜改此诗句、甚至声称应当将‘生角的’改作‘可爱的’之人,拜占庭的阿里斯托芬进行了强有力的反驳,其论辩使我完全信服。
- 7.34ἐθήρασε δεύτερος τὴν ὑπὸ τῆς λιχνείας προῃρημένην
形容词 δεύτερος 用作谓语修饰语(意为“作为第二者”、“继而”),与前面的分词 προῃρημένην(源自 προαιρέω,“预先捕获”)相呼应。修辞上强调紫螺早已被自身的贪婪所困捕,因而渔夫只是顺势而为的“第二位捕获者”。
- 7.37οὐ πρότερον εἶξε πρὶν ἢ συνεῖναι
接在否定主句(οὐ πρότερον εἶξε)之后的时间从句结构,采用 πρὶν ἤ 接不定式(συνεῖναι)。在古典阿提卡散文中,主句为否定时通常用虚拟式或直陈式过去时,但在后世希腊语散文中,πρὶν (ἤ) 搭配不定式的结构在否定句后亦十分普遍。
- 7.39ἔμεγε αἱρεῖ τῇ ἀντιλογίᾳ
动词 αἱρέω 的转义用法,意为“说服”、“折服”或“赢得认可”。它以宾格 ἔμεγε 为直接宾语,并附带表示手段的与格 τῇ ἀντιλογίᾳ(“以其反驳”)。
