- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:7.25-7.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述了西西里小狗揭露奸夫的逸事、山羊防备人唾及预知屠宰的聪慧,以及绵羊顺从的本性与借助风向控制后代性别的习性。
ἄνθρωποι. ζηλοτυπίαν ζῴου φρονιμωτάτου καὶ μέντοι καὶ σωφρονεστάτου ἄνω που οἶδα εἰπών ʽπορφυρίων δὲ ἄρα τὸ ζῷον ἦν, εἴ τι παρʼ ἡμῖν μνήμης ὑγιές ἐστινʼ, ἤδη δὲ καὶ κυνίδιον μοιχοῖς πολέμιον καὶ ἔχθιστον τῷδε τῷ φύλῳ πέπυσμαι Σικελικόν. ὁ μὲν μοιχὸς ἔνδον ὑπεκέκρυπτο, τῆς γυναικὸς τῆς μάχλου πυθομένης ἥκειν τὸν ἄνδρα ἐξ ἀποδημίας, καὶ ὥς γε ᾤετο σκέπης ἐν καλῷ ἦν·1 οἱ γάρ τοι τῶν οἰκετῶν δεκασθέντες, ὅσοι γοῦν τῇ δεσποίνῃ τὸ κακὸν συναπέκρυπτον ʽἦσαν δὲ ἄρα ὅσοι κατόπτρων καὶ μύρων ἐπιστάται, φησὶν Εὐριπίδης, καὶ οἱ θυρωροὶ δέʼ εἶτα μέντοι θαρρεῖν ἐποίουν τὸν τῆς εὐνῆς κλῶπα. οὐ μὴν ἀπήντησε ταύτῃ ταῦτα, ἐπεὶ καὶ πολλοῦ δεῖ· τὸ γάρ τοι κυνίδιον ὑλακτεῖ τε ἅμα καὶ μέντοι καὶ ταῖς θύραις τοὺς πόδας προσαράττει, ὡς ἐκπλῆξαι τὸν δεσπότην καὶ συμβαλεῖν ἐκ τοῦ δρωμένου κακὸν εἶναί τι ὑπολανθάνον. καὶ οἷα εἰκὸς τὰς θύρας ἐκβαλὼν τὸν μοιχὸν καταλαμβάνει. καὶ εἶχε ξίφος ἐκεῖνος, καὶ νύκτα ἀνέμενεν, ἵνα ἀποκτείνῃ τῆς οἰκίας τὸν δεσπότην καὶ τὴν προειρημένην ὑπογήμῃ γυναῖκα.
人。我记得在前面某处曾论及一种极聪颖且极节制的动物的嫉妒(若我记忆无误,那动物正是紫水鸡);而如今我又听说有一只西西里小狗与奸夫为敌,对此类人深恶痛绝。奸夫原本躲藏在屋内,因那淫荡的妇人得知丈夫旅行归来,而奸夫自以为处于极佳的庇护之中;盖被收买的家仆们——至少是那些协助女主人隐匿罪恶的人(诚如欧里庇得斯所言,他们乃是执掌镜子与香膏的仆役,兼有看门之人)——令这偷床盗榻之徒安下心来。然而事情绝未如其所愿,实相去甚远;盖那只小狗一边狂吠,一边用爪子撞击房门,从而惊动了主人,使他从其举动中料想必有某种祸患潜伏于内。主人便理所当然地撞开房门,当场擒获了奸夫。那人手持利刃,正等待夜幕降临,以便杀死一家之主,而后娶前述妇人为妻。
σοφὰ δὲ αἰγῶν ἐστι καὶ ἐκεῖνα. πτύελον ἀνθρώπου θανατηφόρον εἶναι ζῴῳ ἑτέρῳ καλῶς ἴσασι καὶ φυλάττονται, ὥσπερ οὖν καὶ ἡμεῖς πειρώμεθα ἀποδιδράσκειν ὅσα ἀνθρώπῳ κακόν ἐστιν, εἴπερ οὖν ἀπογεύσαιτο αὐτῶν. ἤδη μέντοι τις καὶ ἄνθρωπος ἀγνοῶν καὶ λαθών τι κακὸν κατέπιεν, αἱ δὲ αἶγες, οὐκ ἂν αὐτὰς λάθοι τὸ προειρημένον. ἀποκτείνειν δὲ καὶ τὰς θαλαττίας σκολοπένδρας τὸ αὐτὸ δήπου πτύελον δεινότατόν ἐστι. μέλλουσα δὲ ἡ αἲξ ἀποσφάττεσθαι σαφῶς οἶδε. καὶ τὸ μαρτύριον, οὐκ ἂν ἔτι τροφῆς προσάψαιτο. οὐκ ἀξιοῖ δὲ προβάτων οὐραγεῖν, ἀλλὰ ἡγεῖσθαι αὐτὴν δεῖν καὶ ἐκ τῆς βαδίσεως ὁμολογεῖ. προθεῖ γοῦν ἐκείνων, καὶ μέντοι καὶ αὐτῶν τῶν αἰγῶν ὁ τράγος, τῷ γενείῳ θαρρῶν καὶ κατά τινα φύσιν θαυμαστὴν τοῦ θήλεος προκρίνων τὸ ἄρρεν.
山羊亦有此等聪慧之举。它们深知人的唾液对其他动物而言乃致命之毒,并对此加以戒备,正如我们也会竭力避开人若尝到便对其有害之物一般。人有时尚且会因不知情或疏忽而吞下毒物,但山羊决不会对前述之物失察。同样的唾液在杀死海蜈蚣方面亦极为可怖。当母山羊即将被宰杀时,它能清晰预知;其证据便是它绝不再触碰任何食物。它不屑于走在绵羊后面压阵,而是通过步态表明自己应当领头。无论如何,它奔跑在它们前头;而公山羊则奔跑在山羊群的前头,依仗着颌下的胡须,并依某种神异的天性将雄性置于雌性之上。
Εὐπειθέστατα δὲ ἄρα τῶν ζῴων τὰ πρόβατα ἦν καὶ ἄρχεσθαι φύσει πεπαιδευμένα. ὑπακούει γοῦν καὶ τῷ νομεῖ καὶ τοῖς κυσί, καὶ μέντοι καὶ ἕπεται ταῖς αἰξί. φιλεῖ δὲ καὶ ἄλληλα ἰσχυρῶς, καὶ ὑπό γε τῶν λύκων ἐπιβουλεύεται ἧττον· οὐ γὰρ πλανᾶται ἰδίᾳ ἕκαστον, οὐδὲ μὴν ἀπὸ τοῦ συννόμου σχίζεται, ὥσπερ οὖν αἱ αἶγες. λέγουσι δὲ Ἄραβες ὅτι ἄρα τὰ παρʼ αὐτοῖς ποίμνια πιαίνεται ὑπὸ μουσικῆς μᾶλλον ἢ ὑπὸ τοῦ χιλοῦ. τῶν δὲ ἁλμυρῶν ἐσθίει ἥδιον· ποιεῖται γὰρ τὴν τοιαύτην τροφὴν ποτοῦ ὄψον. τά γε μὴν πρόβατα κἀκεῖνο οἶδεν, ὅτι αὐτοῖς ὁ βορρᾶς καὶ ὁ νότος συμμάχονται πρὸς τὸ τίκτειν οὐ μεῖον τῶν ἀναβαινόντων αὐτὰ κριῶν· οἶδε δὲ καὶ τοῦτο, ὅτι ἄρα ὁ μὲν βορρᾶς ἀρρενοποιός ἐστιν, ὁ δὲ νότος θηλυγόνος εἶναι πέφυκε· καὶ ἐὰν δέηται τοῦδε τοῦ ἐκγόνου ἢ τοῦδε ὀχευομένη ἡ οἶς, πρὸς τὸν ἀπέβλεψεν ἢ πρὸς τόν.2 Ἀχιλλεὺς μὲν οὖν ἵνα ὁ φίλος αὐτῷ κείμενος ἐπὶ τῆς πυρᾶς καυθῇ, καὶ εὐχῆς ἐδεῖτο, καὶ ἡ Ἶρις παρεκάλει τοὺς ἀνέμους αὐτῷ, ὦ καλὲ Ὅμηρε, καὶ ὑπισχνεῖτο ἥκουσιν ἱερουργίαν οἱονεὶ μισθόν, καὶ ὁ τοῦ Νεοκλέους3 δὲ Ἀθηναίους ἐδίδασκε θύειν τοῖς πνεύμασίν· αἱ δὲ οἶς ἀπραγμόνως τοὺς ἀνέμους ἐς ὠδῖνα τὴν σφετέραν ὑπηρέτας ἑτοίμους καὶ ἀκλήτους ἔχουσι. σκοποὶ δὲ ἄρα τούτων εἰσὶ καὶ οἱ ποιμένες ἀγαθοί. ὅταν γοῦν ὁ νότος πνέῃ, τότε τοὺς κριοὺς ἐπὶ τὰς οἶς ἄγουσιν, ἵνα ἡ γονὴ θηλυγόνος ᾖ αὐτοῖς μᾶλλον.
绵羊乃是动物中最顺服者,生来便受驯化以便受支配。它们既听从牧人与群犬,甚至亦追随山羊。它们彼此亲密无间,故而较少遭受群狼的算计;因它们并不各自单独游荡,亦不离开同类群体,不像山羊那样。阿拉伯人言道,他们那里的羊群听闻乐声比吞食草料更能长得肥硕。它们更喜食带有盐分之物,因它们将此类食物作为饮水的佐餐。绵羊亦深知此事:北风与南风在助其繁衍方面,其作用不亚于攀爬在它们身上的公羊;它们还知晓,北风主生雄性,南风天生主生雌性;当母羊受孕交配之际,若欲得此种或彼种后代,便将目光投向此风或彼风。阿喀琉斯为了使躺在柴堆上的友人得以焚化,尚且需要祈祷,高贵的荷马啊,伊里斯替他召唤众风,并许诺若它们到来便举行祭祀以作酬劳;尼奥克勒斯之子亦曾教导雅典人向诸风献祭;然而母羊却毫不费力地拥有诸风作为现成且无需召唤的侍从,以助其分娩。牧人亦是这些征象的优秀观察者。每当南风吹拂之时,他们便将公羊引向母羊,以便使其产下更多的雌性后代。
- 7.25σκέπης ἐν καλῷ ἦν
成语结构“ἐν καλῷ + 属格”表示“处于对……有利/适宜的境地”,在此处意为“处于安全隐蔽的庇护之中”。
- 7.27πρὸς τὸν ἀπέβλεψεν ἢ πρὸς τόν
冠词 τὸν 保留了指示代词的用法(“此或彼”),与 ἤ 呼应。陈述语气不定过去时 ἀπέβλεψεν 用在一般条件从句(ἐὰν δέηται)的归结从句中,充当格言式不定过去时(gnomic aorist),表示惯常发生或反复出现的习性。
- 7.27ὁ τοῦ Νεοκλέους
带有 υἱός(儿子)省略的父名省略表达,指代“尼奥克勒斯之子”(即地米斯托克利)。
