← 克劳狄乌斯·埃利安

论动物的本性

§7.22-7.24

阔口鬣狗的狡计与雄狮复仇及螃蟹的智慧

本节讲述了阔口鬣狗模仿人声诱杀伐木者的诡计,一头雄狮在一年后准确辨认并手刃仇敌的惊人复仇心,以及螃蟹在博斯普鲁斯海峡借由陆路避开湍急水流的智慧与渔夫的仁心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.22

κακόηθες δὲ ἄρα καὶ ὕαινα ἦν καὶ ὅν φασι κοροκότταν. ἡ γοῦν ὕαινα πρὸς τὰ αὔλια νύκτωρ φοιτᾷ, καὶ μιμεῖται τοὺς ἐμοῦντας. ἀκούοντες δὲ οἱ κύνες προσίασιν ὡς ἐπʼ ἄνθρωπον· ἣ δὲ αὐτοὺς συλλαμβάνει καὶ ἐσθίει. πανουργίαν δὲ κοροκόττα, ἣν ἤκουσα καὶ αὐτήν, ἔοικα λέξειν νῦν.1 ἐς τοὺς δρυμοὺς ἑαυτὸν ἐγκρύψας εἶτα μέντοι τῶν ὑλουργούντων ἀκούει καλούντων ἀλλήλους ἐξ ὀνόματος καὶ μέντοι καὶ λαλούντων ἄττα. εἶτα μέντοι μιμεῖται τὰς φωνάς, καὶ φθέγγεται, εἰ καὶ μυθῶδες τὸ εἰρημένον, ἀνθρωπίνῃ γοῦν φωνῇ, καὶ καλεῖ τὸ ὄνομα ὃ ἤκουσε. καὶ ὁ κληθεὶς πρόσεισιν, ὃ δὲ ἀναχωρεῖ καὶ πάλιν καλεῖ· ὃ δὲ καὶ μᾶλλον κατὰ τὴν φωνὴν ἔρχεται. ὅταν δὲ αὐτὸν τῶν συμπονούντων ἀπαγάγῃ καὶ ἔρημον ἀποφήνῃ, συλλαβὼν ἀπέκτεινε καὶ ποιεῖται τροφὴν τὸ ἐντεῦθεν φωνῇ δελεάσας.2

鬣狗以及所谓的阔口鬣狗同样极具恶意。鬣狗夜间前往羊圈,模仿人类呕吐的声音;犬群听到后便如奔向人一般迎上前去,它却将它们捕获并吞食。至于阔口鬣狗的狡诈,我也曾听闻其事,如今我似将言说。它将自己隐匿在林莽之中,倾听伐木工人直呼彼此姓名并闲谈诸事。随后它便模仿其声音,虽说此事听来宛若神话,它终究是以人声说话,呼唤所听到的名字。被呼唤者闻声走近,它便退后并再次呼唤;那人便循着声音越走越近。当它将其引离同行劳作之人并使之陷入落单之时,便扑上前去将其杀死,由此在以声音将其诱惑之后将其作为食物。

§7.23

ἀμύνεσθαι δὲ τὸν προαδικήσαντα ὁ λέων οἶδε, καὶ εἰ μὴ παραχρῆμα αὐτῷ τιμωρήσειεν, "ἀλλά γε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, ἐν στήθεσσιν ἑοῖσιν.3" καὶ τούτου μαρτύριον Ἰόβας ὁ Μαυρούσιος ὁ τοῦ παρὰ Ῥωμαίοις ὁμηρεύσαντος πατήρ. ἤλαυνέ ποτε διὰ τῆς ἐρήμης ἐπί τινα ἔθνη τῶν ἀποστάντων, καί τις αὐτῷ τῶν παραθεόντων μειρακίσκος εὐγενὴς μὲν καὶ ὡραῖος ἤδη δὲ καὶ θηρατικὸς λέοντά πως παρὰ τὴν ὁδὸν ἐκφανέντα ἀκοντίῳ βάλλει, καὶ σκοποῦ μὲν ἔτυχε καὶ ἔτρωσεν, οὐ μὴν ἀπέκτεινε. κατὰ σπουδὴν δὲ τῆς ἐλάσεως οὔσης, τὸ μὲν θηρίον ἀνεχώρησε, παρέδραμε δὲ καὶ ὁ τρώσας καὶ οἱ λοιποί. ἐνιαυτοῦ γε μὴν διελθόντος ὁλοκλήρου ὁ μὲν Ἰόβας κατορθώσας ἐφʼ ἃ ἐστάλη, τὴν αὐτὴν ὑποστρέφων ἔρχεται κατὰ τὸν τόπον, ἔνθα ἔτυχεν ὁ λέων τρωθείς. καὶ ὄντος πλήθους παμπόλλου πρόσεισι τὸ θηρίον ἐκεῖνο, καὶ τῶν μὲν ἄλλων ἀπέχεται, συλλαμβάνει δὲ τὸν τρώσαντα πρὸ ἐνιαυτοῦ, καὶ τὸν θυμόν, ὅνπερ οὖν παρὰ τὸν χρόνον τὸν προειρημένον ἐφύλαττεν, ἀθρόον ἐκχεῖ καὶ διασπᾷ τὸ μειράκιον γνωρίσας. ἐτιμώρησε δὲ οὐδείς, φοβηθέντες ὀργὴν λέοντος ἰσχυρὰν καὶ δεινῶς ἐκπληκτικήν· ἄλλως τε καὶ ἡ πορεία ἤπειγεν.

狮子深知报复先侵害自己之人,纵使未能当场加以惩治,“然其怨怒长留心底,直至达成所愿。” 此事的明证乃是毛里塔尼亚的尤巴,即那位曾在罗马人处充当人质之人的父亲。他曾率军穿过荒漠征伐某些叛乱部族,在从旁随行者中有一位年轻后生——出身高贵、容貌英俊,且已精于狩猎——见路旁不知何故窜出一头狮子,便投出标枪;他虽击中目标并伤及狮子,却未致其于死地。因行军匆促,野兽退入深处,伤狮者与其余众人亦策马前行。当整整一年过去,尤巴办妥受命之事务,沿原路返回至当年狮子负伤之处。虽有浩浩荡荡的大队人马在场,那头猛兽却径直迎上前来;它丝毫不犯旁人,唯独擒拿了一年前伤它的那个人,将前述漫长岁月中所积蓄的怒火倾泻一空,辨认出那名青年后将其撕成碎片。由于畏惧狮子那凶猛骇人的狂怒,无人敢于相救;加之行军亦甚为急促。

§7.24

καρκίνων γένη διάφορα καὶ φῦλα ποικίλα ἀκούω εἶναι. καὶ γὰρ οὖν καὶ πετραῖοί εἰσιν· ἀλλὰ καὶ πηλοὶ τίκτουσι καρκίνους, καὶ φυκία καὶ ψάμμος. ἰδέαι τε αὐτῶν καὶ ἐπωνυμίαι πολλαί. πλανῶνται δὲ δεῦρο καὶ ἐκεῖσε οἱ καλούμενοι δρομίαι ʽὧδε γὰρ καλεῖν αὐτοὺς πρεπωδέστατονʼ· ἀτρεμεῖν γὰρ καὶ ἡσυχάζειν ἐπὶ τῆς αὐτῆς χώρας οὔτε ἐθέλουσιν οὔτε πεφύκασιν, ἀλλὰ περὶ τοὺς αἰγιαλοὺς ἀλῶνται, ὅθενπερ καὶ ἐξέφυσαν· ἤδη δὲ καὶ στέλλονται πορρωτέρω, ὥσπερ οὖν οἱ τῶν ἀνθρώπων φιλαπόδημοι. ὑπόθεσις δὲ αὐτοῖς τῆς τοσαύτης ἄλης τὸ ἐθέλειν πλείονός τινος ἀπολαῦσαι. ἐν δὲ τῷ Θρᾳκίῳ Βοσπόρῳ ἐπειδὰν τὸ ῥεῦμα βίαιον ἐκ τοῦ Πόντου καταφέρηται, βούλονται μὲν οἱ καρκίνοι πρὸς ἐναντίον ὠθούμενοι τὸν ῥοῦν βαδίζειν, ταῖς δὲ ἄκραις ὡς τὸ εἰκὸς βιαιότερον τὸ ῥεῦμα περιρρήγνυται. τοὺς οὖν καρκίνους ὠθήσει τε πάντως καὶ ἀνατρέψει, εἰ μέλλοιεν ἰέναι τῷ ῥῷ ὁμόσε. οἳ δὲ ταῦτα προΐσασι, καὶ ἐπειδὰν ἀφίκωνται τῆς ἄκρας πλησίον, ἕκαστος ἔν τινι κολπώδει χωρίῳ ἐπέχει, καὶ τοὺς λοιποὺς ἀναμένει. εἶτα ἀθροισθέντες ἐν ταὐτῷ προσανέρπουσιν ἐς τὴν γῆν, καὶ ἀναρριχῶνται ἐπὶ τοὺς κρημνούς, καὶ τὸ μάλιστα ῥοῶδες καὶ βίαιον τοῦ πελάγους πεζοὶ διέρχονται. εἶτα ἔξω τῆς ἄκρας γενόμενοι καὶ παραμείψαντες αὐτὴν ἐς τὴν θάλατταν κατίασιν αὖθις. φείδονται δὲ αὐτῶν οἱ ἁλιεῖς, ὅτι ἑκόντες ἐπὶ τὴν γῆν προσέρπουσι, σωθῆναι δεόμενοι ὁμοῦ αὐτοῖς. οὔκουν ὑπομένουσι τοῦ κλύδωνος ἀγριώτεροι δοκεῖν οἱ4

我听说蟹的种类繁多、品类不一。确实有岩石蟹,而淤泥、海藻与沙地亦能孕育蟹类;其形态与名称甚多。所谓的“疾步蟹”四处游荡(如此称呼它们最为恰当),盖因它们既不愿也生来不安于停驻原地,而是徘徊于孕育它们的海岸四周;甚至它们还会远涉他方,正如酷爱游历的人类一般。此般长途漫游之因由,乃是渴望享有更多的收获。在色雷斯博斯普鲁斯海峡,每当湍急的水流自黑海倾泻而下时,蟹类虽被水流推搡,仍欲逆流而行;然而在岬角之处,水流自然撞击得更加剧烈。倘若它们与急流正面相迎,势必会被全然冲退并掀翻。它们预先知晓此情,于是一旦抵达岬角附近,便各自在一处海湾凹入之地停驻,等候余者。随后它们聚集在一处,爬上陆地,攀上峭壁,徒步越过海面上最为汹涌险急之处。其后一旦绕过海岬并将其抛在身后,它们便再次步入大海之中。渔民们之所以放过它们,是因为它们自愿爬上陆地,乞求与他们一同得救。故他们实不能忍受自己显得比风浪还要残暴,那些

语法注4 条
  1. 7.22πανουργίαν δὲ κοροκόττα, ἣν ἤκουσα καὶ αὐτήν, ἔοικα λέξειν νῦν.

    名词 πανουργίαν 作主句动词 λέξειν(接在 ἔοικα 后的不定式)的直接宾语,但与其关系从句 ἣν ἤκουσα καὶ αὐτήν 一同倒装前置(hyperbaton)在句首。κοροκόττα 是第一变格法阳性名词(单数主格 κοροκόττας)的属格形式,作所属属格修饰 πανουργίαν。

  2. 7.22τὸ ἐντεῦθεν φωνῇ δελεάσας.

    τὸ ἐντεῦθεν 作副词性宾格,表示时间上的顺承或逻辑结果(“此后”、“由此”)。状语分词 δελεάσας(“诱骗之后”)表示主句谓语 ποιεῖται τροφήν 的前置手段,整体结构表达“在以声音将其引诱之后,自此将其作为食物”。

  3. 7.23ἀλλά γε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, ἐν στήθεσσιν ἑοῖσιν.

    此句直接引自荷马《伊利亚特》卷一82–83行。它紧承前文的条件从句 καὶ εἰ μὴ παραχρῆμα αὐτῷ τιμωρήσειεν(“纵使未能当场加以惩治”),作为归结从句直接嵌入为主句谓语。史诗连词 ὄφρα 引导虚拟式 τελέσσῃ,表示“直到达成(其怒气)”。

  4. 7.24οὔκουν ὑπομένουσι τοῦ κλύδωνος ἀγριώτεροι δοκεῖν οἱ

    本段在定冠词 οἱ 处中断,其后所修饰的名词(语境上为 ἁλιεῖς“渔夫们”)缺失。在句法上,οὔκουν 引导强烈的否定推论(“绝不……”),后接动词 ὑπομένουσι(“容忍、忍受”),其后带补足不定式 δοκεῖν(“显得”),ἀγριώτεροι τοῦ κλύδωνος 则为带有从属属格比较级的表语(“比汹涌的风浪更凶残”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:7.22-7.24