← 克劳狄乌斯·埃利安

论动物的本性

§7.17-7.21

翠鸟的恩义与猿猴的恶毒模仿

埃里亚努斯列举了各类飞禽走兽与水族的独特习性(对比负老相伴的翠鸟与负心的人类、科普托斯的两只圣鸦、动物的胆怯与淫恶、犬与狼的争残等),并记述了一只恶意模仿乳母而用滚水烫死幼童的猿猴。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.17

κηρύλος δὲ καὶ ἀλκυὼν ὁμόνομοι καὶ σύμβιοι. καὶ γήρᾳ γε παρειμένους αὐτοὺς ἐπιθέμεναι αἱ ἀλκυόνες περιάγουσιν ἐπὶ τῶν καλουμένων μεσοπτερυγίων.1 ἄνθρωποι δὲ καὶ τῶν ἀνδρῶν ὑπογηρώντων καταφρονοῦσι καὶ πρὸς τὰ μειράκια ἀφορῶσι· καὶ οἱ γήμαντες περὶ τὰς νέας ἠνέμωνται, τῶν ἀφηλικεστέρων γαμετῶν ὤραν μὴ τιθέμενοι,2 καὶ οὐκ αἰδοῦνται οἱ ἔμφωνοι τῶν ἀλόγων ζῴων βιοῦντες ἀλογώτερον.

雄翡翠与雌翠鸟秉持同样的习性,终生相伴。当雄鸟因年老而衰竭时,雌翠鸟便将它们置于所谓的两翼之间背负而行。然而人类却在丈夫衰老时予以鄙弃,转而顾盼年轻男子;而娶妻之夫亦为年轻女子心旌摇荡,丝毫不顾及年长的发妻;具备言语能力的生灵在行事上反比不具理性的走兽更加不合事理,却毫无羞耻之心。

§7.18

λέγουσι δὲ οἱ Αἰγύπτιοι περὶ τὴν καλουμένην Κοπτὸν δύο μόνους ὁρᾶσθαι κόρακας. ἀλλὰ καὶ τῶν Ῥωμαίων οἱ τὴν ὄρειον παραφυλάττοντες διὰ τὸ τῆς σμαράγδου μέταλλον διισχυρίζονται καὶ οἵδε τοσούτους ὄρνιθας τοῦ γένους τοῦδε οἰκεῖν ἐκεῖθι. νεὼς δὲ Ἀπόλλωνι τιμᾶται ἐν τῷ χωρίῳ ἐκείνῳ, οὗπερ οὖν ἱεροὺς εἶναί φασιν αὐτούς.

埃及人说,在名为科普托斯的周围只能见到两只渡鸦。因绿宝石矿而守卫着该处山地的罗马人亦断言,确有且仅有这么多数目的此类鸟儿栖息于彼处。该地有一座供奉阿波罗的神庙,他们说这两只渡鸦正是奉献给该神的圣鸟。

§7.19

καὶ ταύτῃ δὲ τὰ ἴδια τῶν ζῴων εἰπεῖν οὐ χεῖρόν ἐστι. νωθέστερά πως δοκεῖ πρόβατον καὶ ὄνος, ἄτολμα δὲ νεβροὶ καὶ πρόκες καὶ ζόρκες τε καὶ πύγαργοι καὶ οἱ λαγῴ, οὓς δὴ καὶ πτῶκας οἱ ποιηταὶ καλοῦσιν. ἀλλὰ καὶ τῶν πετεινῶν ἐστιν ἄτολμα οἱ στρουθοὶ καὶ τῶν ἐνύδρων οἱ κεστρεῖς. ἀκόλαστα δὲ κυνοκέφαλοί τε καὶ τράγοι, καὶ μέντοι καὶ ὁμιλεῖν γυναιξί φασιν αὐτούς, καὶ ἔοικεν αὐτὸ θαυμάζειν Πίνδαρος. καὶ κύνες δὲ γυναιξὶν ἐπιτολμᾶν ἐλέχθησαν, καὶ μέντοι καὶ κριθῆναι λέγεται γυνὴ ἐν τῇ Ῥώμῃ μοιχείας ὑπὸ τοῦ γήμαντος, καὶ ὁ μοιχὸς ἐν τῇ δίκῃ κύων εἶναι ἐλέγετο. ἤκουσα δὲ κυνοκεφάλους καὶ παρθένοις ἐπιμανῆναι καὶ μέντοι καὶ βιάσασθαι ὑπὲρ τὰ μικρὰ μειράκια τὰ τοῦ Μενάνδρου ἐν ταῖς παννυχίσιν ἀκόλαστα.3 λαγνίστατον δὲ καὶ ὁ πέρδιξ καὶ μοιχικόν. λάθρᾳ γοῦν ἐπὶ τὰς θηλείας καί πως ἀψοφητὶ λέγονται φοιτᾶν. τροφῆς δὲ τὴν κοινωνίαν ἥκιστα ἐνδέχονται κύνες. πολλάκις γοῦν καὶ ὑπὲρ ὀστοῦ ἀλλήλους σπαράττουσιν, ὥσπερ οὖν ὁ Μενέλεως καὶ ὁ Πάρις ὑπὲρ τῆς Ἑλένης. μόνους δὲ ἀκούω τοὺς Μεμφίτας κύνας ἐς μέσον τὰς ἁρπαγὰς κατατίθεσθαι καὶ ἐσθίειν κοινῇ. ἄσπονδον δὲ καὶ ἔκδικον ὁ σῦς. ἀλλήλων γοῦν οὗτοι νεκρῶν ἐσθίουσι. καὶ οἱ ἰχθῦς δὲ οἱ πλεῖστοι δρῶσιν αὐτό. ἀσεβέστατον δὲ ὁ ποτάμιος ἵππος· γεύεται γὰρ καὶ τοῦ πατρός. ἀναιδῆ δὲ καὶ μὴ ῥᾳδίως ὑποστελλόμενα μυῖαι καὶ κύνες. ἀγριώτατον δὲ λύκοι. λέγουσι δὲ οἱ Αἰγύπτιοι ὅτι καὶ ἀλλήλους ἐσθίουσι, καὶ τὸν τρόπον τῆς ἐπιβουλῆς ἐκεῖνόν φασιν. ἐς κύκλον ἑαυτοὺς περιαγαγόντες εἶτα μέντοι θέουσιν. ὅταν δέ τις αὐτῶν ὑπὸ τοῦ κατὰ τὸν δρόμον ἰλίγγου σκοτοδινιάσῃ καὶ περιτραπῇ, οἱ λοιποὶ κειμένῳ προσπεσόντες σπαράττουσιν αὐτὸν καὶ ἐσθίουσι. δρῶσι δὲ ἄρα τοῦτο ἐπὰν ἀθηρίᾳ περιπέσωσι. πρὸς γὰρ τὸ μὴ πεινῆν πάντα λῆρον ἥγηνται4 ὥσπερ οὖν οἱ τῶν ἀνθρώπων κακοὶ πρὸς τὸ ἀργύριον.

在此顺便谈谈动物各自特有的习性,亦非无益之举。绵羊与驴子看似颇为迟钝,而幼鹿、狍子、瞪羚、白臀鹿以及野兔皆性情怯弱——诗人们确实称野兔为“退缩者”。在飞禽中雀类生性胆小,水族中鲻鱼亦然。狒狒与公山羊生性淫荡,人们甚至说它们与女人交媾,品达对此似乎亦大为称奇。据说犬类亦敢于侵犯妇女,甚至相传在罗马曾有一妇人被其夫指控通奸,而在诉讼中奸夫竟被指为是一条犬。我还听说狒狒曾对处女发狂动情,其施暴之甚,甚至超过了米南德喜剧中在彻夜节庆上那些放荡轻狂的少年。鹧鸪亦极度好色且惯于通奸;据说它们总是悄无声息、鬼鬼祟祟地去寻访雌鸟。至于分享食物,犬类最不情愿。它们往往仅为了一根骨头便互相撕咬,恰如梅涅劳斯与帕里斯为海伦而争斗一般。我听闻唯有孟菲斯的犬类会将抢得的食物置于当中共同进食。猪则毫不讲和且悖逆道义;它们会吞食彼此的尸肉。大多数鱼类亦如此行事。河马最为大逆不道,因它甚至吞吃自己的父亲。苍蝇与犬类不知羞耻,不易被驱逐。狼最为凶残。埃及人说它们甚至自相残食,并称其密谋之法如下:它们围成一圈,随后奔跑;每当其中一只因奔跑引起的眩晕而头昏倒地时,其余的狼便扑向倒地者,将其撕裂吞食。当它们遇上捕不到猎物之时,便正是如此行事;盖为了不挨饿,它们将一切视为儿戏,正如人间的恶徒为了钱财也是如此一样。

§7.21

κακοηθέστατον δὲ ἄρα τῶν ζῴων ὁ πίθηκος ἦν, καὶ ἔτι πλέον ἐν οἷς πειρᾶται μιμεῖσθαι τὸν ἄνθρωπον. αὐτίκα γοῦν ἰδὼν ἐξ ἀπόπτου τροφὸν λούουσαν παιδίον ἐν σκάφῃ, καὶ πρῶτον μὲν ὑπολύουσαν τὰ σπάργανα, εἶτα ἐκ τοῦ λουτροῦ κατειλοῦσαν αὐτό, παραφυλάξας ἔνθα ἀνέπαυσε τὸ βρέφος, ὡς εἶδεν ἐρημίαν, ἐσέθορε διά τινος ἀνεῳγμένης θυρίδος, ἐξ ἧς οἱ πάντα σύνοπτα ἦν, καὶ ἄρας ἐκ τῆς εὐνῆς τὸ παιδίον, καὶ γυμνώσας ὡς ἔτυχεν ἰδών, καὶ κομίσας ἐς μέσον τὴν σκάφην, ζέον ὕδωρ ʽκαὶ γὰρ ἦν ἐπί τινων ἀνθράκων θερμαινόμενονʼ τοῦ δυστυχοῦς παιδίου κατέχεε,5 καὶ μέντοι καὶ ἀπέκτεινεν αὐτὸ οἴκτιστα.

动物之中最具恶意的当属猿猴,尤其是在其试图模仿人类之时更甚。例如,一只猿猴远远窥见一名乳母在盆中给婴孩洗澡,先是解开包裹的襁褓,沐浴之后再将其裹好;猿猴窥伺到乳母将婴儿安放就寝之处,一见四周无人,便从一扇洞开的小窗(从此处它原能看清屋内一切)跃入,将婴孩从床上抱起,依照方才所见将其剥光,把盆拖到屋子中央,竟将滚沸的水(原来水正置于炭火上加热)浇在那可怜的幼童身上,以至极其惨痛地杀死了他。

语法注5 条
  1. 7.17ἐπιθέμεναι αἱ ἀλκυόνες περιάγουσιν ἐπὶ τῶν καλουμένων μεσοπτερυγίων

    分词 ἐπιθέμεναι 为阴性复数主格不定过去时中间位,意为“置于自身之上”,与主语 αἱ ἀλκυόνες 一致。介词短语 ἐπὶ τῶν καλουμένων μεσοπτερυγίων(“在所谓两翼之间/肩背羽上”)修饰 ἐπιθέμεναι 或 περιάγουσιν,指示驮载的身体部位。

  2. 7.17τῶν ἀφηλικεστέρων γαμετῶν ὤραν μὴ τιθέμενοι

    习语 ὤραν τίθεσθαι(“顾及、关照”)支配目的格属格,此处即 τῶν ἀφηλικεστέρων γαμετῶν(“年长的妻子们”)。名词 ὤρα 在此意为“关怀、挂念”,构成了带属格补足语的固定用法。

  3. 7.19ὑπὲρ τὰ μικρὰ μειράκια τὰ τοῦ Μενάνδρου ἐν ταῖς παννυχίσιν ἀκόλαστα

    介词 ὑπέρ 搭配宾格短语 τὰ μικρὰ μειράκια... ἀκόλαστα,表示比较与超越(“超过……”)。形容词 ἀκόλαστα(“放纵的”)修饰 μειράκια(“年轻少年”),意为“甚至超过了米南德喜剧中在彻夜节庆上那些放荡的小年轻”。

  4. 7.20πρὸς γὰρ τὸ μὴ πεινῆν πάντα λῆρον ἥγηνται

    介词短语 πρός 搭配冠词不定式 τὸ μὴ πεινῆν,表示比较或参照标准(“与不挨饿相比”)。动词 ἥγηνται 接双宾格结构:πάντα 为直接宾语,λῆρον(“儿戏、无意义之事”)为宾语补足语(谓语性宾格)。

  5. 7.21τοῦ δυστυχοῦς παιδίου κατέχεε

    复合动词 καταχέω(“倾倒、泼下”)支配被泼对象为属格(此处为 τοῦ δυστυχοῦς παιδίου,“泼在不幸的婴孩身上”),倾倒的液体则用宾格(ζέον ὕδωρ,“沸水”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:7.17-7.21