- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:7.14-7.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中记述了山羊自疗眼部白内障之举,赞扬了大象敬老抚幼、护卫病弱的族群仁德,并与罗马恶妇莱尼拉因私欲害死二子的行径相对比;最后记录了老鹰掷龟误杀诗人埃斯库罗斯的轶事。
ἀγαθὴ δὲ ἄρα ἦν αἲξ καὶ τὴν τῶν ὀφθαλμῶν ἀχλὺν ἥνπερ οὖν παῖδες Ἀσκληπιαδῶν ὑπόχυσιν καλοῦσιν ἀκέσασθαι, καὶ λέγονταί γε οἱ ἄνθρωποι παρʼ ἐκείνης μαθεῖν τόδε τὸ ἴαμα. τὸ δὲ ἄρα τοιοῦτόν ἐστιν. ὅταν αἲξ νοήσῃ τὸν ὀφθαλμὸν ἐπιθολωθέντα αὐτῇ, πρόσεισι βάτῳ, καὶ παραβάλλει τῇ ἀκάνθῃ τὸ ὄμμα. καὶ ἣ μὲν ἐκέντησε, τὸ δὲ ὑγρὸν ἐξεχώρησε,1 μένει δὲ ἀπαθὴς ἡ κόρη, καὶ ὁρᾷ αὖθις, καὶ δεῖται σοφίας καὶ χειρουργίας ἀνθρωπικῆς οὐδὲ ἕν.
山羊亦极善于医治眼目的昏蒙——即阿斯克勒庇俄斯的后人所称的白内障;据说人类正是从它那里学会了这一疗法。其法如下:每当山羊察觉到自己的眼睛变得混浊,便走向荆棘丛,将眼睛凑到刺上。刺尖刺穿了眼表,液体便流溢出来,而瞳孔却安然无损,它便能重新视物,根本不需要任何人类的智慧与外科手术。
ποταμὸν ἐλέφαντες διέρχονται οἱ μὲν ἔτι νέοι διανηχόμενοι· οἱ δὲ ἤδη τέλειοι, καὶ εἰ καλύπτοιντο ὑπὸ τοῦ ῥεύματος, ἀνέχουσι μέντοι τὰς προβοσκίδας ὑπὲρ τὸ ὕδωρ, τὰ δὲ ἀρτιγενῆ πώλια ἐπὶ τῶν ὀδόντων φέρουσιν αἱ μητέρες. τῶν μὲν οὖν κινδύνων καὶ πόνων οἱ νέοι κατάρχονται, ποτοῦ δὲ ἄρα καὶ τροφῆς ἀφίστανται τοῖς πρεσβυτέροις αἰδῶ νέμοντες, καὶ τῶν Λυκούργου νόμων δέονται οἵδε οὐδὲ ἕν. γήρᾳ δὲ παρειμένον ἐλέφαντα ἢ νόσῳ κατειλημμένον οὐκ ἄν ποτε οἱ συναγελαζόμενοι καταλίποιεν, ἀλλὰ πιστῶς παραμένουσι, καὶ ἀναρρῶσαι σπεύδουσι τῇ τε ἄλλῃ καὶ ἐὰν διώκωνται,2 καὶ ὑπὲρ αὐτοῦ μάχονται, καὶ τιτρώσκονται παραμένοντες, φυγεῖν δυνάμενοι. καὶ τὰ βρέφη δὲ τὰ νεαρὰ οὐκ ἄν ποτε αἱ τεκοῦσαι προδοῖεν, ἀλλὰ καὶ ἐκείνοις ἐκεῖναι πιστῶς παραμένουσι, καίτοι τῶν θηρώντων ἐγκειμένων, καὶ πρότερόν γε τὴν ψυχὴν ἀπολίποιεν ἂν ἢ τὰ τέκνα. ἐγὼ δὲ ᾔδειν μειράκιον ὢν ἄνθρωπον πρεσβῦτιν Λαινίλλαν ὄνομα, καὶ ἐδείκνυτο ὑπὸ πάντων, καὶ ἐπʼ αὐτῇ μῦθος ἐλέγετο, καὶ ὅ γε μῦθος τοιόσδε ἦν. οἱ πρεσβύτεροι πρός με ἔφασκον ἐκείνην τὴν ἄνθρωπον ἐρασθεῖσαν οἰκέτου δριμέως αὐτῷ μὲν συγκαθεύδειν, κηλῖδα δὲ ἄρα παισὶ τοῖς ἑαυτῆς περιάπτειν. οἳ δὲ εὐγενεῖς ἦσαν, καὶ ἐς τὴν βουλὴν τὴν Ῥωμαίων ἐτέλουν ἐκ πατέρων τε καὶ τῶν ἄνω τοῦ γένους. οἱ τοίνυν παῖδες αἰδούμενοι τῇ μητρὶ ἤχθοντο τοιαῦτα δρώσῃ, καὶ πράως ὑπενουθέτουν, καὶ τοῦ πραττομένου τὴν αἰσχύνην ἐπέλεγον ἡσυχῆ· ἣ δὲ κυμαίνουσα ἐκ τῆς ἐπιθυμίας, καὶ τὸν ἔρωτα ἐπίπροσθεν τῶν υἱέων ποιησαμένη, καταγορεύει αὐτῶν πρὸς τὸν ἄρχοντα, καὶ λέγει ὡς ἐπιβουλεύοιεν αὐτῷ. ὃ δὲ ἔχων ἐς διαβολὰς τὸ οὖς ῥᾴδιον, καὶ ὑπόπτης ὢν καὶ δειλὸς ʽπάθη δὲ ταῦτα ἀγεννοῦς διανοίαςʼ ἐπίστευσε. καὶ οἳ μὲν οὐδὲν ἀδικοῦντες ἀπέθνησκον, ἣ δὲ ἆθλον τοῦ κατειπεῖν ἠνέγκατο δούλῳ συγκαθεύδειν ἀνέδην. ὦ πατρῷοι θεοὶ καὶ Ἄρτεμι λοχεία Εἰλείθυιαί τε θυγατέρες Ἥρας, τί ἂν ἔτι Μήδειαν εἴποιμεν τὴν Κόλχον ἢ Πρόκνην τὴν Ἀτθίδα, τῶν ἔναγχός τε καὶ καθʼ ἡμᾶς παθῶν μνημονεύσαντες;
大象渡河时,幼象游水而过;而成年大象即便被水流没过,也会将象鼻高高昂起于水面之上,母象则用象牙托运初生的幼崽。年轻的象率先承担危险与辛劳,但在饮食之事上,出于对长者的敬重而主动让步,它们丝毫不需要来库古的律法教导。同伴中若有因年老而衰竭或因疾病而被击倒的象,成群的象绝不会将其抛弃,而是忠贞不渝地守在一旁,在平日里,甚至在遭受追捕之时,皆力图助其恢复健康;它们本有能力逃遁,却情愿坚守原地为之战斗并负伤。母象也绝不会舍弃年幼的幼崽,即便捕猎者逼近,它们仍忠诚地相伴左右,宁可先丢弃自己的性命,也绝不抛弃子女。我在年少之时,曾识得一位名叫莱尼拉的老妇,众人皆对她指指点点,流传着关于她的话柄,那故事乃是如此:老人们对我言道,此妇狂热地迷恋上一名家奴并与之同寝,从而使自己的儿子们蒙受污辱。而那些儿子皆出身显贵,因父辈及先祖世系而位列罗马元老院。儿子们深感羞惭,对母亲做出这等丑事痛心疾首,便温和地劝诫她,低声申明此举之可耻;然而她却为情欲所冲昏,将淫欲置于儿子之上,竟向统治者告发他们,诬称他们图谋对他不利。那人本就极易听信谗言,且生性多疑怯懦(此皆卑劣心智之弊病),遂信以为真。于是儿子们虽无任何过错却遭处死,而她则将肆意与那奴隶同寝作为告密之酬劳。列祖列宗之神明啊,庇佑生育的阿耳忒弥斯与赫拉之女厄勒梯亚诸女神啊,当我们忆及不久前发生于我们当世的惨祸时,何须再去谈论科尔基斯的墨狄亚或阿提卡的普罗克涅呢?
τὰς χερσαίας χελώνας οἱ ἀετοὶ συλλαβόντες εἶτα ἄνωθεν προσήραξαν ταῖς πέτραις, καὶ τὸ χελώνιον συντρίψαντες οὕτως ἐξαιροῦσι τὴν σάρκα καὶ ἐσθίουσι. ταύτῃ τοι καὶ Αἰσχύλον τὸν Ἐλευσίνιον τὸν τῆς τραγῳδίας ποιητὴν τὸν βίον ἀκούω καταστρέψαι. ὁ μὲν Αἰσχύλος ἐπί τινος πέτρας καθῆστο, τὰ εἰθισμένα δήπου φιλοσοφῶν καὶ γράφων· ἄθριξ δὲ ἦν τὴν κεφαλὴν καὶ ψιλός. οἰηθεὶς οὖν ἀετὸς πέτραν εἶναι τὴν κεφαλὴν εἶτα μέντοι κατʼ αὐτῆς ἀφῆκεν ἣν κατεῖχε χελώνην, καὶ ἔτυχε τοῦ προειρημένου τὸ βέλος,3 καὶ ἀπέκτεινε τὸν ἄνδρα.
鹰在抓获陆龟之后,便从高空将其砸向岩石,击碎龟壳,如此取出龟肉吞食。我听闻埃勒夫西斯的悲剧诗人埃斯库罗斯亦是因此而殒命。当时埃斯库罗斯正坐在一块岩石上,一如既往地凝神构思并写作;他的头顶光秃无发。一只鹰误以为他的头颅是一块岩石,遂将抓住的龟投掷其上;这枚“飞弹”正中前述之人,夺去了这位诗人的性命。
- 7.14καὶ ἣ μὲν ἐκέντησε, τὸ δὲ ὑγρὸν ἐξεχώρησε
ἣ μέν 所指的主语为前文的阴性名词 ἡ ἄκανθα(荆棘之刺),意为“刺尖刺穿了眼表,液体便流溢出来”。虽然在语法上亦可将全句主语山羊(ἡ αἴξ)视为其主语而译为“它刺了进去”,但将刺入的动作归于刺本身更为自然贴切。
- 7.15τῇ τε ἄλλῃ καὶ ἐὰν διώκωνται
副词性与格短语 τῇ τε ἄλλῃ(“在其他平日之时”)与 καὶ ἐὰν διώκωνται(“即便在遭受追捕之时”)相互呼应,强调象群不仅在平素,即便在身处险境时也绝不背弃衰病同伴。
- 7.16ἔτυχε τοῦ προειρημένου τὸ βέλος
τὸ βέλος(“投射物/飞弹”)借指鹰从空中投下的龟,作动词 ἔτυχε(τυγχάνω 的不定过去时,意为“击中、命中”)的主语;所支配的宾语为属格 τοῦ προειρημένου(“前述之人”,即埃斯库罗斯)。
