- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:7.11-7.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者借雄鹰反遭章鱼猎杀的寓意警示人类自招毁灭之蠢行,随后以身怀六甲仍克勤奉主的母犬驳斥佩奥尼亚妇人的矜夸,并记述雅典一只忠犬追踪告发阿斯克勒庇俄斯神庙窃贼并荣获城邦供养的义举。
πολύποδος ἐς οὖς ἐμὸν καὶ ἐκεῖνο ἧκεν. ἦν πέτρα προήκουσα μέν, οὐ μὴν ἄγαν ὑψηλή. οὐκοῦν πολύπους ποτὲ ἀνερπύσας εἶτα ἥπλωσε τὰς πλεκτάνας, καὶ μάλα γε ἀσμένως ὑπεθάλπετο ʽκαὶ γὰρ οὖν καὶ χειμέρια ἐδόκει πωσʼ, οὐ μὴν ἑαυτὸν ἐς τὴν χρόαν τῆς πέτρας ἐκτρέψας ἤδη ἦν. πεφύκασι δὲ ἄρα δρᾶν τοῦτο οἱ πολύποδες τὰς ἐς ἑαυτοὺς ἐπιβουλὰς φυλαττόμενοι καὶ μέντοι καὶ αὐτοὶ τοὺς ἰχθῦς ἐλλοχῶντες. ἰδὼν οὖν ὀξὺ μέν, ἑαυτῷ δὲ οὐκ ἀγαθὸν τὸ θήραμα ἀετός, ὡς ὁρμῆς τε ἅμα καὶ πτερῶν εἶχεν1 ἐμπηδᾷ τῷ πολύποδι, καὶ μέντοι καὶ δεῖπνον ἕξειν ἕτοιμον ἑαυτῷ τε καὶ τοῖς παισὶ τοῖς ἑαυτοῦ κατέγραφεν. πλόκαμοι δὲ ἄρα ἐκείνου περιβάλλουσι τῷ ἀετῷ σφᾶς αὐτούς, καὶ ἀπρὶξ ἐχόμενοι εἶτα ἕλκουσι κάτω τὸν ἔχθιστον, καὶ χανὼν λύκος ὡς ἂν εἴποις2 εἶτα μέντοι νεκρὸς ἐπενήχετο τῇ θαλάττῃ ὁ ἀετὸς ὑπὲρ τοῦ δείπνου. μυρία μὲν δὴ τοιαῦτα πάσχουσιν ὄρνιθες, πλείω δὲ ἄνθρωποι· ἐν δὲ τοῖς ᾀδομένοις ὑφʼ Ἡροδότου Μασσαγέταις ὁ Καμβύσου Κῦρος ὁ ἕτερος καὶ μέντοι καὶ Πολυκράτης ἐς Ὀροίτου σπεύσας ὡς τὸν χρυσὸν ἁρπασόμενος καὶ ἄλλος "τεύχων ὡς ἑτέρῳ τις ἑῷ κακὸν ἥπατι τεύχει." καὶ ταῦτα μὲν οὐκ οἶδε τὰ ἄλογα, ἄνθρωποι δὲ εἰδότες οὐ φυλάττονται. καὶ τί δεῖ γλώττης καὶ λόγων καὶ διδασκάλων καὶ πληγῶν, ὦ Κῦρε καὶ Πολύκρατες; τοὺς δὲ ἄλλους ἐῶ· τί γάρ μοι κωφοῖς καὶ ἀνοήτοις συμβουλεύειν τὰ λυσιτελέστατα;
关于章鱼,以下一事也传到了我的耳中。有一块突出的岩石,不过不算太高。曾有一只章鱼爬将上去,舒展开它的触腕,十分惬意地晒着太阳(因为天气似乎略显寒冷),不过它尚未将自己的体色化为岩石的颜色。章鱼本性便善于如此行事,既为防备针对自身的图谋,亦为埋伏捕食游鱼。此时一只目光敏锐的鹰发现了它,却不知这猎物对自己凶险万分,便倾尽冲势与飞翼之力扑向章鱼,心中盘算着已为自己和雏鸟备好了现成的美餐。然而章鱼的触腕却缠裹住了雄鹰,紧咬不放,将这死敌拖入水下;正所谓“张口垂涎之狼”,那只鹰为了这顿大餐,竟成了一具尸体漂浮在海面上。鸟类固然屡遭此类灾祸,人类遭受的却尤为繁多:正如希罗多德所歌咏的马萨革泰人之地中冈比西斯之子、另一位居鲁士,又如急欲前往奥洛伊特斯处妄图攫取黄金的波利克拉泰斯,以及其他人: “图谋害人者,终自受其害。” 这些道理无理性的生灵固然不知,人类心知肚明却不加戒备。居鲁士啊,波利克拉泰斯啊,何须言辞、说教、导师与鞭笞?其余之人我且略过;向聋聩愚顽之徒进献最善之忠告,于我又何益?
μέγα φρονείτωσαν αἱ Παιονίδες γυναῖκες καὶ τὸ φρύαγμα αἰρέτωσαν δρῶσαι τὰ ὑμνούμενα. ἔστι δὲ τοιαῦτα. τῇ μὲν κεφαλῇ φέρουσιν ὑδρίαν μεστὴν ὕδατος, καὶ τὸν αὐχένα ἀνέστησαν, ὥστε αὐταῖς βαδιζούσαις ἄτρεπτόν τε καὶ ἀκλινῆ διαμένειν τὴν ὑδρίαν· ἐξαρτήσασαι δὲ τοῦ κόλπου θηλάζουσι τὰ βρέφη, καὶ ἐς τὸν βραχίονα τὸν ῥυτῆρα ἐνάψασαι τὸν τοῦ γήμαντος ἵππον ἐς ἀρδείαν ἄγουσι, καὶ ταῖς χερσὶ νῶσι λίνον. ταῦτά τοι καὶ Δαρεῖος ἐθαύμασεν, ὅτε Παίονες νεανίαι τὴν ἑαυτῶν ἀδελφὴν οὕτω σκευάσαντες, δικάζοντος αὐτοῦ, παρήγαγον αὐτήν, ἵνα ἐς ἔρωτα ἐμπεσὼν τῆς οὕτως ἀθρόας αὐτουργίας ἕλῃ Παίονας. ἀλλὰ ἡ φύσις πόσῳ Παιονίδων σοβαρωτέρα. κύων θηράσασα ʽλαγὼς δὲ ἦν τὸ ἄγρευμα αὐτῇ, καὶ ἐκύει ἡ κύωνʼ ἐπεὶ τῆς σπουδῆς τῆς προκειμένης ἐτετυχήκει, τῷ μὲν δεσπότῃ τοῦ θηράματος ἀπέστη, ἀναχωρήσασα δὲ ἐννέα φασὶ σκύλακας ἀποκυήσασα εἶτα ἐξέθρεψεν αὐτούς. εἰ δὲ Λιγυστίνων αἱ γυναῖκες μέγα φρονοῦσιν ὅτι κἀκεῖναι τὴν ὠδῖνα ἀπολύσασαι καὶ ἐξαναστᾶσαι τῶν ἔργων ἔχονται τῶν κατὰ τὴν οἰκίαν, ἀκούσασαι τὸ τῆς κυνὸς ἔργον τῆς προειρημένης τοῦ φυσήματος ἀποστᾶσαι πάντως ἐγκαλύψονται.
佩奥尼亚的妇人们大可因做出那些广受赞颂之事而洋洋自得、傲气凌人。其事如下:她们头顶盛满水的水罐,挺直颈项,使行走时水罐依然平稳不倾;怀中垂吊婴儿哺乳,臂膀系上缰绳牵着丈夫的马匹去饮水,双手则搓捻亚麻。当年大流士临朝听讼时,佩奥尼亚青年将他们的姐妹这般装扮并引至大流士面前,使他倾心于此等集聚一身的勤劳能干而将佩奥尼亚人收归统治,大流士对此亦惊叹不已。然而自然界之奇绝,较之佩奥尼亚妇人又何止万千!有一只母猎犬捕获了猎物(猎物是一只野兔,而母犬已怀有身孕),在完成了眼前的辛劳差事后,它将猎物让与主人,退居一旁,据说产下了九只幼崽并将它们哺育抚养长大。利古里亚的妇人们若自恃分娩刚毕便起身操持家务而骄矜自诩,闻听上述母犬的事迹后,必当收敛傲气、掩面愧赧。
τὸ μὲν τοῦ ἡμιόνου τοῦ φιλοπόνου Ἀριστοτέλης εἶπε καὶ ἡμεῖς ἄνω που, τὸ δὲ τοῦ κυνὸς καὶ τοῦτο ἐν ταῖς Ἀθήναις γενόμενον εἰπεῖν οὐδὲν ἄτοπον. ἐς Ἀσκληπιοῦ παρῆλθε θεοσύλης τό τε μεσαίτατον τῆς νυκτὸς παραφυλάξας καὶ τῶν καθευδόντων τὸν βαθύτατον ὕπνον ἐπιτηρήσας, εἶτα ὑφείλετο τῶν ἀναθημάτων πολλά, καὶ ὥς γε ᾤετο ἐλελήθει. ἦν δὲ ἄρα σκοπὸς ἀγαθὸς ἔνδον κύων καὶ τῶν ζακόρων ἀμείνων ἐς ἀγρυπνίαν, ὅσπερ οὖν εἵπετό οἱ διώκων, καὶ ὑλακτῶν οὐκ ἀνίει, ᾗπερ οὖν ἔσθενε δυνάμει τὸ πραχθὲν μαρτυρόμενος. τὰ μὲν οὖν πρῶτα ἔβαλλεν αὐτὸν λίθοις αὐτός τε καὶ οἱ τῆς κακῆς ἐκείνης πράξεως κοινωνοί, τὰ δὲ τελευταῖα προύσειεν ἄρτους τε καὶ μάζας. ἐπήγετο δὲ ἄρα ταῦτα δέλεαρ κυνῶν προμηθῶς, ὥς γε ὑπελάμβανεν. ἐπεὶ δὲ καὶ παρελθόντος ἐς τὴν οἰκίαν οὗ κατήγετο ὑλάκτει καὶ πάλιν προϊόντος, ἐγνώσθη μὲν ὁ κύων ἔνθεν ἦν,3 τὰ λείποντα δὲ τῶν ἀναθημάτων ἐπόθουν αἱ γραφαί τε καὶ αἱ χῶραι ἔνθα ἀνέκειντο. συνέβαλον οὖν τοῦτον ἐκεῖνον εἶναι οἱ Ἀθηναῖοι, καὶ στρεβλώσαντες τὸ πᾶν κατέγνωσαν. καὶ ὃ μὲν ἐδικαιώθη τὰ ἐκ τοῦ νόμου, ὁ δὲ κύων ἐτιμήθη δημοσίᾳ τροφῇ καὶ κηδεμονίᾳ, οἷα δήπου φύλαξ πιστὸς καὶ τῶν νεωκόρων οὐδενὸς μείων τὴν ἐπιμέλειαν.
关于勤勉之骡的故事,亚里士多德已有述及,我们在上文中某处亦曾提及;然而记述同样发生在雅典的这桩犬之义举,亦绝非不妥。一名窃神庙者潜入阿斯克勒庇俄斯神庙,他窥伺夜深人静之时,趁众人熟睡之际盗走了许多奉纳品,且自以为无人发觉。然而殿内恰有一只优秀的守卫之犬,其警醒守夜胜过神庙司事;它一路追赶窃贼,狂吠不止,竭尽全力为所发生之罪行作证。起初,此人及其同谋恶行的同党掷石砸犬,最后又拿出面包和麦饼招引它——原来他自以为深谋远虑,预先携此作为诱犬之饵。然而当那人进入投宿之屋舍及再次步出时,犬仍吠叫不已,由此人们得知了犬的来历,而缺失的奉纳品亦从碑铭及其原设之位上被察觉遗失。雅典人遂推断此人即是罪犯,经刑讯查明了全部实情。那人依律受刑,而犬则受赐公俸饲养与照料,因其确为忠勇之守卫,其尽职尽责不亚于任何一位庙宇司事。
- 7.11ὡς ὁρμῆς τε ἅμα καὶ πτερῶν εἶχεν
这是 ἔχω 配合副词及属格构成的习语结构(ὡς εἶχε + 属格),意为“尽冲力与羽翼之极限”。此处的 ὁρμῆς 与 πτερῶν 用作表示状态或能力范畴的属格。
- 7.11χανὼν λύκος ὡς ἂν εἴποις
此处插入了希腊谚语“张口垂涎之狼”(χανὼν λύκος),辅以 ὡς ἂν εἴποις(“可谓”、“正如人所言”)。该谚语比喻贪婪图谋猎物而大张其口、结果反受其害落空之人。
- 7.13ἐγνώσθη μὲν ὁ κύων ἔνθεν ἦν
先取结构(prolepsis)。本应作为间接疑问从句(ἔνθεν ἦν)主语的 ὁ κύων 被提前作为主句被动动词 ἐγνώσθη 的主语,字面为“那只狗被知晓来自何处”,即“人们查明了那只狗的归属与出处”。
