← 克劳狄乌斯·埃利安

论动物的本性

§6.62-6.65

犬蛇的信义与狐狸及狼的习性

作者记述了忠犬唤醒受噩梦惊吓的主人格隆、巨蛇不念旧怨自盗匪手中解救昔日阿卡迪亚友人、狡狐智擒刺猬,以及迈奥提斯湖畔的狼群以忠诚陪伴渔人换取渔获分成的诸般习性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.62

καὶ ποιηταῖς οὖσι τῶν μύθων τῶν ἀπιστουμένων.1 φιλοδέσποτον μὲν ὥς ἐστιν ὁ κύων, τεκμηριοῖ καὶ τὰ ἤδη λεχθέντα, χρὴ δὲ ἄρα τάττειν σὺν αὐτοῖς καὶ ἐκεῖνό γε δήπου. Γέλων ὁ Συρακόσιος καθεύδων βαθύτατα ἐδόκει διόβλητος γεγονέναι. καὶ τὸ μὲν φάσμα ὄνειρος ἦν, ἐβόα δὲ καίτοι καθεύδων καὶ μάλα γε ὀξείᾳ καὶ διατόρῳ τῇ φωνῇ. κύων οὖν ὑπʼ αὐτῷ τραφεὶς ἀκούσας φίλου καὶ συντρόφου φθέγματος, ὥς τι τοῦ Γέλωνος ἐξ ἐπιβουλῆς παθεῖν κινδυνεύοντος, ὡς εἶχεν ὁρμῆς ἀναθορὼν ἐπὶ τὴν στρωμνὴν καὶ περιβὰς τὸν τροφέα, ὑλάκτει σφοδρότατα, οἷα δὴ ἀμυνούμενος τὸν ἐπιόντα. ἐξήγρετο τοίνυν ὁ Γέλων καὶ ὑπὸ τοῦ δέους καὶ ὑπὸ τῆς ὑλακῆς ἐκβαλὼν τὸν ὕπνον καίτοι βαθύτατον ὄντα.

而且还是对那些难以置信的神话的制造者与诗人们而言!狗如何忠于其主人,此前所述之事已有明证,但人们无疑也应将那桩著名之事与之并列。叙拉古的格隆在酣睡之中,梦见自己遭雷电所殛。这幻象虽不过是一场梦,但他纵在梦中亦以极其尖锐高亢的声音呼号。于是由他豢养的一只狗,听见其友人兼哺育者这般呼喊,以为格隆正面临因阴谋而受害的危险,便倾尽全力纵身跃上床榻,守护在抚育者周围,极其凶猛地吠叫起来,宛若在击退来犯之敌。于是格隆因恐惧与吠声,驱散了原本深沉的睡意而惊醒过来。

§6.63

δράκων νήπιος νηπίῳ παιδί, τὸ γένος Ἀρκάδι, κἀκεῖνος ἐπιχώριος γίνεται σύντροφος. οὐκοῦν συνανιόντε τὴν ἡλικίαν2 ὁ παῖς ἦν μειράκιον καὶ ὁ σύντροφος ὑπέρμεγας ἤδη ἦν. καὶ ἀλλήλους μὲν ἐφίλουν, οἱ δὲ τῷ μειρακίῳ προσήκοντες ὠρρώδουν τοῦ θηρίου τὸ μέγεθος· τὸ γάρ τοι ζῷον τοῦτο, ὤκιστα μεγέθει μὲν μέγιστον ἴδοις ἂν αὐτό, ὄψει δὲ φοβερώτατον. καθεύδοντα οὖν σὺν τῷ παιδὶ ἐπί γε τῆς κλίνης τῆς αὐτῆς ἀράμενοι ὡς ὅτι πορρωτάτω κομίζουσι, καὶ ὃ μὲν ὑπανέστη ὁ παῖς, ὃ δὲ ἔμεινεν ὁ δράκων. ὡς δὲ ὕλης ἐλάβετο καὶ τῶν ἐκεῖ φαρμάκων τῶν συμφυῶν, διέτριβεν ἐνταῦθα ταῖς τῶν δρακόντων τροφαῖς ἡδόμενος καὶ τὴν ἐρημίαν πρὸ τῶν ἀστικῶν διατριβῶν καὶ τῶν ἐν τοῖς δωματίοις προαιρούμενος ἐκεῖνος. διέρπων δὲ ὁ χρόνος τὸν μὲν ἀπέφηνε νεανίαν, τὸν δὲ εἰργάσατο δράκοντα ἤδη τέλειον. καί ποτε διʼ ἐρημίας ἰὼν ὁ Ἀρκὰς ὁ τοῦ ζῴου τοῦ προειρημένου ἐραστὴς καὶ ἐρώμενος λῃσταῖς περιτυγχάνει, καὶ παιόμενος ξίφει οἷα εἰκὸς ἐβόα, τὰ μὲν ἀλγῶν, τὰ δὲ καὶ συμμάχους παρακαλῶν. δράκων δὲ ἦν ἄρα ζῴων καὶ ἰδεῖν ὀξυωπέστατος καὶ ὤκιστος ἀκοήν. οὐκοῦν ἐκεῖνος, ἅτε αὐτῷ συντραφείς, τοῦ φθέγματος ἀκούει, καὶ συρίσας ὀξύ, οἷον ὠργισμένος, ἐξέπληξέ τε ἐκείνους, τρόμος τε αὐτοὺς καταλαμβάνει, καὶ πᾶν ὅσον ἦν κακοῦργον διασπείρονται ἄλλος ἄλλῃ, καὶ μέντοι καὶ καταληφθέντας τινὰς οἰκτίστῳ διαφθείρει θανάτῳ· τοῦ γε μὴν παλαιοῦ τὰ τραύματα καθήρας φίλου καὶ πᾶν ὅσον ἔνθηρον ἦν τοῦτο παραπέμψας, ᾤχετο ἀπιὼν ἔνθα αὐτὸν ἐξέθεσαν, οὔτε μηνίσας ὑπὲρ τῆς ῥίψεως, οὔτε ὡς οἱ κακοὶ τῶν ἀνθρώπων περιιδὼν ἐν κινδύνῳ ὄντα τὸν τέως φίλτατον.

一条小蛇成为一位阿卡迪亚幼童的同伴,且那条蛇亦为当地所产。当二者一同渐长之时,那孩童已成了少年,而其同伴亦已庞大无比。他们虽彼此相亲,但少年的亲族却对其体型深感畏惧;盖因这种动物在极短时间内,你便可见其变得极其硕大,面目亦极其狰獰。于是趁它与少年同榻酣睡之际,亲族们将它抬走,运至极远之处;孩童留于家中,蛇则留在荒野。当蛇寻得林木及其中自生之药草后,便在那里度日,喜食蛇类之物,宁取荒野之幽寂,亦不愿居于城肆与闺阁之中。岁月的推移使少年出落成青年,亦将蛇化为成熟硕大之物。有一日,那位曾为上述异兽所喜爱且喜爱它的阿卡迪亚人穿行于荒野之中,遭遇盗匪,被刀剑击中,自是痛呼连连,既因痛苦,亦为呼唤救援。而蛇在动物之中,本是目光最为敏锐、听觉亦最为敏捷者。于是,那条与之共同长大的蛇听闻其声音,宛若发怒般发出极其凄厉的嘶鸣,令群匪惊骇失色;恐惧攫住了他们,所有匪徒四散奔逃,而蛇亦追上数人,令其惨死。蛇清理了昔日老友的伤口,拂除一切溃烂之处,随后便返回他们当初弃掷它的荒野,既未因当初被遗弃而怀恨,亦未如恶人那般坐视曾经的最爱陷于危难而不顾。

§6.64

ἡ ἀλώπηξ πονηρὸν ζῷόν ἐστιν, ἔνθεν τοι καὶ κερδαλέην οἱ ποιηταὶ καλεῖν φιλοῦσιν αὐτήν· πονηρὸν δὲ καὶ ὁ χερσαῖος ἐχῖνός ἐστι. καὶ ὃ μὲν ἑαυτὸν συνειλήσας κεῖται, θεασάμενος ἥκουσαν τὴν ἀλώπεκα, ἣ δὲ χανεῖν τε καὶ ἐνδακεῖν οὐ δυναμένη, κᾆτα οὔρησεν αὐτοῦ ἐς τὸ στόμα· ὃ δὲ ἀποπνίγεται, τοῦ πνεύματος ἔνδον ἐκ τῆς συνειλήσεως κατεσχημένου καὶ ἐπιρρέοντός οἱ τοῦ προειρημένου,3 καὶ μέντοι καὶ τὸν τρόπον τοῦτον κακὸν κακὴ περιελθοῦσα τὸν ἐχῖνον ἡ ἀλώπηξ ᾕρηκεν αὐτόν. ἀνωτέρω δὲ θήρα λέλεκται ἄλλη.

狐狸是狡猾之兽,正因如此,诗人们惯常称其诡黠;然而陆生刺猬亦是狡狯之物。刺猬望见狐狸前来,便蜷缩成团伏于地上;狐狸既无法张嘴将其咬碎,便朝它的口中便溺。刺猬因身体蜷缩而气道受阻于内,又有前述之物流入其中,遂致窒息。狡黠的狐狸便以此法制伏了狡黠的刺猬并将其捕获。至于另一种捕获之法,前文已有论述。

§6.65

περὶ τὸ Κωνώπιον οὕτω καλούμενον (χῶρος δὲ ἄρα τῆς Μαιώτιδός ἐστι) τοῖς ἀσπαλιευταῖς τε καὶ θαλαττουργοῖς ἀνδράσιν οἱ λύκοι πιστῶς παραμένουσι, καὶ εἰ θεάσαιο, οὐκ ἂν εἴποις αὐτοὺς κυνῶν οἰκουρούντων διαφέρειν. ἐὰν μὲν οὖν ἀπολάχωσι τῆς ἄγρας τῆς θαλαττίου μοίρας οἵδε οἱ λύκοι, εἰρηναῖα αὐτοῖς πρὸς τοὺς ἁλιέας καὶ ἔνσπονδά ἐστιν· εἰ δὲ μή, διαξαίνουσιν αὐτῶν τὰ δίκτυα καὶ ἀφανίζουσι, καὶ ἔδοσαν ὑπὲρ τῆς σφετέρας ἀμοιρίας ζημίαν οἱ λύκοι αὐτοῖς.

在所谓科诺皮翁一带(此乃迈奥提斯湖畔之一隅),狼群忠诚地伴随在垂钓者与捕鱼人身旁;若你亲眼目睹,定会说它们与守家之犬无异。是以,若这些狼能从海中的捕获中分得一份,它们与渔人之间便相安无事、和平共处;若非如此,它们便会撕烂渔网并彻底毁坏,狼群遂因自己未得分润而向渔人施以惩处。

语法注3 条
  1. 6.62καὶ ποιηταῖς οὖσι τῶν μύθων τῶν ἀπιστουμένων

    该与格短语由连词 καί 与上一段落末句中的与格名词 τεχνίταις(δοκῶ λέγειν μύθους τεχνίταις...)并列,作 δοκῶ λέγειν μύθους 的间接宾语补足成分,意为“在工匠们看来,且在难以置信的神话的制造者与诗人们看来”。

  2. 6.63συνανιόντε τὴν ἡλικίαν

    主格双数分词(συνανιόντε)修饰并领起后文以并列分句出现的两个主语(ὁ παῖς 与 ὁ σύντροφος),并支配一个表示方面的对格(τὴν ἡλικίαν),意为“当二人在岁数上一同渐长之时”。

  3. 6.64τοῦ πνεύματος ἔνδον ἐκ τῆς συνειλήσεως κατεσχημένου καὶ ἐπιρρέοντός οἱ τοῦ προειρημένου

    复合的独立属格结构,由两个分词构成:κατεσχημένου 以后附主语 τοῦ πνεύματος 为主语,ἐπιρρέοντος 则以前述液体之意的中性分词短语 τοῦ προειρημένου 为主语。附着代词 οἱ 为不利与格,代指刺猬(流入其内)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:6.62-6.65