← 克劳狄乌斯·埃利安

论动物的本性

§6.58-6.61

从不死鸟猎犬与大象见自然之教诲

通过不死鸟无需算法即可测算周期、猎犬运用三段论推断猎物去向、骆驼在交配中秉持羞耻之心以及大象天生敬养老者等事例,阐述了自然乃万物最卓越之导师。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.58

ἄνευ δὲ λογιστικῆς οἱ φοίνικες συμβαλεῖν ἐτῶν πεντακοσίων ἴσασιν ἀριθμόν, μαθηταὶ φύσεως τῆς σοφωτάτης ὄντες, καὶ διὰ ταῦτά τοι μηδὲ δακτύλων δεδεημένοι ἢ ἄλλου τινὸς ἐς ἐπιστήμην ἀριθμητικῆς. ὑπὲρ ὅτου δὲ ἴσασι τοῦτο καὶ εἰδέναι ἀνάγκη αὐτούς, δημώδης ἐστὶν ὁ λόγος. τὸν δὲ τῶν πεντακοσίων ἐτῶν χρόνον πληρούμενον ἴσασιν Αἰγυπτίων ἤ τις ἢ οὐδείς, ὀλίγοι δὲ κομιδῆ καὶ οὗτοι τῶν ἱερέων. οὗτοι γοῦν πρὸς ἀλλήλους ὑπὲρ τούτων οὐ ῥᾳδίως συμβῆναι ἔχουσιν, ἀλλὰ οἳ μὲν ἐρεσχελοῦσι σφᾶς αὐτοὺς ἐρίζοντες ὡς οὐ νῦν ἀλλʼ ἐς ὕστερον ὅδε ὁ θεῖος ὄρνις ἀφίξεται ἢ ὡς ἐχρῆν ἥκειν· ὃ δὲ ἄλλως ἐκείνων ἐριζόντων ἀποσημαίνεται δαιμονίως τὸν καιρὸν καὶ πάρεστιν. οἳ δέ, θύειν ἀνάγκη αὐτοὺς καὶ ὁμολογεῖν ὅτι τὸν μὲν ἥλιον ἐν ταῖς λέσχαις καταδύειν ἄγουσι σχολήν,1 οὐκ ἴσασι δὲ ὅσα ὄρνιθες. ἐκεῖνα δέ, ὢ πρὸς τῶν θεῶν, οὐ σοφά, εἰδέναι ποῦ μὲν Αἴγυπτός ἐστι, ποῦ δὲ καὶ Ἡλίου πόλις, ἔνθα αὐτῷ πέπρωται ἥκειν, καὶ ὅπου ποτὲ τὸν πατέρα καταθέσθαι χρὴ καὶ ἐν θήκαις τίσι; ταῦτα δὲ εἰ μὴ δοκεῖ θαυμαστά, ἆρά γε τὰ ἀγοραῖα καὶ τὰ ἐνόπλια καὶ τὰς ἄλλας τῶν ἀνθρώπων ἐς ἀλλήλους τε καὶ κατʼ ἀλλήλων ἐπιβουλὰς ἐροῦμεν σοφά; ἐμοὶ μὲν οὐ δοκεῖ, ὦ Σισύφων καὶ Κερκώπων καὶ Τελχίνων ζηλωταὶ ἄνθρωποι. λέγω δὲ πρὸς τοὺς ἀκριβοῦντας ταῦτα, πρός γε μὴν τοὺς ἀτελέστους τοῖς προειρημένοις κακοῖς οὐ λέγω.

即便没有计算之术,不死鸟也懂得推算五百年之数,因它们是至为智慧的自然之弟子,且正因如此,它们在算术之学上既不需要手指,亦无需任何其他辅助。至于它们为何知晓此事以及为何必须知晓,乃是人尽皆知之事。然而在埃及人之中,几乎无人知晓这五百年之期何时届满,若有知者亦寥寥无几,且皆出自祭司之列。即便是他们,就此事彼此之间也难以达成一致,反倒在争辩中互相嘲弄,有人坚称这只神鸟不是现在、而是将来才会到来,另有人则称它本该早已抵达;但当他们徒劳争论之时,不死鸟却神异地觉察出时令并径自降临。于是他们不得不献祭,并承认自己虽有闲暇在会堂中闲聊直至日落,却连鸟类所知的事情都不晓得。凭诸神起誓,知晓埃及何在、自己注定前往的赫利奥波利斯何在,以及应当在何处、用何种棺椁安葬自己的父亲,难道这些不是智慧吗?若这些尚不足为奇,难道我们要称市井的交易、披甲的拼杀以及人类彼此算计谋害的种种诡计为智慧吗?在我看来绝非如此,哦,追随西绪福斯、凯尔科珀斯与忒尔喀涅斯的世人啊!我是对那些精于此等恶行之人而言,对于未曾涉足上述恶事之人,我断不作此论。

§6.59

τὸ δὲ ἐνθυμηματικὸν καὶ διαλεκτικὸν καὶ τὸ τοῦδε μᾶλλον ἢ τοῦδε αἱρετικὸν εἰ καὶ τὰ ζῷα οἶδεν, εἰκότως ἂν εἴποιμεν διδάσκαλον τῶν ὅλων τὴν φύσιν ἄμαχον. ἐμοὶ γοῦν τις γευσάμενος διαλεκτικῆς καὶ κυνηγεσίων ἁμωσγέπως ἐχόμενος τοιαῦτα ἔλεγεν. ἦν θηρατικὴ κύων, ἦ δʼ ὅς. οὐκοῦν λαγὼ κατʼ ἴχνια ᾔει. καὶ ὃ μὲν οὐχ ἑωρᾶτό πω, μεταθέουσα δὲ ἡ κύων ἐντυγχάνει που τάφρῳ, καὶ διαπορεῖ ἆρά γε ἐπὶ δεξιὰ ἄμεινον ἢ ἐπὶ θάτερα διώκειν· ὡς δʼ ἀποχρώντως ἐδόκει σταθμήσασθαι, εἶτα εὐθύωρον ὑπερεπήδησεν. ὁ φάσκων οὖν διαλεκτικός τε εἶναι καὶ θηρατικὸς ταύτῃ πη συνάγειν τὴν ὑπὲρ τῶν λεχθέντων ἐπειρᾶτο ἀπόδειξιν. ἐπιστᾶσα ἡ κύων ἐσκοπεῖτο2 καὶ πρὸς ἑαυτὴν ἔλεγεν ʽἤτοι τῇδε ἢ τῇδε ἢ ἐκείνῃ ὁ λαγὼς ἐτράπετο. οὔτε μὴν τῇδε οὔτε τῇδε· ἐκείνῃ ἄρα.ʼ καὶ οὔ μοι ἐδόκει σοφίζεσθαι· τῶν γὰρ ἰχνῶν μὴ ὁρωμένων ἐπὶ τάδε τῆς τάφρου, κατελείπετο ὑπερπηδῆσαι τὸν λαγὼν αὐτήν. εἰκότως οὖν ἐπήδησε καὶ αὐτὴ κατʼ αὐτόν· ἰχνευτικὴ γὰρ καὶ εὔρινος ἐκείνη γε ἡ κύων ἦν.

再者,倘若动物亦通晓推论与辩证,懂得取舍此物而非彼物,我们理当称自然为万物无可匹敌的导师。无论如何,一位略识辩证法且颇喜狩猎之人曾向我讲述过这样一件事。他说:“曾有一只猎犬,在追踪野兔的足迹。野兔尚未现身,猎犬一路疾驰,在某处遇到一条沟渠,心中踌躇究竟是向右追击为宜,还是向另一侧追击为宜;而当它自以为权衡充分之后,便径直向前跃过了沟渠。”那位自称既是辩证学者又是猎人的男子,试图大略如此推导出前述论点的证据:猎犬停下脚步思忖,并自言自语道:‘野兔要么逃向这边,要么逃向这边,要么逃向那边。然而既非这边亦非这边,是以必定是那边。’依我看来,他并非在诡辩;因为既然沟渠的这一侧未见足迹,剩下的唯一结论便是野兔跃过了沟渠。因此,它顺理成章地也跟着跃了过去;盖因那只猎犬善于循迹且嗅觉灵敏。

§6.60

Μασσαγέται μέν, ὡς Ἡρόδοτος λέγει, τὸν φαρετρεῶνα πρό γε ἑαυτῶν κρεμάσαντες, εἶτα μέντοι ὁμιλεῖ τῇ θηλείᾳ ὁ ἄρρην ἐμφανῶς, εἰ καὶ ὁρῷεν αὐτοὺς οἱ πάντες, πεφροντικότες οὐδὲν ἐκεῖνοί γε. καμήλων δὲ ὁμιλία οὐκ ἄν ποτε ἐμφανὴς γένοιτο, οὐδὲ ὁρώντων οἱονεὶ μαρτύρων· ἀλλὰ εἴτε αἰδῶ φαμεν εἴτε φύσεως δῶρον ἀπόρρητον, ταῦτα Δημοκρίτῳ τε καὶ τοῖς ἄλλοις καταλείπωμεν ἐλέγχειν τε καὶ τὰς αἰτίας λέγειν ἱκανοῖς ὑπὲρ τῶν ἀτεκμάρτων τε καὶ οὐ συμβλητῶν. ἤδη δὲ καὶ ὁ νομεὺς ἀπαλλάττεταί ποι, ὅταν αἴσθηται τῆς συμφοιτήσεως αὐτοῖς τῆς πρὸς ἀλλήλους τὴν ὁρμήν, ὥσπερ οὖν ἀφιστάμενος παριοῦσιν ἐς θάλαμον νύμφῃ τε καὶ νυμφίῳ.

正如希罗多德所言,马萨革泰人将箭袋挂在身前,男子便公然与女子交合,即便众目睽睽亦毫不在意。然而骆驼的交合决不会公然发生,甚至不会在如同见证者的注视之下发生;不论我们将此归于羞耻之心还是自然的隐秘恩赐,且让我们将这些留给德谟克利特以及其他擅于探究并解释不可捉摸、无法推断之事物原因的人罢。每当牧人觉察到它们彼此交配的冲动时,便早已走避他处,宛如为步入洞房的新娘与新郎让道一般。

§6.61

Λυκοῦργος δὲ νομοθετεῖ νόμον φιλανθρωπότατον, ὡς ἐγᾦμαι, θάκων τε καὶ ὁδῶν ἀφίστασθαι τοῖς πρεσβυτέροις τοὺς νεωτέρους αἰδοῖ χρόνου ἐς ὃν εὔχονται πάντες ἀφικέσθαι, ἐάνπερ οὖν αὐτοῖς πεπρωμένον τοῦτο δήπου ᾖ. πῶς δὲ ὁ γενναῖος ὁ τοῦ Εὐνόμου δύναιτο ἂν τοῖς τῆς φύσεως νόμοις ἁμιλλᾶσθαί τε καὶ ἀντικρίνεσθαι; ἐπαΐουσι γοῦν τὸ τῶν ἐλεφάντων γένος,3 ὦ Λυκοῦργοί τε καὶ Σόλωνες καὶ Ζάλευκοι καὶ Χαρῶνδαι, ὧνπερ οὖν ὑμεῖς νομοθετεῖτε οὐδὲ τὴν ἀρχήν, καὶ ὅμως δρῶσι τοιαῦτα, καὶ τροφῆς ἀφίστανται τοῖς πρεσβυτέροις οἱ νέοι, καὶ γήρᾳ παρειμένους θεραπεύουσιν αὐτούς, καὶ κινδύνων ῥύονται, καὶ ἐς ὀρύγματα ἐμπεσόντας οἳ δὲ ἀνάγουσι, φρυγάνων τινὰς ἀγκαλίδας καὶ φακέλους ἐμβαλόντες, οἷσπερ οὖν ὡς ἀναβαθμοῖς χρώμενοι ἐκεῖνοι εἶτα ἀνίασι γήρᾳ βαρεῖς ὄντες. ποῦ δαὶ ἠλόησε πληγαῖς πατέρα ἐλέφας; ποῦ δαὶ ἀπεκήρυξεν ὁ πατὴρ ὁ ἐν τούτοις τὸν υἱόν; ὑμῖν δὲ ἴσως, ὦ ἄνθρωποι, δοκῶ λέγειν μύθους τεχνίταις ʽεἰ τἀληθῆ λέγειν ἐθέλοιμενʼ

依我看,吕库古制定了一项极具仁德的法令:年轻人须因敬重老年而为年长者让座让路,而这一岁月是所有人皆祈求能够企及的,设若他们命中注定如此。然而,欧诺摩斯那位高贵的儿子,又怎能同自然的法则竞争并分庭抗礼呢?哦,吕库古们、梭伦们、扎勒乌科斯们、卡隆达斯们!象类对你们所立之法甚至未曾听闻,却依然践行此等美德:年轻的象将食物让给长者,照料年老体衰之象,解救它们于危难之中;若有老象坠入深坑,它们便投下捆捆柴草与枝条,使那些因衰老而沉重的老象以此作为阶梯攀援而上。何曾有象以击打痛殴其父?何曾有象在同类中宣布废黜其子?然而对于你们人类而言,或许“若我们愿吐露实情”,我这番话在工匠看来不过是在讲述神话罢了。

语法注3 条
  1. 6.58τὸν μὲν ἥλιον ἐν ταῖς λέσχαις καταδύειν ἄγουσι σχολήν

    短语 ἄγουσι σχολήν(打发闲暇、消磨时光)后接不定式 καταδύειν 作目的或结果,表示“在聚会所闲谈直至日落”之意,生动刻画了祭司们虚度光阴的情状。

  2. 6.59ἐπιστᾶσα ἡ κύων ἐσκοπεῖτο

    此处反映了斯多亚学派克律西波斯著名的“猎犬选言三段论”逸事。分词 ἐπιστᾶσα(停步)修饰主动词 ἐσκοπεῖτο(思忖),并由直接引语(ἤτοι τῇδε... ἐκείνῃ ἄρα)引出其内心的推理过程。

  3. 6.61ἐπαΐουσι γοῦν τὸ τῶν ἐλεφάντων γένος

    中性单数集合主语 τὸ τῶν ἐλεφάντων γένος(大象族类)与复数谓语动词 ἐπαΐουσι 构成意合一致(constructio ad sensum)。随后的 οὐδὲ τὴν ἀρχήν 作为副词短语,起强调否定的作用(“压根不/从一开始就完全不”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:6.58-6.61