← 克劳狄乌斯·埃利安

论动物的本性

§6.52-6.57

大象的报复、埃及犬与蜘蛛织网的智慧

本段记述了大象机智的报复以及对其象牙的战术与实用分工、埃及犬警惕的饮水习性、刺猬的装死、帽贝吸附岩石的顽强,以及蜘蛛织网修网的几何学天资。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.52

σοφὸν ἐλέφαντος ἔργον εἰ παραλίποιμι, φήσει μέ τις ἀγνοήσαντα οὐκ εἰπεῖν. ἔστι δὲ καὶ ἀκοῆς ἄξιον, καὶ διὰ ταῦτα ἀκούσωμεν αὐτοῦ. ὁ τῆς τούτου κομιδῆς ἐγχειρισθεὶς τὴν φροντίδα τῶν μὲν κριθῶν ὑφῄρει,1 λίθους δὲ ὑποπάττων ἐκείνῳ μὲν ἄβρωτον τὸ πλεῖστον εἰργάζετο, ἀπέσωζε δὲ τὸν ὄγκον τοῦ μέτρου πρὸς τὸν ἐπισκοποῦντα ἀμφοῖν δεσπότην. καὶ τέως διελάνθανεν. οὐκοῦν ὁ ἐλέφας ἀθάρην ἰδὼν ἕψοντα τὸν ἐπίβουλόν οἱ, τῆς ἄμμου τῆς ἐν ποσὶ τῇ προβοσκίδι χύδην ἀναλαβὼν ἐνέβαλεν ἐς τὴν χύτραν καὶ ἠμύνατο ἀνθʼ ὧν ἔπαθε διʼ ὧν ἐποίησεν εὐμηχάνως.

如果我遗漏了大象的一件明智之举,便会有人说我是因无知而未曾言及。然而此事甚值得一听,因此让我们倾听它。受命负责照料这头象之饮食的人,暗中克扣大麦,并在下面撒入石子,使其中大部分对大象而言无法吞咽,却在督查他们两者的主人面前保持了量器的体积。有一段时间,这一行径未被察觉。于是,大象看见那个暗算它的人正在煮粥,便用长鼻从脚下卷起大把沙土,投进锅中,以其巧妙的作为报复了自己所遭受的亏待。

§6.53

οἱ μὲν ἄλλοι κύνες καὶ ἑλεῖν καὶ ἀνιχνεῦσαι τὰ θηρία σοφοί, οἱ δὲ Αἰγύπτιοι φυγεῖν δεινότατοι. τὰ γοῦν ἐν τῷ Νείλῳ δεδιότας ἄγει μὲν αὐτοὺς τὸ δίψος πιεῖν,2 ἡσυχῆ δὲ καὶ ἐς κόρον πιεῖν τὸ δέος οὐ συγχωρεῖ. καὶ διὰ ταῦτα οὐ πίνουσιν ἐπικύψαντες, ὡς ἂν μή τι τῶν κάτωθεν ἀνερπύσαν εἶτα ἐξαρπάσῃ αὐτούς. οὐκοῦν τὴν μὲν ὄχθην παραθέουσι, λάπτουσι δὲ τῇ γλώττῃ, ἁρπάζοντες ὡς ἂν εἴποι τις ἢ καὶ νὴ Δία κλέπτοντες τὸ πῶμα.

别的猎犬擅于捕捉和追踪野兽,而埃及的犬则极擅于逃跑。当它们畏惧尼罗河中的生灵时,口渴固然驱使它们去饮水,但恐惧却不允许它们安宁而饱足地饮水。为此,它们绝不低头俯身饮水,以免有物从水下爬出将它们拖走。因此,它们沿着河岸奔跑,同时用舌头舔饮,可谓抓抢、甚至凭宙斯起誓,是在偷取水源。

§6.54

ἐχῖνος, οὐχ ὁ θαλάσσιος, ἀλλʼ ὁ χερσαῖος, πολλὰ μὲν καὶ ἄλλα ὥς ἐστι πανοῦργος ἤδη μοι λέλεκται, ὃ δὲ οὐκ εἶπον αὐτοῦ δολερὸν ἔργον, τοῦτο εἰρήσεται τὰ νῦν. μέλλων ἁλίσκεσθαι ἑαυτὸν συνειλήσας ἄληπτον ἐργάζεται, εἶτα μέντοι καὶ πιέζει τὸ πνεῦμα καὶ ἀκίνητος ἀτρεμεῖ καὶ τὸν τεθνεῶτα ὑποκρίνεται.

至于刺猬——不是海胆,而是陆生刺猬——关于它何等狡黠,我此前已讲述良多,但我尚未言及的那桩狡诈伎俩,如今将被述及。当它将要被捕获时,它将自身蜷缩起来,令人无法抓握;不仅如此,它还屏住呼吸,纹丝不动,伪装成死尸。

§6.55

αἱ λεπάδες, οὐκ ἂν αὐτὰς ἀποσπάσειας τῶν πετρῶν, οὐδὲ εἰ λάβοις δακτύλοις τοῖς τοῦ Μίλωνος, ὅσπερ οὖν ἐγκρατέστατα καὶ εὐλαβέστατα τὴν ῥοιὰν κατεῖχεν, ὡς μὴ αὐτὴν ἀφελέσθαι τῶν ἀντιπάλων τινὰ τῆς δεξιᾶς αὐτοῦ. ὅστις δὲ ἐπιχειρεῖ λεπάδα ἀποσπάσαι τῆς πέτρας, ᾗ προσέχεται, γελᾶται μογῶν καὶ παρέχει θυμηδίαν. ἀδυνατεῖ γοῦν ἐγκρατὴς οὗ σπεύδει γενέσθαι. ξυομένη δὲ σιδήρῳ σχίζεται ἀπὸ τῆς πέτρας ὀψέ.

说到帽贝,即便你用米隆的手指去抓,也休想将它们从岩石上剥离下来——正是那位米隆,能极其牢固而审慎地握住一颗石榴,以致没有任何对手能从他的右手将其夺走。凡试图将帽贝从其吸附的岩石上剥下之人,劳而无功,反遭嘲笑并为人提供笑柄。他无论如何也无法如愿以偿。唯有用铁器刮擦,它最终才从岩石上脱落。

§6.56

στρατεύονται δὲ ἄρα οἱ Λίβυες οὐ μόνον ἐπὶ τοὺς γείτονας, ἵνα αὐτῶν πλέον ἔχωσιν, ἀλλὰ καὶ ἐπὶ τοὺς ἐλέφαντας. καὶ ἴσασί γε ἐκεῖνοι τῆς ὁδοῦ τῆς ἐπʼ αὐτοὺς τὴν ὑπόθεσιν οὐδὲν ἕτερον εἶναι ἢ τοὺς ὀδόντας. οἱ τοίνυν πηρωθέντες τὸν ἕτερον ἐπὶ μετώπου ἑστᾶσι, τῶν λοιπῶν προβαλλομένων αὐτούς, ἵνα οἳ μὲν ὑποδέχωνται τὴν πρώτην ὁρμήν, οἳ δὲ ἀμύνωσιν ἀκεραίῳ τῇ τῶν ὀδόντων ῥώμῃ καὶ ἰσοπαλεῖ, ἴσως δὲ τῶν Λιβύων καὶ καταφιλοσοφοῦντες καὶ ἐπιδεικνύντες αὐτοῖς ὅτι ἄρα οὐχ ὑπὲρ μεγάλου τοῦ ἄθλου κινδυνεύσοντες ἥκουσι. χρῶνται δὲ ἄρα τῷ μὲν τῶν ὀδόντων ὡς ὅπλῳ, καὶ τεθηγμένον αὐτὸν φυλάττουσι, τῷ δὲ ὡς σμινύῃ· καὶ γὰρ ἐν αὐτῷ ῥίζας ὀρύττουσι καὶ δένδρα ἐκμοχλεύσαντες ὑποκλίνουσιν.

利比亚人出兵不仅针对邻邦以图占其便宜,而且针对大象。大象也深知,针对它们的远征别无由头,唯图其牙。因此,折损了一只牙的大象列于前锋,其余大象将它们推在前面,以便前者承受最初的冲击,而后者则以完整且均等的双牙之力进行防卫,或许也是在智胜利比亚人,向他们表明他们前来冒险并非为着何等丰厚的战利品。大象将其中一只牙当作武器,保持其锋利,另一只则当作鹤嘴锄;因为它们用它挖掘根茎,撬动并推倒树木。

§6.57

οὐ μόνον δὲ ἄρα ἦσαν ὑφαντικαὶ αἱ φάλαγγες καὶ εὔχειρες κατὰ τὴν Ἀθηνᾶν τὴν Ἐργάνην τε καὶ Πηνῖτιν θεάν, πεφύκασι δὲ καὶ γεωμετρίαν δειναί. τὸ γοῦν κέντρον φυλάττουσι καὶ τὸν ἐξ αὐτοῦ κύκλον καὶ τὴν περιφέρειαν ἀκριβοῦσιν ἰσχυρῶς, καὶ Εὐκλείδου δέονται οὐδὲ ἕν· κάθηνται γὰρ ἐν τῷ κέντρῳ μέσῳ ἐλλοχῶσαι τὴν ἑαυτῶν ἄγραν. εἰσὶ δὲ ὡς εἰπεῖν καὶ ὑφάντριαι γενναῖαι καὶ ἀκεστικὴν εὐπάλαμοι· καὶ ὅ τι ἂν διαρρήξῃς ἐκείνων τῆς εὐπήνου τε καὶ εὐμίτου σοφίας, αἳ δὲ ἀνακοῦνται,3 καὶ ἀπαθὲς καὶ ὁλόκληρον αὖθις ἀποδείκνυνται.

蜘蛛不仅擅长纺织,敏捷灵巧如同司工巧与纺织的女神雅典娜,而且生来精通几何学。它们固守中心,极其精确地描摹出以此为基准的圆及其周线,对欧几里得毫无所求;因为它们正坐在圆心当中,潜伏守候着自己的猎物。它们可以说是高贵的纺织者,且精于缝补;无论你扯破它们那经纬精妙之智慧造物的何处,它们都会将其修补,并使之重现完好无损的姿态。

语法注3 条
  1. 6.52τῶν μὲν κριθῶν ὑφῄρει

    动词 ὑφαιρέω(暗中盗取)直接支配部分属格 τῶν κριθῶν 而非宾格,表示仆役克扣了“(一部分)大麦”。

  2. 6.53τὰ γοῦν ἐν τῷ Νείλῳ δεδιότας ἄγει μὲν αὐτοὺς τὸ δίψος πιεῖν

    句首的分词短语 τὰ ... δεδιότας 为宾格现在完成时分词,超前修饰主句谓语动词 ἄγει 的宾语代词 αὐτούς(语序倒装)。此外,不定词 πιεῖν 依附于 ἄγει 表示目的(“渴意驱使它们去饮水”)。

  3. 6.57ὅ τι ἂν διαρρήξῃς ἐκείνων τῆς εὐπήνου τε καὶ εὐμίτου σοφίας, αἳ δὲ ἀνακοῦνται

    在条件关系从句 ὅ τι ἂν διαρρήξῃς 中,属格短语 ἐκείνων τῆς ... σοφίας 作为关系代词 ὅ τι 的部分属格(“无论撕破她们那精巧纺织之智慧造物的何处”)。主句 αἳ δὲ 中的 δέ 为归结从句小词(apodotic δέ),在从句之后起承接并凸显主语(蜘蛛)的作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:6.52-6.57