- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:6.49-6.51
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记叙了雅典一匹在帕特农神庙建造中自愿襄助的老骡受到城邦供养、克利安西斯目睹蚂蚁支付赎金赎回同伴尸体而承认动物具有理性,以及致人焦渴的渴蛇及其换取长生不老药的神话传说。
τῆς ἀκμῆς τῶν ἐπικειμένων κινδύνων ἐξαρπάσαι.1 ἡμίονος γέρων Ἀθήνησιν ὑπό γε τοῦ δεσπότου τοῦ ἰδίου τῶν ἔργων ἀπολυθείς, ὡς Ἀριστοτέλης λέγει, τοῦ μὲν φιλοπόνου καὶ ἐθελουργοῦ καθʼ ἡλικίαν ἑαυτὸν οὐκ ἀφῆκεν. ἡνίκα γοῦν Ἀθηναῖοι κατεσκεύαζον τὸν Παρθενῶνα, οὔτε ἐπισύρων οὔτε ἀχθοφορῶν ὅμως τοῖς νέοις ὀρεῦσι προφορουμένοις τὴν ὁδὸν ἄκλητος καὶ ἑκὼν οἱονεὶ παράσειρος ᾔει, δορυφορῶν ὡς ἂν εἴποις καὶ παρορμῶν τὸ ἔργον τῇ βαδίσει τῇ κοινῇ δίκην τεχνίτου παλαιοῦ τοῦ μὲν αὐτουργεῖν ὑπὸ τοῦ γήρως ἀπολυθέντος, ἐμπειρίᾳ δὲ καὶ διδασκαλίᾳ ὑποθήγοντός τε ἅμα τοὺς νέους καὶ ἐπαίροντος. ταῦτα οὖν μαθόντες ὁ δῆμος τῷ κήρυκι ἀνειπεῖν προσέταξαν, εἴτε ἀφίκοιτο ἐς τὰ ἄλφιτα, εἴτε ἐς τὰς κριθὰς παραβάλοι, μὴ ἀνείργειν, ἀλλʼ ἐᾶν σιτεῖσθαι ἐς κόρον, καὶ τὸν δῆμον ἐκτίνειν ἐν Πρυτανείῳ τὸ ἀργύριον, τρόπον τινὰ ἀθλητῇ σιτήσεως δοθείσης ἤδη γέροντι.
将他从迫在眉睫的巨大危险之中拯救了出来。在雅典,正如亚里士多德所言,有一匹老骡子虽已被主人免除了劳役,但即使上了年纪,也未曾放弃其勤勉与自愿劳动的习性。至少在雅典人修建帕特农神庙之时,它既不拉拽货车,也不驮运重物,然而当年轻的骡子在路上运载物资时,它却不待召令、自愿地如骖马一般相伴而行,宛如侍卫一般,通过共同行步以激励工役,恰似一位年迈的匠人,虽因衰老而已被免去亲自动手之苦,却仍以经验与教导激励并鼓舞年轻人。民众得知此事后,便命令传令官宣示:无论它来到面粉处,还是走到大麦旁,皆不得驱赶,而应任其饱食,其资费由民众在市政官邸代为支付,正如给予已届老境的竞技者以公费膳食一般。
Κλεάνθην τὸν Ἄσσιον κατηνάγκασε καὶ ἄκοντα εἶξαι καὶ ἀποστῆναι τοῖς ζῴοις τοῦ καὶ ἐκεῖνα λογισμοῦ μὴ διαμαρτάνειν ἀντιλέγοντα ἰσχυρῶς καὶ κατὰ κράτος ἱστορία τοιαύτη φασίν.2 ἔτυχεν ὁ Κλεάνθης καθήμενος καὶ μέντοι καὶ σχολὴν ἄγων μακροτέραν ἄλλως. οὐκοῦν μύρμηκες περὶ τοῖς ποσὶν ἦσαν αὐτῷ πολλοί. ὃ δὲ ἄρα ὁρᾷ ἐξ ἀτραποῦ τινος ἑτέρας νεκρὸν μύρμηκα μύρμηκας ἄλλους κομίζοντας ἐς οἶκον ἑτέρων καὶ ἑαυτοῖς οὐ συντρόφων, καὶ ἐπί γε τῷ χείλει τῆς μυρμηκιᾶς ἑστῶτας αὐτῷ νεκρῷ, καὶ ἀνιόντας κάτωθεν ἑτέρους καὶ συνιόντας τοῖς ξένοις ὡς ἐπί τινι εἶτα κατιόντας τοὺς αὐτούς, καὶ πλεονάκις τοῦτο. καὶ τελευτῶντας σκώληκα οἱονεὶ λύτρα κομίσαι, τοὺς δὲ ἐκεῖνον μὲν λαβεῖν, προέσθαι δὲ ὅνπερ οὖν ἐπήγοντο νεκρόν. καὶ ἐκείνους ὑποδέξασθαι ἀσμένως ὡς υἱὸν κομιζομένους ἢ ἀδελφόν. τί οὖν πρὸς ταῦτα Ἡσίοδος λέγει, λέγων ὅτι ἄρα ὁ Ζεὺς τὰς φύσεις ἀπέκρινε, καὶ οὖν καὶ ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς ἔδωκεν ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετʼ αὐτοῖς, ἀνθρώποισι δʼ ἔδωκε δίκην; ἀλλʼ οὐκ ἐρεῖ ταῦτα ὁ Πρίαμος, εἴ γε καὶ ἐκεῖνος τὸν Ἕκτορα ἐλύσατο πολλῶν κειμηλίων καὶ θαυμαστῶν παρὰ τοῦ ἀνθρώπου ὁ ἄνθρωπος καὶ τοῦ ἥρωος καὶ τοῦ Διὸς ἐκγόνου καὶ ἐκεῖνος ὢν ἔκγονος τοῦ Διός.
据说有这样一则轶闻,迫使阿索斯的克利安西斯即便违背本意,也不得不屈服并放弃其针对动物的激烈且竭尽全力的反对,承认动物亦非全无理性。克利安西斯当时正坐着,闲来无事消磨着一段较长的悠闲时光。在他的脚旁有许多蚂蚁。他看见从另一条小径上,有些蚂蚁将一只死蚁抬到另一群非其同族的蚂蚁穴中;它们带着那具尸体站在蚁穴的边缘,下方的蚂蚁爬上来,与外来的客人会商仿佛商议某事,随后那些蚂蚁又退下去,如此反复多次。最后,它们抬来一条蠕虫作为赎金;外来的蚂蚁收下了蠕虫,交出了它们带来的尸体,而洞穴的蚂蚁欣然领回尸体,宛如领回了自己的儿子或兄弟。对此,赫西俄德又当何说?他曾言宙斯分别了诸种本性,任由游鱼、野兽和飞鸟互相吞食,因为它们之间并无正义,但宙斯将正义赐予了人类。然而普里阿摩斯却不会这般言说,因为他同样是用许多珍奇贵重的宝物,从同为凡人、英雄且同为宙斯后裔的手中赎回了赫克托耳,而他自己亦是宙斯的后裔。
κατηγορεῖ τῆς διψάδος τὸ ἔργον αὐτὸ ἡμῖν τὸ ὄνομα. καὶ ἔχεως μέν ἐστιν ὀλιγωτέρα τὸ μέγεθος, ἀποκτεῖναι δὲ ὀξυτέρα· οἱ γάρ τοι τῷ δήγματι προσπεσόντες ἐξάπτονταί τε ἐς δίψος καὶ πιεῖν ἀναφλέγονται καὶ ἀμυστὶ σπῶσι3 καὶ τάχιστα ῥήγνυνται. καί φησι μὲν Σώστρατος λευκὴν εἶναι τὴν διψάδα, ἐπί γε μὴν τῆς οὐρᾶς ἔχειν γραμμὰς μελαίνας δύο. ἀκούω δὲ ὅτι καὶ πρηστῆρας αὐτὰς καλοῦσί τινες, καύσωνας δὲ ἄλλοι· ὄχλον δὲ ἄρα ὀνομάτων ἐπαντλοῦσι τῷδε τῷ θηρίῳ. κέκληται δὲ καὶ μελάνουρος, ὥς φασι, καὶ ἀμμοβάτης· εἰ δὲ ἀκούσειας κεντρίδα, τὴν αὐτήν μοι λέγεσθαι νόει. δεῖ δὲ καὶ μῦθον τῷδε τῷ ζῴῳ ἐπᾷσαί με ὅνπερ οὖν ἀκούσας οἶδα, ὡς ἂν μὴ δοκοίην ἀμαθῶς ἔχειν αὐτοῦ. τὸν Προμηθέα κλέψαι τὸ πῦρ ἡ φήμη φησί, καὶ τὸν Δία ἀγανακτῆσαι ὁ μῦθος λέγει καὶ τοῖς καταμηνύσασι τὴν κλοπὴν δοῦναι φάρμακον γήρως ἀμυντήριον. τοῦτο οὖν ἐπὶ ὄνῳ θεῖναι τοὺς λαβόντας πέπυσμαι. καὶ τὸν μὲν προϊέναι τὸ ἄχθος φέροντα, εἶναι δὲ ὥραν θέρειον, καὶ διψῶντα τὸν ὄνον ἐπί τινα κρήνην κατὰ τὴν τοῦ ποτοῦ χρείαν ἐλθεῖν. τὸν οὖν ὄφιν τὸν φυλάττοντα ἀναστέλλειν αὐτὸν καὶ ἀπελαύνειν, καὶ ἐκεῖνον στρεβλούμενον μισθόν οἱ τῆς φιλοτησίας4 δοῦναι ὅπερ οὖν ἔτυχε φέρων φάρμακον. οὐκοῦν ἀντίδοσις γίνεται, καὶ ὃ μὲν πίνει, ὃ δὲ τὸ γῆρας ἀποδύεται, προσεπιλαβὼν ὡς λόγος τὸ τοῦ ὄνου δίψος. τί οὖν; ἐγὼ τοῦ μύθου ποιητής; ἀλλʼ οὐκ ἂν εἴποιμι, ἐπεὶ καὶ πρὸ ἐμοῦ Σοφοκλῆς ὁ τῆς τραγῳδίας ποιητὴς καὶ Δεινόλοχος ὁ ἀνταγωνιστὴς Ἐπιχάρμου καὶ Ἴβυκος ὁ Ῥηγῖνος καὶ Ἀριστίας καὶ Ἀπολλοφάνης ποιηταὶ κωμῳδίας ᾅδουσιν αὐτόν.
“渴蛇”这一名称本身就向我们揭露了它的行径。它的体型虽小于蝰蛇,但致死却更为猛烈快捷;凡遭受其咬啮者,皆烈火般焦渴,如焚似火地欲饮水,大口吞咽不停歇,随即很快腹裂而亡。索斯特拉图斯说渴蛇通体呈白色,但在尾部有两条黑纹。我还听闻有人称其为“燃蛇”,亦有人称其为“灼蛇”;人们将繁多的名号倾泻在这野兽身上。据说它亦被称为“黑尾蛇”和“沙行蛇”;若你听闻“锐刺蛇”,当知所指亦是同一种蛇。我还必须吟述一段关于这种动物的传说,这是我所耳闻知晓的,免得我显得对此一无所知。传闻普罗米修斯盗取了火种,神话称宙斯为此大怒,并将一种防御衰老的灵药赐予了告发盗火之人。我得知得到灵药的人将它放在了一头驴子身上。驴子驮着重负前行,正值盛夏时节,口渴的驴子因求饮而来到一眼泉水旁。然而守卫泉水的蛇阻拦它并将其驱离;驴子受尽焦渴折磨,便将自己碰巧携带着的灵药作为换取泉水好意的报酬赠与了蛇。于是交换达成:驴子喝了水,蛇蜕去了衰老,正如传说所言,蛇还额外承受了驴子的焦渴。那么如何呢?我是这神话的创作者吗?我绝不敢这样说,因为在我之前,悲剧诗人索福克勒斯、埃庇卡摩斯的对手狄诺洛库斯、雷吉翁的伊比库斯,以及喜剧诗人阿里斯蒂亚斯和阿波罗法尼斯都曾歌咏过此神话。
- 6.49τῆς ἀκμῆς τῶν ἐπικειμένων κινδύνων ἐξαρπάσαι
承接前一语段末尾主谓语 ὑμνεῖται 的不定式短语。ἐξαρπάσαι 的逻辑主语为前文的 ἣ δὲ(母马),表示母马受赞颂的具体事迹,即“将主人从迫在眉睫的危机绝顶中拯救出来”。
- 6.50Κλεάνθην τὸν Ἄσσιον κατηνάγκασε καὶ ἄκοντα εἶξαι καὶ ἀποστῆναι τοῖς ζῴοις τοῦ καὶ ἐκεῖνα λογισμοῦ μὴ διαμαρτάνειν ἀντιλέγοντα ἰσχυρῶς καὶ κατὰ κράτος ἱστορία τοιαύτη φασίν
倒装结构(hyperbaton)。句子的真正主语为后置的 ἱστορία τοιαύτη,支配动词 κατηνάγκασε 及其宾语 Κλεάνθην 与不定式 εἶξαι καὶ ἀποστῆναι。分词 ἀντιλέγοντα 修饰 Κλεάνθην,而属格定冠词不定式短语 τοῦ ... μὴ διαμαρτάνειν 依附于 ἀποστῆναι,表示“迫使其放弃对动物亦非缺乏理性的激烈反驳”。
- 6.51ἀμυστὶ σπῶσι
副词 ἀμυστί(源自否定前缀 ἀ- 与动词 μύω,意为“不阖口、不换气”)修饰 σπῶσι,为希腊语中表示“不停歇、一饮而尽、大口猛灌”的惯用表达。
- 6.51μισθόν οἱ τῆς φιλοτησίας
μισθόν 作为同位语修饰 φάρμακον,οἱ 为第三人称单数与格代词(指蛇)。φιλοτησία 通常指友爱或款待的敬酒,在此引申指允许饮水的善意,整句意为“作为对其施惠(准其饮水)的报酬”。
