- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:6.44-6.48
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记叙了骏马对主人的深情乃至绝食殉情的悲剧、鸟类之间的宿怨相克、各类动物特有的天然剧毒物、野兔混淆足迹的狡黠智慧,以及母马念子心切在战阵中拯救大流士的逸话。
ἵππος εἰ τυγχάνοι κηδεμονίας, ἀμείβεται τὸν εὐεργέτην εὐνοίᾳ τε καὶ φιλίᾳ. καὶ ὁποῖος μὲν ἦν ὁ Βουκεφάλας ἐς Ἀλέξανδρον διαρρεῖ πανταχόσε ὁ λόγος, καὶ οὔ μοι λέγειν αὐτὸν ἥδιόν ἐστι. καὶ τὸν Ἀντιόχου δὲ ἵππον τὸν τιμωρήσαντα τῷ δεσπότῃ καὶ ἀποκτείναντα τὸν Γαλάτην ὅσπερ οὖν ἀπέσφαξε τὸν Ἀντίοχον ἐν τῇ μάχῃ ʽὄνομα δὲ τῷ Γαλάτῃ Κεντοαράτης ἦνʼ ἐῶ καὶ τοῦτον. Σωκλῆς δὲ ἄρα ʽοὐ γάρ τί που πολλοὶ τόνδε μοι δοκοῦσιν ἐγνωκέναι1ʼ Ἀθηναῖος μὲν ἦν, καλὸς δὲ καὶ ἐδόκει καὶ ἐπεφύκει. οὗτος οὖν ἐπρίατο ἵππον ὡραῖον μὲν καὶ αὐτόν, ἐρωτικὸν δὲ ἰσχυρῶς καὶ οἷον σοφώτερον ἢ κατὰ τοὺς ἄλλους ἵππους. οὐκοῦν ἐρᾷ τοῦ δεσπότου δριμύτατα, καὶ προσιόντος ἐφριμάττετο καὶ ἐπικροτοῦντος ἐφρυάττετο, καὶ ἀναβαίνοντος ἑαυτὸν παρεῖχεν εὐπειθῆ, καὶ παρεστῶτος κατὰ πρόσωπον ὃ δὲ ὑγρὸν ἑώρα. καὶ ταῦτα μὲν ἐρωτικὰ ὄντα ἤδη ὅμως τερπνὰ ἐδόκει· ἐπεὶ δὲ ἦν ὥς τι καὶ δρασείων2 ἐς τὸ μειράκιον προπετέστερος, καὶ διέρρει λόγος ὑπὲρ ἀμφοῖν ἀτοπώτερος, ὁ Σωκλῆς οὐκ ἐνεγκὼν τὸ ἀπόφημον, ὡς ἐραστὴν ἀκόλαστον μισήσας ἀπημπόλησε τὸν ἵππον. ὃ δὲ οὐ φέρων τὴν ἐρημίαν τὴν ἀπὸ τοῦ καλοῦ, ἑαυτὸν τοῦ ζῆν ἀπήλλαξε λιμῷ βιαιοτάτῳ.
马若得到关怀,便会以善意与深情回报其恩人。布克法拉斯对亚历山大而言是怎样的存在,此说早已流布各方,我在此赘述并无多大意趣;而安条克的那匹为主人复仇并杀死了在战斗中屠杀安条克的加拉太人(那加拉太人名叫肯托阿拉特斯)的战马,我也同样略过不提。然而,有一个名叫索克勒斯的人——在我看来知晓此人者大约不多——他是雅典人,被公认为美貌,且生性亦确实俊美。他买下了一匹同样俊美、却异常多情且似乎远比凡马聪慧的马。这匹马极其热烈地爱恋着主人:主人走近时它便打响鼻,主人抚拍时它便骄傲地昂首踏步,主人骑上时它温顺顺从,主人立于其面前时它便含情脉脉地凝视。这些举动虽已属情爱之态,起初却仍被视为可喜之趣;但后来当它愈发急切放肆,仿佛要对少年有所非礼,且坊间流传开关于二者的荒诞怪异传闻时,索克勒斯无法忍受这等恶名丑声,便如憎恶一个放荡的情人一般厌恶这匹马并将其转卖。而那匹马忍受不了远离美男子的孤寂绝望,遂以极其剧烈的绝食结束了自己的生命。
νοοῦσι δὲ ἄρα ἀτταγᾶς μὲν ἀλεκτρυόνι ἔχθιστα, ἀλεκτρυὼν δὲ αὖ πάλιν ἀτταγᾶ, καὶ κορώνῃ κίρκος καὶ ἐκείνη ἐκείνῳ, καὶ πελαγίῳ ἱέρακι ὁ κόραξ καὶ κόρακι ἐκεῖνος, τρυγόνι τε κόραξ καὶ κίρκος, καὶ μέντοι καὶ ἡ τρυγὼν ἑκατέρῳ. πέπυσμαι δὲ καὶ πελαργὸν νυκτερίδα μισεῖν, καὶ ἐκείνην ἀντιμισεῖν ὡς πολέμιον, πελεκᾶνα δὲ μὴ νοεῖν φίλα ὄρτυγι. καὶ ἀμοιβὴν τοῦ μίσους ἀκούω εἶναι.
鹧鸪对公鸡怀有极深的敌意,公鸡对鹧鸪亦然;苍鹰与乌鸦互为宿敌,海雕与渡鸦亦复如是;渡鸦和苍鹰敌视斑鸠,斑鸠对两者也同样憎恶。我还得知,鹳憎恶蝙蝠,蝙蝠亦将其视为死敌而反过来憎恶;鹈鹕对鹌鹑亦无善意。我听闻这种仇恨是相互回报的。
ἀποκτίννυσι δὲ ἀετὸν μὲν τὸ καλούμενον σύμφυτον, τὴν δὲ ἶβιν ὑαίνης χολή, σκορόδου σπέρμα τὸν ψᾶρα, χαραδριὸν ἄσφαλτος, τὸν δὲ ἐχῖνον ὁ καλούμενος ποταμογείτων. ἐχῖνος δὲ αἰθυίας χολὴν οὐχ ὑπομένει. κίρκος δὲ καὶ λάρος καὶ τρυγὼν καὶ κόσσυφος καὶ τὸ γυπῶν ἔθνος σίδην κοπεῖσαν εἰ διατράγοιεν, ἀπολώλασι. κέδρου τὸν καλαμοδύτην ἀπόλλυσι φύλλα, ἄνθος δὲ ἄγνου τὸν μελαγκόρυφον, κόρακα δὲ εὐζώμου σπέρμα. μύρῳ κάνθαρος ἀποθνήσκει, στέατι δορκάδος ὁ ἔποψ. κορώνη δὲ λυκοβρώτου κρέως λειψάνῳ περιτυχοῦσα ἀποθνήσκει. κορυδαλλὸς δὲ νάπυος σπέρματι, γέρανος ἀμπέλου δάκρυον σπάσασα διεφθάρη.
此外,所谓聚合草能致雕于死地,鬣狗的胆汁致死朱鹮,大蒜种子致死椋鸟,沥青致死石鸻,所谓眼子菜致死刺猬;刺猬亦无法承受海鸥的胆汁。苍鹰、海鸥、斑鸠、乌鸫以及秃鹫一族,若咀嚼切碎的石榴便会丧命。香柏的叶子杀死苇莺,黄荆的花朵杀死黑顶林莺,芝麻菜的种子杀死渡鸦。金龟子因香膏而死,戴胜因瞪羚的脂肪而亡;乌鸦触及狼啃噬过的残肉便会毙命;百灵鸟死于芥菜种子,白鹤吸吮了葡萄藤的汁液便会殒命。
λαγὼ δὲ πέρι καὶ ἐνταῦθα ἔπεισιν εἰπεῖν τοιαῦτά μοι. ἐς τὴν κοίτην τὴν συνήθη οὐ πάρεισιν ὁ λαγὼς πρὶν ἢ ταράξαι τὰ ἴχνη,3 πῆ μὲν ἐσιὼν πῆ δὲ ἐξιών, ἵνα ἀφανίσῃ τὴν ἐκ τῶν θηρατῶν ἐς αὐτὸν ἐπιβουλήν, σοφίᾳ τινὶ φυσικῇ τὸ θηρίον τοὺς ἀνθρώπους αἱμυλώτατα ἀπατῆσαν.
关于野兔,我在此亦有以下事实欲述。野兔在未将足迹搅乱之前,绝不返回惯常的卧穴;它忽而进,忽而出,以此抹去猎人对其设下的诡计,这野兽凭着某种天然的智慧极其狡黠地欺骗了人类。
μήτηρ δὲ ἄρα καὶ ἡ θήλεια ἵππος ἀγαθὴ ἦν καὶ τοῦ πώλου τοῦ ἐξ αὐτῆς μεμνῆσθαι δεινή. ὅπερ οὖν κατεγνωκὼς Δαρεῖος ὁ κάτω εἶτα μέντοι ἐπήγετο ἐς τὰς μάχας ἐξ ὠδίνων ἵππους τὰ βρέφη καταλιπούσας οἴκοι. τρέφονται δὲ καὶ ὀρφανοὶ μητέρων οἱ πῶλοι γάλακτι ξένῳ, ὥσπερ οὖν καὶ οἱ ἄνθρωποι. οὐκοῦν ὅτε ἡ τροπὴ τῆς μάχης τῆς κατὰ τὸν Ἰσσὸν τὰ Περσῶν πιέζειν ὑπήρξατο, καὶ ἐνικᾶτο Δαρεῖος, ἵππον ἀνέβη θῆλυν, φυγῆς δεόμενος καὶ σωτηρίας ὠκίστης. ἣ δὲ ἄρα τοῦ καταλειφθέντος μνήμῃ, ὡς εἶχεν ἐπιθυμίας καὶ ποδῶν, τὸν δεσπότην ὑμνεῖται4
再者,母马也是极好的母亲,且极其擅长挂念自己所生的马驹。深知此道的后世大流士随后便将刚刚分娩、幼驹留在家中的母马带上战场(失去母亲的马驹亦如人类一般以他者的乳汁喂养)。因此,当伊苏斯之战的战局逆转开始压迫波斯军队、大流士陷于溃败之时,他急需逃遁与最迅捷的自救,便骑上一匹母马。而这匹母马出于对留下的幼驹的眷恋,倾尽其所有的渴望与奔跑的速度,与其主人一同为世人所赞颂。
- 6.44οὐ γάρ τί που πολλοὶ τόνδε μοι δοκοῦσιν ἐγνωκέναι
动词 δοκοῦσιν 采用了人称句构式,以 πολλοί 为主语,以不定词 ἐγνωκέναι 为补足语,字面意为“在我看来,知晓他的人想必不多”。否定短语 οὐ ... τί που 表示委婉或试探性的否定推测(“想必不……”、“大约未……”)。
- 6.44ὡς τι καὶ δρασείων
δρασείων 是由动词 δράω(做)派生出的意图动词(desiderative verb)分词,意为“想要做/图谋做”。与 ὡς 连用,修饰句意,表示马表现出“仿佛意图对那少年做出某种不轨举动”的主观情态。
- 6.47ἐς τὴν κοίτην τὴν συνήθη οὐ πάρεισιν ὁ λαγὼς πρὶν ἢ ταράξαι τὰ ἴχνη
由否定主句(οὐ πάρεισιν)引出 πρὶν ἤ 搭配不定词 ταράξαι 的从属句式,表示“在搞乱足迹之前不返回……”(即“必定先弄乱足迹才返回……”)。否定主句后接 πρίν + 不定词是希腊散文中的常见结构。
- 6.48τὸν δεσπότην ὑμνεῖται
所给原文在 ὑμνεῖται 处中断;通行校勘本此后尚有表示“从紧迫危难之巅救出”的不定词短语,τὸν δεσπότην 为该不定词的宾语,ὑμνεῖται 则为支配不定词的受动态(“据传颂曾……”)。仅就所给原文而言,译文将 ὑμνεῖται 作受动态处理,并以 τὸν δεσπότην 为关涉宾格。全句语意均落在母马救主疾奔之壮举名扬后世。
