← 克劳狄乌斯·埃利安

论动物的本性

§6.42-6.43

公羊的嫉妒复仇与蚂蚁的地下巢穴和智慧

作者叙述了叙巴里斯一名年轻牧羊人与母羊交媾而招致公羊嫉妒复仇的传说,随后记述了蚂蚁构筑精巧的三室地下巢穴、井然有序地收割人类农作物以及行埋葬之礼的非凡智慧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.42

λόγον δὲ Ἰταλὸν τῇ Συβαριτῶν πόλει συνακμάσαντος ἔργου μνημονεύοντα καὶ φοιτήσαντα ἐς ἐμὲ εἰπεῖν οὐ χεῖρόν ἐστι. τὴν ἡλικίαν ἀντίπαις, αἰπόλος τὸ ἐπιτήδευμα, ὄνομα Κρᾶθις, ἐς ὁρμὴν ἀφροδίσιον ἐμπεσὼν τῇ τῶν αἰγῶν ἰδεῖν ὡραιοτάτῃ μίγνυται, καὶ τῇ ὁμιλίᾳ ἥσθη, καὶ εἴ ποτε ἐδεῖτο ἀφροδίτης ὡς αὐτὴν ἐφοίτα, καὶ εἶχεν ἐρωμένην αὐτήν· καὶ μέντοι καὶ οἷα λαμβάνειν ἠδύνατο δῶρα, τοιαῦτα ὁ ἐραστὴς αἰπόλος τῇ ἐρωμένῃ τῇ προειρημένῃ προσέφερε, καὶ κυτίσου ποτὲ τοὺς ὡραιοτάτους ἀκρεμόνας καὶ μίλακος πολλάκις καὶ σχίνου τραγεῖν παρέσχε, τὸ στόμα ἀποφαίνων αὑτῷ, εἰ δεηθείη φιλῆσαι, εὐῶδες αὐτῆς. ἀλλὰ καὶ στιβάδα ἐγκαθεύδειν ὡς νύμφῃ παρεσκεύασεν ἁβροτάτην τε καὶ μαλθακήν. οὔκουν ἀμελῶς ταῦτα ἐθεάσατο ὁ τῆς ἀγέλης ἡγεμὼν τράγος, ἀλλὰ αὐτὸν ἔσεισι ζηλοτυπία. καὶ κατέκρυπτε μὲν τέως τὸν θυμόν, καθήμενον δὲ αὐτόν ποτε ἐλλοχᾷ καὶ καθεύδοντα· ἦν δὲ ἄρα ἐμβαλὼν τὸ πρόσωπον ἐς τὸν κόλπον. ὡς οὖν εἶχε δυνάμεως1 τὴν κεφαλὴν προσήραξε, καὶ διέθρυψέν οἱ τὸ βρέγμα. διαρρεῖ τοίνυν ἐς τοὺς ἐπιχωρίους τὰ πραχθέντα, καὶ τῷ μὲν οὐκ ἀφανῆ τάφον ἀνέστησαν, ἐξ αὐτοῦ δὲ τὸν ποταμὸν Κρᾶθιν ὠνόμασαν. γίνεται δὲ ἐκ τῆς ὁμιλίας τῆς πρὸς τὴν αἶγα παιδίον, καὶ ἦν αἲξ τὰ σκέλη, τὸ πρόσωπον ἄνθρωπος. τοῦτον καὶ ἐκθεωθῆναι λόγος ἔχει, καὶ θεὸν ὑλαῖόν τε καὶ ναπαῖον νομισθῆναι τὸν αὐτόν. μετειληχέναι δὴ καὶ ζηλοτυπίας τὰ ζῷα ὁ τράγος διδάσκει.

讲述一段记录了与叙巴里斯城极盛时期相伴之事的意大利传说,且该传说已传至我耳中,想来并非多余。有一个年纪方近成年、以牧羊为业、名叫克拉提斯的人,陷入了情欲的冲动,与羊群中外貌最俊美的一只母山羊交合,并在这种亲昵中获得了欢愉;每当他萌生情欲,便前往它那里,将其视作情妇。不仅如此,这位多情的牧羊人还将前述这只受宠之羊所能接受的诸般礼物奉献给它:有时为它提供苜蓿最鲜嫩的枝条,常喂以拔葜和乳香黄连木供其咀嚼,借此使它的嘴在自己想要接吻时散发香气。他甚至像对待新娘一样,为它铺设了一张极其华美柔软的卧榻供其卧眠。羊群的首领公山羊绝非对此熟视无睹,反而妒火中烧。起初它一直隐忍怒气,直到有一次,乘着少年坐着睡去——当时他正将面庞埋在胸前——便设伏袭击。公山羊使尽全身力气撞向他,撞碎了他的头骨。此事随后在当地人中传开,他们为他修建了一座显赫的坟墓,并以他的名字将那条河命名为克拉提斯河。由他与母山羊的交合中还诞生了一个后代,其腿为羊腿,面孔却为人形。据传此子亦升为神明,被尊为山林与谷壑之神。这只公山羊向我们表明,动物亦分有嫉妒之情。

§6.43

σύριγγας μὲν Αἰγυπτίας ᾅδουσιν μὲν οἱ συγγραφεῖς, ᾅδουσι δὲ καὶ λαβυρίνθους τινὰς Κρητικοὺς ἐκεῖνοί τε αὐτοὶ καὶ τὸ τῶν ποιητῶν φῦλον· μυρμήκων δὲ ἐν γεωρυχίᾳ ποικίλας ἀτραποὺς καὶ ἑλιγμοὺς καὶ περιόδους οὔπω ἴσασι. σοφίᾳ δὲ ἄρα τὴν ὑπόγειον οἰκονομίαν τήνδε ἀπεργάζονται σκολιωτάτην, τοῖς ἐπιβουλεύουσί σφισι τῶν θηρίων τὴν πάροδον δύσπορον ἢ καὶ παντελῶς ἄπορον ἀποφαίνοντες. τὴν δὲ γῆν ἣν ἐξορύττουσιν, ἀλλὰ ταύτην2 ὑπὲρ τοῦ στομίου περιβαλόντες οἱονεὶ τείχη τινὰ καὶ προβλήματα ἐργάζονται, ὡς μὴ τὸ ὕδωρ τὸ ἐξ οὐρανοῦ καταθέον εἶτα ῥᾳδίως αὐτοὺς ἐπικλύσαν ἢ ἀπολέσῃ πάντας ἢ τούς γε πλείστους. αἱμασιὰς δέ τινας μέσας διειργούσας ἀπʼ ἀλλήλων τοὺς χηραμοὺς διατειχίζουσι καὶ μάλα ἐντέχνως, εἶεν δʼ ἂν οἱ χῶροι τρεῖς, ὡς ἐν οἰκίᾳ σοβαρᾷ. καὶ τὸν μὲν ἀποφαίνουσιν ἀνδρῶνα εἶναι, ἐν ᾧ διαιτῶνται οἱ ἄρρενες καὶ ὅσον σὺν αὐτοῖς θῆλυ· τὸν δὲ ἕτερον, ἔνθα ἀποτίκτουσι κύουσαι μύρμηκες, οἱονεὶ γυναικῶνα· τρίτον δʼ ἕτερον θησαυρόν τε καὶ σιρὸν ἀποκρίνουσι τοῖς ἠθροισμένοις σπέρμασι. καὶ οὔτε Ἰσχόμαχος ἐνταῦθα οὔτε Σωκράτης ὑπὲρ τῆς ἀξιοζήλου οἰκονομίας σπουδάζοντες διδάσκουσιν αὐτά. οἱ δὲ μύρμηκες προϊόντες ὥσπερ οὖν ἐπισιτίσασθαι, τοῖς μεγίστοις ἕπονται· οἳ δὲ ἄγουσι στρατηγῶν δίκην. καὶ ἐς τὰ λήια ἐλθόντες οἱ μὲν ἔτι νεαροὶ τὴν καλάμην ὑφεστᾶσιν, οἱ δὲ ἡγεμόνες ἀνέρπουσι, καὶ τοὺς καλουμένους οὐραχοὺς τῶν καρπίμων διατραγόντες τῷ δήμῳ τῷ κάτω ῥίπτουσιν· οἳ δὲ περιελθόντες τοὺς μὲν ἀθέρας ἀποκόπτουσιν, ἐκλέπουσι δὲ τὰς τὸν πυρὸν στεγούσας τε καὶ περιαμπεχούσας θυλακίδας. καὶ μήτε ἀλοητοῦ δεόμενοι μήτε ἀνδρῶν λικμῆσαι δυναμένων μήτε μὴν ἐπειγομένων πνευμάτων ἀποκρῖναι καὶ διαστῆσαι τάς τε ἄχνας καὶ τὸν καρπόν, ἀνθρώπων ἀρούντων τε καὶ σπειρόντων τροφὰς ἔχουσι3 μύρμηκες. σοφὸν δὲ καὶ ἐκεῖνο προσακήκοα, ὅτι ἄρα τοὺς τεθνεῶτας μύρμηκας οἱ προσήκοντες ἐν ταῖς τῶν πυρῶν κηδεύουσι θυλακίσιν, ὡς πατέρας ἢ πᾶν τὸ φίλιον ἐν ταῖς σοροῖς οἱ ἄνθρωποι.

历史学家们歌咏埃及的地下甬道,他们自身与诗人群体亦赞颂克里特岛的某些迷宫;然而他们尚不知晓蚂蚁在掘土中所营造的错综小径、回旋与环道。蚂蚁以极高的智慧将这处地下居所构筑得极其曲折,使得企图侵害它们的虫兽之通路变得艰难甚至完全不通。至于掘出的泥土,它们恰恰将其堆砌在洞口四周,筑成宛如城墙与壁垒的结构,以防从天而降的雨水奔流而入,轻易将它们淹没,并毁灭全部或至少大部分同伴。它们在中部极其精巧地筑起隔墙以分开各个穴室,如同在显赫宏伟的宅第中一样,共有三个空间。其一它们辟为男室,雄蚁及与其相伴的雌蚁在此居留;其二为孕蚁产卵育幼之所,宛如女室;第三处则专门隔出作为储藏室和地窖,以存放收集来的种子。在此处教导它们这些的,既非热心传授可敬治家之术的伊斯霍玛霍斯,亦非苏格拉底。当蚂蚁如筹集口粮般外出列队进发时,它们紧跟最庞大者之后,后者如将领般在前引路。抵达庄稼地后,较为年轻的蚂蚁立于麦秆下方,领头者则攀援而上,咬断果穗的柄枝并抛向地面的蚁群大众;地下的蚂蚁随之围拢过来,剪去芒刺,剥除包裹覆盖麦粒的外壳。蚂蚁既不需要打谷,亦不需要善于扬谷的农夫,更无需借助迅疾的风力来分离扬净糠秕与谷实,便能坐拥耕耘播种之人所生产的粮食。我还听闻过它们这样一个充满智慧的习性:亲族蚂蚁会将死去的同伴殓葬于小麦的颖壳之中,恰如人类将父亲或一切至亲安放于棺椁之中一般。

语法注3 条
  1. 6.42ὡς οὖν εἶχε δυνάμεως

    由副词 ὡς、动词 ἔχω 与属格 δυνάμεως(表示程度或性质的属格)结合而成的惯用句式,意为“使尽全力”或“以其所能达到的最大力量”(相当于 ὡς ἐδύνατο)。动词 ἔχω 搭配副词或属格常用来表示某种状态或程度。

  2. 6.43τὴν δὲ γῆν ἣν ἐξορύττουσιν, ἀλλὰ ταύτην

    悬置对格(悬格/前置主题化)结构:名词短语 τὴν δὲ γῆν ἣν ἐξορύττουσιν 被置于句首,随后在主句中由连词 ἀλλά 和照应代词 ταύτην 重新接续为宾语(“至于它们掘出的土,正以此土……”)。此处的 ἀλλά 起到强调和接续的作用。

  3. 6.43ἀνθρώπων ἀρούντων τε καὶ σπειρόντων τροφὰς ἔχουσι

    属格短语 ἀνθρώπων ἀρούντων τε καὶ σπειρόντων 作为表示来源或生产者的属格,修饰名词 τροφάς(“耕耘播种之人所出产的粮食”)。它紧接在 τροφάς 之前,突出了人类辛苦劳作与蚂蚁不劳而获之间的鲜明对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:6.42-6.43