- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:6.38-6.41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中记述了角蝰的剧毒与特性、雄鹿为避免乱伦而淘汰幼鹿的习性与居鲁士母子的对比,并阐述了黑海鼠类为避开神圣葡萄而主动离岛的敬虔举动,以及埃及鼠类的自然发生与宛如军队般井然有序的迁徙习性。
τῶν ὑπʼ ἀσπίδος δηχθέντων οὐ μνημονεύεται οὐδεὶς ἐξάντης τοῦ κακοῦ γεγονέναι.1 ἔνθεν τοι καὶ τοὺς βασιλεῖς ἀκούω τῶν Αἰγυπτίων ἐπὶ τῶν διαδημάτων φορεῖν πεποικιλμένας ἀσπίδας, τῆς ἀρχῆς αἰνιττομένους τὸ ἀνίκητον δὴ ἐκ τῆς τοῦ ζῴου μορφῆς τοῦ προειρημένου. γίνονται δὲ καὶ πενταπήχεις ἀσπίδες. καὶ μέλαιναι μὲν αἱ πλεῖσται ἢ τεφραῖαι, ἴδοις δʼ ἂν καὶ πυρρὰν ἀσπίδα. οἱ δηχθέντες δὲ ὑπʼ ἀσπίδος οὐ περαιτέρω βιοῦσι τετάρτης ὥρας, πνιγμὸς δὲ αὐτοὺς καὶ σπασμὸς διώκει καὶ λυγμός, ὥς φασιν. ἀκούω δὲ τὸν ἰχνεύμονα τῆς ἀσπίδος τὰ ᾠὰ ἀφανίζειν, οἱονεὶ τοῖς ἑαυτοῦ παισὶν ὑπεξαίροντα τοὺς μέλλοντας ἀντιπάλους. Λίβυσσαν δὲ ἄρα ἀσπίδα καὶ ἀποφαίνειν τυφλοὺς τῷ φυσήματι λέγει τις λόγος.
在被角蝰咬伤的人中,未见有任何一人能从这一灾厄中幸免于难的记载。据我所知,正因如此,埃及诸王才在王冠上佩戴饰有角蝰的图纹,借由上述动物的形貌来隐喻王权坚不可摧的无敌力量。角蝰的体长亦有达到五肘者。大多数呈黑色或灰褐色,但人们也能见到红褐色的角蝰。被角蝰咬伤之人活不过第四个时辰;据说,窒息、抽搐与呃逆会接踵而至。我又听闻,獴会捣毁角蝰的卵,仿佛在为自己的后代预先铲除未来的仇敌。另有传言称,利比亚角蝰甚至能以喷出的气息令人致盲。
εἶτα οὐ χρὴ θαυμάσαι τὴν φύσιν τῇ τε ἄλλῃ καὶ ἐνταῦθα μέντοι; τῶν ἀρρένων οἱ πατέρες τοὺς πλείστους νεβροὺς ἀναιροῦσιν, ἵνα μὴ πληθύωνται εἶτα μέντοι καὶ τὰς μητέρας ἀναβαίνωσι· μίασμα γὰρ καὶ ἐν τοῖς ἀλόγοις καὶ ἐναγὲς ἔργον δοκεῖ τοῦτο δήπου. Κύρῳ δὲ καὶ Παρυσάτιδι, ὦ Πέρσαι, καὶ καλὰ ταῦτα καὶ ἔνδικα ἐδόκει· καὶ ἐφίλει Κῦρος τὴν μητέρα κακῶς, καὶ ἐφιλεῖτο ὑπὸ τῆς μητρὸς φιλίαν ὁμοίαν. καὶ ταῦτα μέντοι σωμένης, οἱ δὲ ἄνθρωποι πάντων μὲν ἐπιθυμοῦντες, μηδενὸς δὲ φειδόμενοι.
那么,人们难道不该在其他方面、尤其是在此处赞叹自然么?父亲们会除掉大部分雄性幼鹿,以免它们繁衍增多后进而与其母亲交配;因为即便在无理性的动物之中,这种行为也无疑被视为污秽且遭天谴之举。然而波斯人啊,在小居鲁士与帕律萨蒂丝看来,此等事竟也是美好而合乎道义的;居鲁士不正当地爱恋其母,其母亦以同样的爱恋对待他。动物尚且能葆有节制,人类却贪图一切,毫无克制。
νῆσος ἐν τῷ Πόντῳ Ἡρακλεῖ ἐπώνυμος ἐκτετίμηται. οὐκοῦν ὅσον μυῶν ἐστιν ἐνταῦθα σέβει τὸν θεόν, καὶ πᾶν ὅσον ἀνεῖται αὐτῷ, τοῦτο πιστεύει τῷ θεῷ κεχαρισμένον ἀνεῖσθαι καὶ οὐκ ἂν προσάψαιτο αὐτοῦ. οὐκοῦν καὶ ἄμπελος τῷ θεῷ κομᾷ, καὶ τετίμηται ὡς ἀνάθημα αὐτῷ μόνῳ, καὶ φυλάττουσιν οἱ θεραπευτῆρες τοῦ δαίμονος ἐς τὰς θυσίας τοὺς βότρυς. ὅταν οὖν ἐς ἀκμὴν αἱ ῥᾶγες ἔρχωνται, οἳ δὲ ἀπολείπουσι τὴν νῆσον οἱ μύες, ἵνα μὴ μείναντες ἄκοντες γοῦν προσάψωνται ὧν θιγεῖν οὐκ ἄμεινον· εἶτα τῆς ὥρας διαδραμούσης οἳ δὲ ἐς ἤθη τὰ οἰκεῖα ὑποστρέφουσι. καὶ μυῶν μὲν Ποντικῶν ἀγαθὰ ταῦτα· ἵππων δὲ καὶ Διαγόρας καὶ Ἡρόστρατος2 καὶ ὁ λοιπὸς τῶν θεοῖς ἐχθρῶν κατάλογος πῶς ἂν ἐφείσαντο τῶν βοτρύων ἢ ἀναθημάτων ἄλλων οἱ καὶ τὰ τῶν θεῶν ὀνόματα καὶ ἔργα ἁμωσγέπως συλᾶν προῃρημένοι;
黑海中有一座以赫拉克勒斯命名的岛屿深获尊崇。因此,那里的所有鼠类皆敬奉该神,凡是献给神的物产,它们皆坚信那是取悦神灵的奉纳而绝不触碰。故而葡萄藤亦为神灵而繁茂,作为唯独归属于他的祭品而备受珍视,神明的侍奉者们则守护着葡萄串以供祭祀之用。因此,每当果粒熟透之际,鼠群便主动离开该岛,以免滞留此地而违心触碰了不可侵犯之物;待到这一时节过去,它们便又返回各自的故巢。这便是黑海鼠类的美德;然而,希彭、狄阿戈拉斯、赫洛斯特拉托斯以及其余那些与神为敌的昭彰之辈,又怎会放过葡萄串或其他奉纳之物?他们甚至立意以某种手段公然劫掠神明的名号与功业。
ἔθος τοῦτο Αἰγύπτιον. ὅταν κατὰ τὴν Αἴγυπτον ὕσῃ ʽῥανίσι δὲ ὕει λεπταῖσʼ, μύες παραχρῆμα τίκτονται. οὐκοῦν κατὰ τὰς ἀρούρας πλανώμενοι οὗτοι λυμαίνονται τοῖς ληίοις ὑποτέμνοντες τοὺς στάχυς καὶ ὑποκείροντες, ἤδη μέντοι καὶ τοὺς σωροὺς τῶν δραγμάτων κεραΐζοντες λυποῦσι τοὺς Αἰγυπτίους. καὶ διὰ ταῦτα πάγαις τε αὐτοὺς ἐλλοχῶσι καὶ θριγκοῖς ἀναστέλλουσι καὶ τάφροις ἀνείργουσι καὶ κάουσιν ἐν ταύταις πῦρ. οἱ τοίνυν μύες οὐδὲ τὴν ἀρχὴν πρὸς τὰς πάγας προσφοιτῶσιν, ἐῶσι δὲ αὐτὰς ἑστάναι ἄλλως· τοῖς δὲ θριγκοῖς καίτοι λελειωμένοις ὑπὸ τῆς χρίσεως ἐπαναβαίνουσιν, ἁλτικώτατοί τε ὄντες εἶτα μέντοι ὑπερπηδῶσι τὰς τάφρους. ὅταν οὖν ἀπαγορεύσαντες οἱ Αἰγύπτιοι τὰς μηχανὰς καὶ τὰς ἐπιβουλὰς ὡς ἀχρήστους ἀπολίπωσι καὶ ἐκτραπέντες ἐπί τε δέησιν ἔλθωσι καὶ ἱκετείας τὰς πρὸς τοὺς θεούς, ἐνταῦθα δήπου τὴν ἐκ τῶν θεῶν μῆνιν ὀρρωδοῦσιν οἱ μύες, καὶ ἔς τι ὄρος ἀναχωροῦσι τάξιν πλαισίου φυλάττοντες. οἱ μὲν οὖν νεώτατοι πρῶτοι, οὐραγοῦσι δὲ οἱ μέγιστοι, καὶ τοὺς ὑπολειπομένους ἐπιστραφέντες εἶτα μέντοι ἕπεσθαί σφισιν ἐκβιάζονται. ἐὰν δὲ οἱ νεώτατοι κάμνοντες ὑποστῶσι, καὶ τὸ ἑπόμενον ἵσταται πᾶν, ὡς ἐν δυνάμει στρατιωτικῇ πέφυκε γίνεσθαι. ὅταν δὲ ὑπάρξηται ἡ ἐκ τῶν πρώτων κίνησις, ἐνταῦθα καὶ οἱ λοιποὶ ἕπονται. λέγουσι δὲ καὶ οἱ τὸν Πόντον οἰκοῦντες τὰ αὐτὰ καὶ ἐκεῖθι τοὺς μῦς δρᾶν. πεπίστευται δὲ καὶ ἐξ οἰκίας ἁπάσης, ἥτις μέλλει πεσεῖσθαι, ᾗ ποδῶν ἔχουσι3 μετοικίζεσθαι πάντας. ἰδιότης δὲ ἄρα μυῶν καὶ ἐκείνη. ἐπειδὰν ἀκούσωσι γαλῆς τριζούσης ἢ συρίττοντος ἔχεως, ἐκ τῆς μυωπίας τῆς μιᾶς τὰ ἑαυτῶν βρέφη ἄλλο ἄλλῃ μετοικίζουσιν.
这是埃及的习俗。每逢埃及降雨之时——降雨亦不过是细密的小雨点——鼠群便立刻应时而生。它们游荡在田野间,从根部啃断并剪除麦穗,以此戕害庄稼,甚至劫掠成堆的麦捆,令埃及人苦不堪言。为此,人们设陷阱以埋伏它们,筑短墙以阻挡它们,挖沟渠以隔绝它们,并在沟渠中点燃烈火。然而鼠群从一开始便根本不接近陷阱,任其徒然矗立;面对被涂抹得极为光滑的短墙,它们却能攀援而上,且因极善跳跃,它们径直跃过沟渠。当埃及人无计可施,将器具与谋略视作徒劳而弃之不用,转而向神明祈求与叩拜时,鼠群便畏惧神明的震怒,维持着空心方阵的队列撤退到某座山中。于是最年幼的走在最前,最健壮硕大的殿后,并转过身来强令落后者紧跟自己。若年幼者疲惫而止步,整个后队亦全部停步,恰如军队中自然发生的情形那般。一旦最前排开始动作,其余鼠类便随之跟进。居住在黑海沿岸的人亦言,那里的鼠类亦有相同的行径。人们还深信,每当房屋将要倾塌之际,所有的鼠类都会拼尽全力举家迁徙。这亦是鼠类的奇特秉性:每当听闻黄鼠狼尖叫或毒蛇吐气嘶嘶作响,它们便将各自的幼崽从原先的一个鼠洞中分头迁往不同的地方。
- 6.38τῶν ὑπʼ ἀσπίδος δηχθέντων οὐ μνημονεύεται οὐδεὶς ἐξάντης τοῦ κακοῦ γεγονέναι
οὐδεὶς 作为不定式 γεγονέναι 的逻辑主语,与被动动词 μνημονεύεται 构成了人称提升结构。主格表语 ἐξάντης(意为“免于……的”、“未受……伤害的”)支配表示分离的属格 τοῦ κακοῦ。句首的 τῶν ... δηχθέντων 则是依附于 οὐδεὶς 的部分属格。
- 6.40ἵππων δὲ καὶ Διαγόρας καὶ Ἡρόστρατος
抄本中的 ἵππων 虽形似普通名词“马(ἵππος)”的复数属格,但因其与后文著名的无神论者麦罗斯的狄阿戈拉斯(Διαγόρας)及焚毁阿尔忒弥斯神庙的赫洛斯特拉托斯(Ἡρόστρατος)并列,故此处实指萨摩斯的无神论哲学家希彭(Ἵππων)的主格专有名词。这些专名共同构成后文带有 ἄν 的虚拟/反事实过去直陈式谓语(πῶς ἂν ἐφείσαντο)的并列主语。
- 6.41ᾗ ποδῶν ἔχουσι
由关系副词 ᾗ、动词 ἔχουσι 与表示状态/性质的属格 ποδῶν 结合而成的惯用表达,意为“竭尽全力地奔跑”、“全速”(类似于古典希腊语中的 ὡς τάχους εἶχον 等表达)。在此作为副词短语修饰不定式 μετοικίζεσθαι。
