- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:6.30-6.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在记述鹰为少年殉死之后,本节叙述了“驴鱼”的特异生理、以音律诱捕蟹与鱼的方法、埃及人的巫术、海狸断睾自保的习性,以及数种害虫的性质。
δὲ καὶ τὸν βίον ὁ παῖς κατέστρεψεν, ἠκολούθησε καὶ ὁ ἀετὸς μέχρι τοῦ μνήματος· καομένου δὲ ἑαυτὸν ἐς τὴν πυρὰν ἐνέβαλεν.1 Ὁ ἰχθὺς ὁ ὄνος τὰ μὲν ἄλλα ὅσα ἐντὸς προσπέφυκεν οὐ πάνυ τι τῶν ἑτέρων διεστῶτα κέκτηται, μονότροπος δέ ἐστι καὶ σὺν ἄλλοις βιοῦν οὐκ ἀνέχεται. ἔχει δὲ ἄρα ἰχθύων μόνος οὗτος ἐν τῇ γαστρὶ τὴν καρδίαν καὶ ἐν τῷ ἐγκεφάλῳ λίθους, οἵπερ οὖν ἐοίκασι μύλαις τὸ σχῆμα. σειρίου δὲ ἐπιτολῇ φωλεύει μόνος, τῶν ἄλλων ἐν ταῖς κρυμωδεστάταις φωλεύειν εἰθισμένων.
当少年结束生命时,那鹰亦追随至墓前;而在遗体火化之际,它纵身跃入了柴堆。 名为“驴”的鱼,其体内的其他构造与其余鱼类并无太大差异,但它性情孤僻,无法容忍与其他同类共同生活。而且在鱼类之中,唯有它将心脏生于腹中,在脑中生有形状宛若磨石的石块。在天狼星升起之时,唯有它蛰伏避世,而其他鱼类则惯于在最寒冷的时节蛰伏。
οἱ θηρῶντες τοὺς παγούρους ἐπʼ αὐτοὺς ἐμηχανήσαντο τὴν μουσικὴν δέλεαρ. φωτιγγίῳ γοῦν ʽὄνομα δὲ ὀργάνου τοῦτοʼ αἱροῦσιν αὐτούς. οἳ μὲν γὰρ ἐν τοῖς φωλεοῖς δεδύκασιν, οἳ δὲ ὑπάρχονται τοῦ μέλους. καὶ ἀκούσαντες οἱ πάγουροι πείθονται ὡς ὑπό τινος ἴυγγος προελθεῖν τῆς θαλάμης, εἶτα ὑπὸ τῆς ἡδονῆς ἑλκόμενοι προΐασι καὶ ἔξω τῆς θαλάττης, οἳ δὲ αὐλοῦντες ἐπὶ πόδα ἀναχωροῦσι.2 καὶ ἐκεῖνοι ἕπονται καὶ ἐπὶ τῆς γῆς ἁλίσκονται.
捕捉海蟹的人将音乐作为诱捕它们的钓饵。他们用一种名为短笛(这是一种乐器的名称)的器具捕捉它们。当海蟹潜藏于洞穴中时,他们便奏起乐曲。海蟹听到后,仿佛受到某种魔咒的诱引,自洞穴中爬出,随后被这愉悦所吸引,甚至爬出了海面;吹笛者则一边吹奏,一边步步后退。海蟹随之跟来,便在陆地上被擒获。
οἱ δὲ τῇ Μαρείᾳ λίμνῃ προσοικοῦντες τὰς θρίσσας θηρῶσι τὰς ἐκεῖθι ᾠδῆς μέλει τορωτάτῳ καὶ κρότῳ ὀστράκων ὁμορροθοῦντι πρὸς τὸ μέλος· αἳ δὲ ὥσπερ ὀρχούμεναι ὑπὸ τῷ μέλει πηδῶσι, καὶ ἐμπίπτουσι τοῖς θηράτροις, ἅπερ οὖν αὐτοῖς περιπέπταται, καὶ λαμβάνουσιν οἱ Αἰγύπτιοι θήραν εὔοψον σὺν χορείᾳ τε καὶ παιδιᾷ.
居住在马雷亚湖畔的人们,以极其高亢清脆的歌声曲调,以及随着曲调节奏敲击贝壳的声响,来捕捉那里的鲥鱼;鱼群仿佛伴着曲调起舞般跃起,纷纷落入由他们张设在四周的捕网之中,埃及人便在歌舞与嬉戏中获得了丰美的鱼获。
Αἰγυπτίους ἐγὼ πυνθάνομαι μαγείᾳ τινὶ ἐπιχωρίῳ τοὺς ὄρνιθας ἐκ τοῦ οὐρανοῦ καταφέρειν· τῶν δὲ φωλεῶν τοὺς ὄφεις ἐπαοιδαῖς τισι καταγοητεύσαντες εἶτα μέντοι προάγουσι ῥᾷστα.
我获悉,埃及人凭借某种本土巫术能将飞鸟从天空中引落;他们用咒语将洞穴中的蛇类魅惑,随后便能轻而易举地引出。
ὁ κάστωρ ἀμφίβιόν ἐστι ζῷον, καὶ μεθʼ ἡμέραν μὲν ἐν τοῖς ποταμοῖς καταδὺς διαιτᾶται, νύκτωρ δὲ ἐπὶ τῆς γῆς ἀλᾶται, οἷς ἂν περιτύχῃ τούτοις τρεφόμενος. οὐκοῦν ἐπίσταται τὴν αἰτίαν διʼ ἣν ἐπʼ αὐτὸν οἱ θηραταὶ σὺν προθυμίᾳ τε καὶ ὁρμῇ τῇ πάσῃ χωροῦσι, καὶ ἐπικύψας καὶ δακὼν ἀπέκοψε τοὺς ἑαυτοῦ ὄρχεις, καὶ προσέρριψεν αὐτοῖς, ὡς ἀνὴρ φρόνιμος λῃσταῖς μὲν περιπεσών, καταθεὶς δὲ ὅσα ἐπήγετο ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας, λύτρα δήπου ταῦτα ἀλλαττόμενος.3 ἐὰν δὲ ᾖ πρότερον ἐκτεμὼν καὶ σωθεὶς εἶτα πάλιν διώκηται, ὃ δὲ ἀναστήσας ἑαυτὸν καὶ ἐπιδείξας ὅτι τῆς αὐτῶν σπουδῆς οὐκ ἔχει τὴν ὑπόθεσιν, τοῦ περαιτέρω καμάτου παρέλυσε τοὺς θηρατάς· ἧττον γάρ τοι τῶν κρεῶν ἐκείνοις φροντίς ἐστι. πολλάκις δὲ καὶ ἔνορχοι ὄντες, ὡς ὅτι πορρωτάτω ἀποσπάσαντες τῷ δρόμῳ, εἶτα ὑποστείλαντες τὸ σπουδαζόμενον μέρος, πάνυ σοφῶς καὶ πανούργως ἐξηπάτησαν, ὡς οὐκ ἔχοντες ἃ κρύψαντες εἶχον.4
海狸是一种两栖动物,白昼潜入河流中生活,夜晚则在陆地上漫游,遇到什么便以什么为食。因此它深知猎人们怀着全部的热切与冲力向它扑来的缘由,便俯下身子用牙齿咬断自己的睾丸,掷向猎人,恰如一个明智之人落入强盗之手,为了自身的安全而交出携带的一切,以此作为赎金相交换。若它此前已自行切除并得以脱险,其后再度被追捕,它便挺起身子展示自己已无他们所求之物,从而使猎人们免受进一步的劳苦;因为猎人们对其肉并不甚在意。很多时候,即便它们仍完好无损,在奔跑中将距离拉得极远之后,便将猎人所觊觎的部位收缩隐藏,极其聪明且狡黠地欺骗对方,装作未曾拥有那已被隐藏之物。
βούπρηστις ζῷόν ἐστιν, ὅπερ οὖν ἐὰν βοῦς καταπίῃ, πίμπραται καὶ ῥηγνύμενος ἀπόλλυται οὐ μετὰ μακρόν.
斑蝥是一种虫子,牛若误吞,便会腹胀膨大,破裂开来,不多时便死去。
αἱ κάμπαι ἐπινέμονται τὰ λάχανα, τάχα δὲ καὶ διαφθείρουσιν αὐτά. ἀπόλλυνται δὲ αὗται, γυνὴ τὴν ἐπιμήνιον κάθαρσιν καθαιρομένη εἰ διέλθοι μέση τῶν λαχάνων.
毛虫啃食蔬菜,迅速将其摧残殆尽。但正在经历经期净化的女子若从蔬菜丛中穿过,这些毛虫便会灭绝。
εἶεν δʼ ἂν βουσὶν ἔχθιστα οἶστρος καὶ μύωψ. καὶ ὁ μὲν οἶστρος κατὰ τὰς μυίας τὰς μεγίστας ἐστί, καὶ ἔχει στερεὸν καὶ μέγα κέντρον, καὶ ἦχόν τινα βομβώδη ἀφίησι καὶ τραχύν· ὁ δὲ μύωψ τῇ κυνομυίᾳ προσείκασται, βομβεῖ δὲ τοῦ οἴστρου μᾶλλον, ἔλαττον δὲ ἔχει τὸ κέντρον.
对牛而言最为可憎的当属牛虻与秋蝇。牛虻体型堪比最大的苍蝇,生有坚硬而巨大的刺针,发出嗡嗡作响且刺耳的杂音;而秋蝇形似犬蝇,鸣声比牛虻更响,刺针却更小。
- 6.30καομένου δὲ ἑαυτὸν ἐς τὴν πυρὰν ἐνέβαλεν
καομένου 是独立属格结构中的现在时被动分词,其逻辑主语(τοῦ παιδός)承前省略,由上文的 ὁ παῖς 补出。主句主语为雄鹰(ὁ ἀετός),以反身代词 ἑαυτόν 作 ἐνέβαλεν 的直接宾语。
- 6.31ἐπὶ πόδα ἀναχωροῦσι
ἐπὶ πόδα ἀναχωρεῖν 是古典希腊语中源自军事术语的固定短语,意为“步步后撤”或“面朝敌方后退”,在此形象地描绘吹笛者面对爬来的海蟹一边吹奏一边徐徐倒退的情状。
- 6.34λύτρα δήπου ταῦτα ἀλλαττόμενος
λύτρα 作 ταῦτα(指携带之物,比喻自身睾丸)的谓语性宾格,由中间态分词 ἀλλαττόμενος(为自身交换)所支配,意为“将这些作为赎金相交换”。
- 6.34ἃ κρύψαντες εἶχον
由动词 εἶχον 与不定过去时分词 κρύψαντες 结合构成的迂说法(或分词修饰主语并以关系代词 ἃ 为直接宾语),强调“将所隐藏之物隐匿不露”的持续状态。
