← 克劳狄乌斯·埃利安

论动物的本性

§6.25-6.29

犬与鹰的忠情及猫蛛章鱼诸兽习性

在记述狐狸以耳测冰的智慧之后,本节叙述了犬殉主人的忠义、有毒蜘蛛的特征与毒性、猫的繁殖习性与洁癖、章鱼因纵欲而短命,以及雏鹰侍奉患病少年的至情。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.25

μὴ ὑπηχοῦν κάτωθεν τὸ ῥεῦμα μηδὲ ὑποψοφοῦν ἡσυχῆ ἐς βάθος, ἣ δὲ ὡς ἑστῶτι τῷ κρυστάλλῳ θαρρεῖ, διαθεῖ τε ἀτρέπτως· εἰ δὲ μή, οὐκ ἂν ἐπιβαίη. οἱ ποιηταὶ μὲν τὴν παῖδα τὴν τοῦ Ἴφιδος σέβουσι, καὶ τά γε θέατρα ὑπʼ αὐτῶν ἐμπέπλησται ὑμνούντων τὴν ἡρωίνην ἐκείνην, ἐπεὶ τὰς ἄλλας ὑπερεπήδησε τῇ σωφροσύνῃ, τὸν ἑαυτῆς γαμέτην προτιμήσασα τοῦ βίου· τὰ δὲ ζῷα ὑπερβολὴν φιλοστοργίας οὐ παραλέλοιπεν. ὁ γοῦν Ἠριγόνης κύων ἐπαπέθανε τῇ δεσποίνῃ, καὶ ὁ Σιλανίωνος καὶ ἐκεῖνος τῷ δεσπότῃ, καὶ οὔτε πρὸς βίαν οὔτε σὺν κολακείᾳ ἀπέστη τοῦ τάφου. Δαρείῳ δὲ τῷ τελευταίῳ βασιλεῖ τῶν Περσῶν ἐν τῇ πρὸς Ἀλέξανδρον μάχῃ βληθέντι ὑπὸ Βήσσου καὶ κειμένῳ, πάντων τὸν νεκρὸν ἀπολιπόντων, ὁ κύων ὁ ὑπʼ αὐτῷ τραφεὶς μόνος παρέμεινε πιστός, τὸν οὐκέτι τροφέα μὴ προδοὺς ὡς ἔτι ζῶντα. τοιοῦτόν τι ὑπὲρ τῶν τοῦ Κύρου φίλων τοῦ νεωτέρου Ξενοφῶν ὁ τοῦ Γρύλλου νεανιευόμενος δῆλός ἐστι λέγων,1 τοὺς ὁμοτραπέζους μόνους οἱ συμπαραμεῖναι καὶ συναπολέσθαι, καὶ τὸν εὐνοῦχον, ὃς ἦν οἱ σκηπτοῦχος τὴν τιμήν, ὄνομα δὲ Ἀρταπάτης, ἑαυτὸν ἐπαποκτεῖναι τῷ νεκρῷ, ἀτιμάσαντα τὸν βίον ἐσόμενόν οἱ ἔρημον Κύρου. καὶ Λυσιμάχῳ δὲ τῷ βασιλεῖ κύων κοινοῦ τοῦ τέλους ἑκὼν μετέλαβε σωθῆναι δυνάμενος.

若听不到下方有流水回响,深处亦无微弱水声,便确信冰面坚固,毫无顾虑地飞奔而过;否则它绝不会踏上冰面。诗人们崇敬伊菲斯的女儿,剧场中也充斥着他们赞颂那位女英雄的诗篇,因她在贞德上超越了其他女子,珍视自己的丈夫胜于生命;然而在骨肉深情的极致上,动物也未尝逊色。埃里戈涅的犬便殉死在女主人身旁,西拉尼翁的犬亦然,殉死在主人身边,无论施以强力还是诱哄,都不肯离开墓穴。波斯末代君王大流士在与亚历山大的战役中被贝苏斯刺中倒地,众人都遗弃了遗体,唯有他抚养的犬忠心耿耿地守候在侧,不曾背弃这位已故的抚育者,宛如他还活着一般。格律罗斯之子色诺芬在充满少年豪气地谈论小居鲁士的朋友们时,显然也记述了类似之事:唯有同席者与他相守并共同赴死,而职居执杖官、名为阿尔塔帕特斯的宦官,亦因鄙弃失去居鲁士后孤苦的人生而自刎于遗体之上。对于国王利西马科斯,亦有一只本可得救的犬甘愿与他同归于尽。

§6.26

ἡ πιθήκη ὑπό τινων ὀρειβάτης κέκληται, ὑπʼ ἄλλων γε μήν, ὡς ἀκούω, ὑλοδρόμος, καὶ ἐν τοῖς δένδροις γίνεται καὶ ἔχει τρίχας· κέκληται δὲ ὑπʼ ἐνίων καὶ ψύλλα. ἐντέτμηται μὲν οὖν τὴν γαστέρα2 ἡσυχῆ, ὡς εἰπεῖν ὅτι λίνῳ διακέκοπται. δάκνει δὲ σφαλερώτατα δήγματα, καὶ παρέπεται τρόμος τῷ δηχθέντι, καὶ περὶ τὴν καρδίαν ἄλγημα ἰσχυρὸν ἐπιγίνεται, καὶ τὰ οὖρα ἐμφράττεται, καὶ ὁ ἕτερος πόρος γίνεται καὶ ἐκεῖνος ἄπορος. ἔοικε δὲ τοῖς προειρημένοις ἀντίπαλος ὁ καρκίνος ὁ ποτάμιος εἶναι βρωθείς.

被称为皮泰凯的毒蛛,有人称其为“登山者”,据我所闻,亦有人称之为“林中奔者”,它生活在树间且覆有毛发;亦有人称之为“蚤”。它的腹部微有凹痕,宛若被丝线勒断一般。其咬伤极为凶险,被咬者会浑身战栗,心口发作剧烈绞痛,小便受阻,另一通道亦随之闭塞不通。将河蟹烹食,似乎可作为上述症状的克星。

§6.27

αἰλούρων ὁ μὲν ἄρρην ἐστὶ λαγνίστατος, ὁ δὲ θῆλυς φιλότεκνος, φεύγει δὲ τὴν πρὸς τὸν ἄρρενα ὁμιλίαν· ἀφίησι γὰρ τὸν θορὸν θερμότατόν τε καὶ προσεοικότα πυρί, καὶ κάει τῆς θηλείας τὸ ἄρθρον. εἰδὼς οὖν ὁ ἄρρην τοῦτο τὰ κοινὰ βρέφη διαχρῆται, ἣ δὲ παίδων ἑτέρων πόθῳ ἑαυτὴν παρέχει συνελθεῖν γλιχομένῳ. φασὶ δὲ τοὺς αἰλούρους πάντα ὅσα δυσώδη ἐστὶ μισεῖν τε καὶ βδελύττεσθαι. ταύτῃ τοι καὶ τὸ σφέτερον περίττευμα ἀφιέναι πρότερον βόθρον ὀρύξαντας, ἵνα ἀφανίσωσιν αὐτὸ τῆς γῆς ἐπιβαλόντες.

公猫极度好色,母猫则慈爱幼崽,避开与公猫交配;因为公猫射出的精水炽热如火,会灼伤母猫的阴部。公猫深知此点,便杀害共同的幼崽,而母猫因渴望孕育新的子嗣,便顺从了渴求交尾的公猫。据说猫厌恶并憎恶一切带有恶臭之物。正因如此,它们在排泄自身便溺之前必先掘坑,以便覆土掩埋遮蔽。

§6.28

Ἀκολαστότατον τῶν ἰχθύων τὸν πολύποδα εἶναί φασι καὶ ἐς τοσοῦτον λαγνεύειν, ἐς ὅσον αὐτῷ ἡ πᾶσα τοῦ σώματος ῥώμη ἐκρυεῖσα ἀσθενῆ ἀπέφηνε καὶ νήξασθαι μὲν ἥκιστον, τροφὴν δὲ μαστεῦσαι ἀδύνατον, καὶ διὰ ταῦτα ἄλλους τρέφειν. τὰ γοῦν σμικρὰ τῶν ἰχθυδίων καὶ τὰς καλουμένας καρκινάδας καὶ τοὺς καρκίνους ἐπιφοιτᾶν τε ἅμα καὶ κατεσθίειν αὐτόν. λέγουσι δὲ ταύτην εἶναι τὴν αἰτίαν τοῦ μὴ δύνασθαι πολύποδα ἐνιαυτοῦ βιῶναι χρόνον μακρότερον.3 καὶ θῆλυς δὲ ἄρα πολύπους ἀναλίσκεται ῥᾳδίως τίκτων πολλάκις.

据说在水族之中,章鱼最为放纵无度,其好色达到了如此地步:周身的气力耗泄殆尽,变得极度虚弱,既最不能游动,亦无法寻觅食物,并因此沦为其他生物的口粮。小鱼、所谓的寄居蟹以及螃蟹便会蜂拥而至将其分食。人们说这就是章鱼寿命无法超过一年的缘由。而雌章鱼亦因频繁产卵而极易耗损身亡。

§6.29

Φύλαρχος μέμνηται παῖδα ἰσχυρῶς φιλόρνιθα ἀετοῦ νεοττὸν λαβεῖν δῶρον καὶ τρέφειν τροφῇ ποικίλῃ καὶ κηδεμονίαν αὐτῷ προσφέρειν πᾶσαν· οὐ γάρ τί που ὡς ἄθυρμα ἐς παιδιὰν ἔτρεφε τὸν ὄρνιν, ἀλλὰ ἐρωμένου δίκην ἢ ἀδελφοῦ νεωτέρου, οὕτως ἄρα ὁ παῖς τοῦ ἀετοῦ προμηθῶς εἶχεν. προϊὼν δὲ ὁ χρόνος ἐς φιλίαν αὐτοὺς ἐξῆψεν ἀλλήλων ἰσχυράν. συνηνέχθη δὲ καμεῖν τὸ σῶμα τὸν παῖδα. καὶ τὸν ἀετὸν παραμένειν καὶ νοσηλεύειν τὸν τροφέα, καὶ καθεύδοντος μὲν ἡσυχάζειν, ἐγρηγορότος δὲ παρεστάναι, ἀσιτοῦντος δὲ τροφὴν μὴ προσίεσθαι. ἐπεὶ

费拉科斯记载,有一个极度喜爱鸟类的少年得到了一只雏鹰作为赠礼,以多样的食物喂养它,并给予无微不至的照料;他绝非将此鸟当作玩耍的玩具来喂养,而是如同对待心爱之人或幼弟一般,少年对鹰的关怀照料可谓体贴入微。随着岁月的流逝,他们之间结下了深厚的情谊。不料少年患病倒下。那鹰便守候在一旁照看抚育自己的人,少年沉睡时它便静穆无声,少年苏醒时它便侍立身侧,少年绝食时它亦不进饮食。当

语法注3 条
  1. 6.25νεανιευόμενος δῆλός ἐστι λέγων

    带表语形容词 δῆλος 的人称句结构(personal construction),与非人称结构 δῆλόν ἐστιν ὅτι...(“显而易见他在……”)相当。主语(Ξενοφῶν)与形容词 δῆλος 及分词(νεανιευόμενος ... λέγων)同处于主格并保持一致,意为“显然他在满怀豪气地叙述”。

  2. 6.26ἐντέτμηται μὲν οὖν τὴν γαστέρα

    名词宾格 τὴν γαστέρα 用作关系宾格(accusative of respect/specification),修饰完成时被动态动词 ἐντέτμηται,表示“在腹部方面受到凹切/在腹部略微收狭”。

  3. 6.28τοῦ μὴ δύνασθαι πολύποδα ἐνιαυτοῦ βιῶναι χρόνον μακρότερον

    带属格冠词的不定式 τοῦ μὴ δύνασθαι 修饰名词 αἰτίαν。不定式的逻辑主语是宾格 πολύποδα,其后带补充不定式 βιῶναι;χρόνον μακρότερον 为表示持续时间的宾格,ἐνιαυτοῦ 则是比较属格(“比一年更久”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:6.25-6.29