- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:6.3-6.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段叙述了母熊冬眠、绝食及食草调理肠胃的习性,巨蛇因时择食与伏击的习性,落角之鹿的隐蔽防备,战马对壕沟的畏惧,莫里斯湖畔埃及王信使乌鸦之墓,各类动物饲养的专有名词,以及母熊携幼崽攀树避险的机敏行为。
ἡ ἄρκτος ὅτι τίκτει σάρκα ἄσημον εἶτα τῇ γλώττῃ διαρθροῖ αὐτὴν καὶ οἱονεὶ διαπλάττει, ἄνω που λέλεκται. ὃ δὲ οὐκ εἶπον ἤδη, τοῦτο εἰρήσεται νῦν, καὶ μάλα ἐν καλῷ. χειμῶνος μὲν ἀποτίκτει, καὶ φωλεύει τεκοῦσα, καὶ ὑφορωμένη τοὺς κρυμοὺς τὴν ἐπιδημίαν τοῦ ἦρος προσμένει, οὐδʼ ἂν πρὶν ἢ πληρωθῆναι τρεῖς μῆνας ἐξαγάγοι ποτὲ τὰ βρέφη. ὅταν δὲ αἴσθηται ἑαυτῆς πεπλησμένης,1 ὑφορωμένη τοῦτο ὡς νόσον, ζητεῖ φωλεόν. ἔνθεν τοι καὶ κέκληται τῇ ἄρκτῳ φωλεία τὸ πάθος. εἶτα ἐσέρχεται οὐ βαδίζουσα, ἀλλὰ ὑπτία, ἀφανίζουσα τοῖς θηραταῖς τὰ ἴχνη· ἑαυτὴν γὰρ ἐπισύρει κατὰ τὰ νῶτα. καὶ παρεσελθοῦσα ἡσυχάζει, καὶ τρόπον τινὰ τὴν ἕξιν ῥινᾷ, καὶ δρᾷ τετταράκοντα ἡμερῶν αὐτό. καὶ λέγει μὲν Ἀριστοτέλης ὅτι ἄρα δὶς ἑπτὰ ἡμερῶν ἀκίνητος μένει καὶ ἀτρεμεῖ, τῶν δὲ ἄλλων στρέφεται μόνον. ἄσιτος δὲ ἄρα διαμένει τῶν τετταράκοντα πασῶν καὶ ἄτροφος, ἀπόχρη δὲ αὐτῇ τὴν δεξιὰν περιλιχμᾶσθαι. ἐκ δὲ τῆς συντήξεως τῆς ἄγαν συνέπτυκται τὸ ἔντερον αὐτῇ καὶ συνῆλθεν. ὅπερ εἰδυῖα, ὅταν προέλθῃ, τοῦ καλουμένου ἄρου τοῦ ἀγρίου ἐσθίει· τὸ δὲ ἄρα φυσῶδες ὂν διίστησιν αὐτῇ τὸ ἔντερον, καὶ εὐρύνει αὐτό, καὶ ἀποφαίνει τροφῆς δεκτικόν. ὅταν δὲ αὖ πάλιν ᾖ πεπληρωμένη, μυρμήκων ἐσθίει, καὶ κενοῦται ῥᾷστα. κενώσεις μὲν δὴ φυσικαὶ τῶν ἄρκτων καὶ πληρώσεις ἐς δέον εἴρηνταί μοι μήτε ἰατρῶν μήτε συγκραμάτων, ὦ ἄνθρωποι, δεόμεναι.
母熊产下未经成形的肉块,而后用舌头梳理关节并将其塑形,此前已有述及。然而我尚未提及之事,如今正当其时予以陈述。母熊在冬季产仔,产后便行冬眠,防备严寒以待初春来临,在满三个月之前绝不将幼崽带出。当它察觉自己腹内过于饱胀时,视此如疾病般加以防备,便寻觅洞穴。因此,母熊的这种情状也被称作“隐穴”。随后它并非步行进入,而是仰卧着退入,以此向猎人掩去足迹;因为它是背部着地拖曳自身。入穴之后它便静卧不动,在某种程度上消磨调节自身的体质,并如此度过四十天。亚里士多德说,它有十四天完全静止不动,其余时间则只是翻身而已。在整整四十天里它断食且不摄取养分,单靠舐食右掌便已足够。由于过度消瘦消融,它的肠道收缩并粘连在一起。母熊深知此事,故而出穴时便去食取所谓的野海芋;此物因富含胀气而撑开其肠道,使之扩宽并再度适于接纳食物。而当它再次饱胀时,便吃蚂蚁,从而极易排空。世人啊,关于母熊既不需要医生也不需要调制药剂的自然泄纳与充实,我已适度陈述完毕。
οἱ δράκοντες ὅταν ὀπώρας μέλλωσι γεύεσθαι, τῆς πικρίδος καλουμένης ῥοφοῦσι τὸν ὀπόν· ὀνίνησι δὲ ἄρα αὐτοὺς αὕτη πρὸς τὸ μὴ φύσης τινὸς ὑποπίμπλασθαι. μέλλοντες δέ τινα ἐλλοχᾶν ἢ ἄνθρωπον ἤ θῆρα, τὰς θανατηφόρους ῥίζας ἐσθίουσι καὶ τὰς πόας μέντοι τὰς τοιαύτας. οὐκ ἦν δὲ ἄρα οὐδὲ Ὅμηρος αὐτῶν τῆς τροφῆς ἀμαθής. λέγει γοῦν ὅπως ἄνδρα μένει περὶ τὸν φωλεὸν εἰλούμενος, προεμπλησθεὶς σιτίων πολλῶν φαρμακωδῶν καὶ κακῶν.
巨蛇在准备品尝果实时,会吸吮所谓的苦苣汁液;此物对它们大有益处,可免于腹内胀气。而当它们准备伏击任何人或野兽时,便吞食致命的草根以及诸如此类的毒草。荷马对它们的食物亦非一无所知;他至少描述过一条盘踞在洞穴周围等待行人的毒蛇,事先早已饱食了许多有毒害之物。
οἱ ἔλαφοι τὰ κέρατα ἀποβαλόντες ἐσδύνονται παρελθόντες ἐς τὰς λόχμας, τοὺς ἐπιόντας σφίσι φυλαττόμενοι, καὶ εἰκότως· ἔρημοι γὰρ τῶν ἀμυντηρίων ὄντες ἀφῃρῆσθαι καὶ τὴν ἀλκὴν πεπιστεύκασιν ἐν τῷ τέως. λέγονται δὲ καὶ φυλάττεσθαι μή ποτε ἄρα νεαροῖς οὖσιν αὐτῶν τοῖς στελέχεσιν εἶτα προσπίπτουσα ἡ ἀκτὶς πρὶν ἢ παγῆναι καὶ τοὺς καλουμένους χόνδρους λαβεῖν ἣ δὲ τὴν σάρκα ὑποσήψῃ.2
雄鹿在脱角之后,便退入树丛深处隐蔽,防备侵袭者,这亦合乎情理;因为失去了自卫的武器,它们深信自己的勇力在此时也已被剥夺。据说它们还在防备:趁其角柄尚幼嫩、尚未硬化并形成所谓的软骨之前,日光照射下来会使其下的皮肉腐烂。
οἱ παριόντες ἐς πόλεμον ἵπποι ὑπόπτους ἔχουσι καὶ τάφρων πηδήσεις καὶ ἅλλεσθαι βόθρον καὶ διαβῆναι σταυροὺς καὶ σκόλοπας καὶ τὰ τοιαῦτα. πάρεστι δὲ καὶ Ὁμήρου λέγοντος ἀκούειν ὑπὲρ τῶν τοιούτων "ὥς Ἕκτωρ ἀνʼ ὅμιλον ἰὼν ἐλλίσσεθʼ ἑταίρους, τάφρον ἐποτρύνων διαβήμεναι. οὐδέ οἱ ἵπποι τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπʼ ἄκρῳ χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος εὐρεῖʼ, οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι ῥηιδίη. "
出征战场的战马,对跳跃战壕、跨越深坑以及越过栅栏、桩木之类的事情心存戒备。亦可听荷马就此类事情所作的吟咏: “赫克托尔走在人群中这样恳求同伴, 催促他们跨过壕沟。但他那些疾步的战马 却不敢前行,只是伫立在壕沿高声嘶鸣; 因为宽阔的壕沟令它们惊骇,既不容易 从近旁跃过,也不容易穿行。”
ἐν τῇ Αἰγύπτῳ περὶ τὴν λίμνην τὴν καλουμένην Μοίριδος, ὅπου Κροκοδείλων πόλις, κορώνης τάφος δείκνυται, καὶ τὴν αἰτίαν ἐκείνην Αἰγύπτιοί φασι. τῷ βασιλεῖ τῷ τῶν Αἰγυπτίων (Μάρης δὲ οὗτος ἐκαλεῖτο) ἦν κορώνης θρέμμα πάνυ ἥμερον, καὶ τῶν ἐπιστολῶν ἃς ἐβούλετό οἱ κομισθῆναί ποι θᾶττον ἐκόμιζεν αὕτη,3 καὶ ἦν ἀγγέλων ὠκίστη, καὶ ἀκούσασα ᾔδει ἔνθα ἰθῦναι χρὴ τὸ πτερόν, καὶ τίνα χρὴ παραδραμεῖν χῶρον, καὶ ὅπου ἥκουσαν ἀναπαύσασθαι. ἀνθʼ ὧν ἀποθανοῦσαν ὁ Μάρης ἐτίμησεν αὐτὴν καὶ στήλῃ καὶ τάφῳ.
在埃及所谓的莫里斯湖附近,即鳄鱼城所在之处,有一座乌鸦之墓为人指认,埃及人述其缘由如下。埃及人的国王——此人名叫马雷斯——蓄养了一只极温驯的乌鸦;它能够迅速递送国王希望寄送至某处的信件,是信使中最迅速的,听到指令便知该向何处振翅,该绕过何方地域,该在到达何处时休憩。为此,在它死后,马雷斯立石碑与坟墓以示尊荣。
ἴδιον δὲ καὶ ὄνομα τῆς κατὰ τροφὴν κομιδῆς ἕκαστα τῶν ζῴων κέκτηται. πωλοδαμνικὴ γοῦν κληθείη τις ἂν καὶ σκυλακοτροφικὴ καὶ ἐλεφαντοκομία καὶ λεοντοτροφία καὶ ὀρνιθοτροφία καὶ τὰ τοιαῦτα.
每种动物在喂养与照看方面亦有其独特的专属名称。例如驯驹术、养犬术、理象术、饲狮术、育鸟术等皆可依此命名。
σοφὰ δὲ ἄρκτου ἦν ἄρα ἐκεῖνα. ἐὰν διώκηται μετὰ τῶν αὑτῆς σκυλακίων, προωθεῖ αὐτὰ ἐς ὅσον δύναται· ὅταν δὲ συνίδῃ ὅτι ἀπεῖπε, τὸ μὲν κατὰ τοῦ νώτου φέρει, τὸ δὲ κατὰ τοῦ στόματος, καὶ δένδρου λαβομένη ἀναπηδᾷ· καὶ τὸ μὲν ἔχεται τοῦ νώτου τοῖς ὄνυξι, τὸ δὲ ἐν τοῖς ὀδοῦσι φέρεται ἀναθεούσης
母熊的这一举动亦颇见机敏。若带着幼崽遭人追捕,它便尽可能推着幼崽往前赶;但当察觉幼崽已经精疲力竭时,便将一只驮在背上,另一只叼在嘴里,攀援树木一跃而上;一只用爪紧抓其背,另一只则在它攀登时衔于齿间。
- 6.3ὅταν δὲ αἴσθηται ἑαυτῆς πεπλησμένης
感官动词 αἰσθάνομαι 在此接续属格反身代词及其属格补充分词(ἑαυτῆς πεπλησμένης),而非更为常见的宾格加分词结构。属格凸显了对其自身腹满状态的直接内在感知。
- 6.5νεαροῖς οὖσιν αὐτῶν τοῖς στελέχεσιν εἶτα προσπίπτουσα ἡ ἀκτὶς πρὶν ἢ παγῆναι καὶ τοὺς καλουμένους χόνδρους λαβεῖν ἣ δὲ τὴν σάρκα ὑποσήψῃ
在从属于 φυλάττεσθαι 的防备从句(μή ποτε ἄρα... ὑποσήψῃ)中,主语 ἡ ἀκτίς 位于时间从句 πρὶν ἢ... 之前,随后被指示代词 ἣ δέ 重新拾起(复指代词用法)。而 νεαροῖς οὖσιν... τοῖς στελέχεσιν 则作为分词 προσπίπτουσα 的与格补足语。
- 6.7τῶν ἐπιστολῶν ἃς ἐβούλετό οἱ κομισθῆναί ποι θᾶττον ἐκόμιζεν αὕτη
带有关系从句 ἃς ἐβούλετο... 的名词短语 τῶν ἐπιστολῶν 以属格前置句首。在语法上,它既可视为由比较级副词 θᾶττον 所统辖的比较属格,亦可视为修饰/统属于动词 ἐκόμιζεν 的前置部分属格。结合下文“在信使中最迅速”的文意,此处理解为主节动词 ἐκόμιζεν 所携带之信件的提顿式呈现,即迅速传递国王欲寄送之书信。
