- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:6.10-6.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述母熊捕食公牛的技法、动物的学习与记忆能力、鹿选择分娩地点的智慧与节制、陆龟防御毒蛇之法,以及鬣狗以催眠之力捕杀猎物的习性。
αὐτῆς.1 ταύρῳ δὲ λιμώττουσα ὅταν ἐντύχῃ, κατὰ μὲν τὸ καρτερὸν καὶ ἐξ εὐθείας οὐ μάχεται, προσπαλαίει δέ, καὶ τοῦ τένοντος λαβομένη κλίνει, καὶ ἅμμα σφίγγει. ὃ δὲ πιέζεται καὶ μέμυκε, καὶ τελευτῶν ἀπεῖπε καὶ κεῖται, καὶ ἐκείνη ἐμπίπλαται. μαθεῖν δὲ ἀγαθὰ ζῷα καὶ ταύτῃ κατέγνωμεν. ἐπὶ τῶν Πτολεμαίων οἱ Αἰγύπτιοι τοὺς κυνοκεφάλους καὶ γράμματα ἐδίδασκον καὶ ὀρχεῖσθαι καὶ αὐλεῖν καὶ ψαλτικήν. καὶ μισθὸν κυνοκέφαλος ἐπράττετο ὑπὲρ τούτων, καὶ τὸ διδόμενον ἐς φασκώλιον ἐμβαλὼν ἐξηρτημένον ἔφερεν, ὡς οἱ τῶν ἀγειρόντων δεινοί. ὅτι δὲ Συβαρῖται καὶ ὄρχησιν ἵππους ἐπαίδευσαν, πάλαι κεκήρυκται. ἐλεφάντων δὲ τὸ εὐπειθὲς ἐς τὰ μαθήματα καὶ τὸ ῥᾴδιον ἀνωτέρω εἶπον. κύνες δὲ ἄρα καὶ τὰ οἴκοι ὑπηρετεῖν τοῖς ἐκπαιδεύσασιν αὐτοὺς ἱκανοί, καὶ ἀπόχρη πένητι δοῦλον κύνα ἔχειν. ἦσαν δὲ ἄρα καὶ τῶν τοιούτων ἄδουλοι, ὥσπερ οὖν Ἀράβων μὲν οἱ Τρωγλοδύται, Λιβύων δὲ οἱ Νομάδες, καὶ τῶν Αἰθιόπων ὅσον λιμνόβιόν ἐστι, πέρα τῆς ἐκ τῶν ἰχθύων τροφῆς μεμαθηκὸς σιτεῖσθαι οὐδὲ ἕν. μέμνηται δὲ ὧν πάσχει τὰ ζῷα, καὶ δεῖταί γε τέχνης τῆς ἐς τὴν μνήμην οὐ Σιμωνίδου, οὐχ Ἱππίου, οὐ Θεοδέκτου, οὐκ ἄλλου τινὸς τῶν ἐς τόδε τὸ ἐπάγγελμα καὶ τήνδε τὴν σοφίαν κεκηρυγμένων. ἔνθα γοῦν ἀφῃρέθη ἡ βοῦς τὸν μόσχον,2 ἐνταῦθα ἐλθοῦσα ὠδύρατο μυκηθμῷ συντρόφῳ τὸ πάθος. καὶ βόες μέντοι ὑπὸ ζυγὸν ἰέναι μέλλοντες οἳ μὲν μειδιῶσιν, οἳ δὲ ἐπὶ πόδα ἀναχωροῦσιν. ἵππος δὲ ὅταν ἀκούσῃ ψαλίων κρότον καὶ χαλινοῦ κτύπον, καί προστερνίδιά τε καὶ προμετωπίδια θεάσηται, φριμάττεται ἐνταῦθα, καὶ τὰς ὁπλὰς σκιρτῶν ἐπικροτεῖ καὶ ἐνθουσιᾷ, ἥ τε τῶν ἱπποβοσκῶν βοὴ ἐγείρει αὐτόν, καὶ τὰ ὦτα ὤρθωσεν αὐτὸς καὶ τοὺς μυκτῆρας διέστησε μνήμῃ δρόμου καὶ συνηθείας ἴυγγι ἀμάχῳ.
当它往上攀登时。而当它饥肠辘辘遇到公牛时,并不凭蛮力正面交战,而是与之摔跤,抓住其腿筋将其扳倒,并扼紧其颈部。公牛受压迫而发出哞叫,最终力竭倒地,母熊便饱餐一顿。我们亦由这一方面得知,动物善于学习。在托勒密诸王时代,埃及人教导狒狒认字、舞蹈、吹笛和弹奏竖琴。狒狒以此索取报酬,将所得之物投入悬挂的囊袋中携带着,如同行乞的能手。至于叙巴里斯人训练马匹舞蹈之事,久已广为人知。而关于大象在学习上的顺从与聪颖,我上文已有述及。狗亦能为训育它们的人操持家务,对穷人而言,拥有一只狗作为仆从便已足够。然而亦有连这类动物仆从都没有的部族,正如同阿拉伯人中的穴居人、利比亚人中的游牧部落,以及埃塞俄比亚人中栖息于湖畔、除了以鱼类为食之外未曾学会食用任何其他东西者。动物亦能记取自身的遭遇,完全不需要西莫尼德斯、希庇亚斯、狄奥德克特斯,或任何在此行业与智能上声名显赫之人的记忆之术。至少,母牛在被夺去牛犊之处,来到那里便以平日惯常的哀鸣悲啼其苦痛。而且公牛将要承受轭木时,有的似带微笑,有的则步步退缩。战马一旦听闻马嚼子的撞击与马衔的响声,目睹护胸与额甲,便立刻打起响鼻,跳跃着顿足奋蹄,意气昂扬;驭马者的呼喝唤醒了它,在奔腾的记忆与习性那不可抗拒的魔力驱使下,它自己竖起双耳,张开鼻孔。
τίκτει δὲ ἔλαφος παρὰ τὰς ὁδούς, καὶ ἔοικέ γε σοφίᾳ τοῦτο δρᾶν· δέδοικε γὰρ τὰ θηρία καὶ τὰς ἐξ αὐτῶν ἐπιβουλάς, τοὺς δὲ ἀνθρώπους θαρρεῖ. καὶ ἐκείνων μὲν πεπίστευκεν ἀσθενεστέρα οὖσα, τούτους δὲ ἀποδρᾶναι δύνασθαι οὐκ ἀμφιβάλλει. καταπιανθεῖσα δὲ οὐκ ἂν ἔτι τέκοι παρὰ τὰς ὁδούς· οἶδε γὰρ ὅτι δραμεῖν ἐστι νωθεστέρα. τίκτει οὖν ἐν τοῖς ἄγκεσι καὶ ἐν τοῖς δρυμοῖς καὶ ἐν τοῖς αὐλῶσι.
母鹿在道路旁产仔,这似乎是出于智慧而为之;因为它害怕野兽及其暗害,对人类却无所畏惧。它深信自己较野兽软弱,却毫不怀疑自己能够自人类手中逃脱。然而若体态发福,它便不再在路旁分娩;因为它自知奔跑变得迟缓。因此它便在山谷、树林与狭长幽谷中产仔。
ἡ χερσαία χελώνη διατραγοῦσα ὀριγάνου παρʼ οὐδὲν ποιεῖται τὸν ἔχιν. ἐὰν δὲ ἀπορήσῃ αὐτοῦ, πηγάνου ἐμφαγοῦσα ὥπλισται πρὸς τὸν ἐχθρόν. ἐὰν δὲ ἑκατέρου ἀτυχήσῃ, ἀνῄρηται.
陆龟嚼碎牛至后,便将蝰蛇视若无物。若匮乏此物,吃下芸香亦可武装自身抵御仇敌;但若两者皆不可得,它便难逃一死。
ὁ ἔλαφος, ὡς ἀκούω, τὰ παρόντα ἀγαπᾷ, καὶ οὐκ ἐρᾷ πλειόνων, ἀλλὰ σωφρονεῖ περὶ τὴν γαστέρα τῶν ἀνθρώπων μᾶλλον. περὶ γοῦν τὸν Ἑλλήσποντόν ἐστι λόφος, καὶ νέμονται κατὰ τοῦδε ἔλαφοι, καὶ τῶν ὤτων αὐτοῖς τὸ ἕτερον διέσχισται, περαιτέρω δὲ οὐ χωροῦσι τοῦ λόφου, οὐδὲ νομῆς ἐρῶσι ξένης, οὐδὲ λειμῶνας ποθοῦσιν ἑτέρους πόας χρείᾳ περιττοτέρας· ἀπόχρη δὲ ἄρα τὰ παρόντα αὐτοῖς διʼ ἔτους ὅλου. τί πρὸς ταῦτα, ὦ ἄνθρωποι, ὑμεῖς, οὓς οὐκ ἂν ἐμπλήσειέ ποτε ἕως θανάτου οὐδʼ ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει;3
据我所闻,雄鹿安于现状,不贪求更多,在节制口腹方面远胜于人类。至少,在赫勒斯滂附近有一座山丘,雄鹿沿着此山丘吃草,它们的一只耳朵被剪开;但它们绝不越出该山丘半步,不渴求异乡的牧草,也不因贪图多余的草料而向往其他草场;现成之物在整整一年里对它们便已足够。世人啊,即使远射之神的石槛内所闭藏的一切财富,直至死亡也绝不能使你们满足,对此你们有何话说?
ἡ ὕαινα, ὡς Ἀριστοτέλης λέγει, ἐν τῇ ἀριστερᾷ χειρὶ ἔχει δύναμιν ὑπνοποιόν, καὶ ἐνεργάζεται κάρον μόνον προσθιγοῦσα. πάρεισι γοῦν ἐς τὰ αὔλια πολλάκις, καὶ ὅταν ἐντύχῃ τινὶ καθεύδοντι, προσελθοῦσα τὴν ὑπνοποιὸν ὡς ἂν εἴποις χεῖρα προσέθηκε τῇ ῥινί, ὃ δὲ ἄγχεταί τε καὶ πιέζεται. καὶ ἐκείνη μὲν ὑπορύττει τὴν γῆν τὴν ὑπὸ τῇ κεφαλῇ ἐς τοσοῦτον, ἐς ὅσον ἀνέκλασεν ἐς τὸν βόθρον καὶ τὴν φάρυγγα ὑπτίαν ἀπέφηνε καὶ γυμνήν· ἐνταῦθα δὲ ἡ ὕαινα ἐνέφυ καὶ ἀπέπνιξε καὶ ἐς τὸν φωλεὸν ἀπάγει. τοῖς κυσὶ δὲ ἐπιτίθεται ἡ αὐτὴ τὸν τρόπον ἐκεῖνον. ὅταν
如亚里士多德所言,鬣狗的左前足具有致眠之力,仅凭触碰便能使人昏厥。它常潜入牲口棚,一旦遇到熟睡者,便走上前去,将可谓致眠的前足贴在熟睡者的鼻端,使之窒息受扼。鬣狗随之挖掘熟睡者头下的泥土,直至其头颅后仰没入坑穴,仰面露出光秃的喉咙;此时鬣狗便死死咬住,将其掐死并拖往洞穴。它亦以同样的方式袭击猎犬。每当——
- 6.10αὐτῆς
紧接前一段落末尾的分词 ἀναθεούσης 的属格代词,共同构成属格绝对结构(ἀναθεούσης αὐτῆς,意为“当母熊攀登时”),指代母熊。
- 6.10ἀφῃρέθη ἡ βοῦς τὸν μόσχον
取双宾格动词 ἀφαιρέω(夺去某人某物)的被动态结构。被剥夺者(ἡ βοῦς)转化为主格主语,而所夺之物(τὸν μόσχον)仍保留为宾格。
- 6.13οὐδʼ ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει
化用自荷马《伊利亚特》第9卷404行。其中 ἀφήτωρ(“放箭者”)是德尔斐阿波罗神的别称,此句指其神庙石槛内积聚的无尽珍宝。
