← 克劳狄乌斯·埃利安

论动物的本性

§6.1-6.2

动物的自主克制与有情及对人类的对照

作者将无需外部激励便能自行锻炼与克制的动物(如公牛与猛兽)同为了名利而自律的人类竞技者相对比,并通过驯养的豹子不忍伤害已结为熟悉伙伴的羊羔之例,论述人类在背信弃义方面有时反不及禽兽。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

δέονται μὲν ἄνθρωποι λόγου τοῦ προτρέψοντος καὶ ἀναπείσοντος ἀγαθοὺς εἶναι καὶ τὴν μὲν δειλίαν διώξοντος, τὸ δὲ εὐθαρσὲς παρασκευάσοντος, ἀθληταὶ μὲν ἐς τὰ στάδια, στρατιῶται δὲ ἐς τὰ ὅπλα· τὰ δὲ ζῷα οὐ δεῖται τῆς ἔξωθεν ἐπιρρώσεως, ἑαυτοῖς δὲ παροξύνει τὴν ἀλκήν, καὶ ἑαυτὰ ἀνίστησι καὶ ἐγείρει. ὁ γοῦν σῦς μέλλων ἐς μάχην ἰέναι πρὸς ταῖς λείαις πέτραις τοὺς ὀδόντας ὑποθήγει. τοῦτό τοι καὶ Ὅμηρος τῷ ζῴῳ μαρτυρῶν δῆλός ἐστι.1 καὶ μέντοι καὶ ὁ λέων τῇ ἀλκαίᾳ ἑαυτὸν ἐπεγείρει μαστίζων, καὶ βλακεύειν καὶ ἐλινύειν οὐκ ἐπιτρέπει. καὶ τοῦτο δὲ ὁ ποιητὴς εἰδὼς ᾅδει περὶ τοῦ λέοντος. οἱ δὲ ἐλέφαντες τῇ προβοσκίδι ἑαυτοὺς παίουσιν ἐς τὸν ἀγῶνα ἐξάπτοντες, ὅταν τούτου ᾖ καιρός, καὶ οὐ δέονται τοῦ προσᾴσοντος καὶ ἐροῦντος οὐχ ἕδρας ἔργον οὐδʼ ἀμβολᾶς, οὐδὲ μὴν τὰ Τυρταίου μέτρα ἀναμένουσι. ταῦρος δὲ ἡγεμὼν τῆς ἀγέλης ὅταν ἡττηθῇ ἡγεμόνος ἄλλου, ἑαυτὸν ἀποκρίνει ἐς χῶρον ἕτερον, καὶ ἑαυτῷ γίνεται γυμναστής, καὶ ἀθλεῖ πᾶσαν ἄθλησιν κονιόμενος καὶ τοῖς δένδροις τὰ κέρατα προσανατρίβων καὶ τῇ τε ἄλλῃ ἑαυτὸν ἐς τὴν ἄσκησιν τῆς ἀλκῆς ῥυθμίζων καὶ οὖν καὶ ἀφροδίτης ἀπεχόμενος καὶ σωφρονῶν ὡς Ἴκκος ὁ Ταραντῖνος, ὅνπερ οὖν ὑμνεῖ Πλάτων ὁ τοῦ Ἀρίστωνος παρὰ τὸν τῆς ἀθλήσεως χρόνον πάντα συνουσίας ἀμαθῆ καὶ ἄπειρον διαμεῖναι ἁπάσης. καὶ Ἴκκῳ μὲν ὄντι ἀνθρώπῳ καὶ Ὀλυμπίων ἐρῶντι καὶ Πυθίων καὶ κλέους αἰσθανομένῳ καὶ δόξης γλιχομένῳ οὐδὲν μέγα ἦν κεκολασμένως καθεύδειν καὶ σωφρόνως· τὰ γὰρ ἆθλά οἱ κλεινὰ καὶ ἦν καὶ ἐδόκει, κότινος Ὀλυμπικὸς καὶ Ἰσθμικὴ πίτυς καὶ δάφνη Πυθική, καὶ ζῶντα μὲν περιβλέπεσθαι, ἀποθανόντα δὲ εὐφημεῖσθαι. καὶ μέντοι καὶ τὸν κιθαρῳδὸν Ἀμοιβέα ἀκούω γῆμαι μὲν ὡραιοτάτην γυναῖκα, ἀποσχέσθαι δὲ αὐτῆς παρὰ πάντα τὸν χρόνον, παρʼ ὃν ἀγωνιούμενος ἐς τὰ θέατρα ᾔει. Διογένης δὲ ὁ τῆς τραγῳδίας ὑποκριτὴς τὴν ἀκόλαστον κοίτην ἀπείπατο παντελῶς πᾶσαν. Κλειτόμαχος δὲ ὁ παγκρατιαστὴς καὶ κύνας εἴ ποτε εἶδε μιγνυμένους, ἀπεστρέφετο, καὶ ἐν συμποσίῳ δὲ εἰ λόγον ἀκόλαστον ἤκουσε καὶ ἀφροδίσιον, ἐξαναστὰς ἀπηλλάττετο. ἀνθρώπους δὲ ὄντας ποιεῖν ταῦτα ἢ ὑπὲρ τοῦ κερδᾶναι χρήματα ἢ ὑπὲρ τοῦ φήμης καὶ κλέους μεταλαχεῖν, οὐ πάνυ τι θαυμαστόν·2 ταύρῳ δὲ νικῶντι ταῦρον ἀντίπαλον ποῖα μὲν κηρύγματα, ὦ παῖ Ἀρίστωνος, ἀποκηρύττουσι, ποῖα δὲ ἆθλα ἀποκρίνουσιν;

人们需要言辞来勉励和劝导他们做勇敢之人,一方面驱散怯懦,另一方面激发起勇气——运动员走向赛场,士兵奔赴武装,皆是如此。然而动物并不需要来自外界的鼓舞,它们自会激发出自身的勇力,使自己奋起和觉醒。至少野猪在即将投入战斗时,会对着光滑的岩石磨砺獠牙;荷马也显然就这种野兽为此作证。不仅如此,狮子也用尾巴抽打自身来唤醒自己,决不允许自己懈怠和迟缓;诗人亦深知此事,并在描写狮子时歌咏过它。大象在时机到来时,也会用长鼻抽打自己以激发斗志,并不需要有人在旁歌唱告诫它们“此非安坐之时,亦非迟延之日”,也绝不等待提尔泰奥斯的诗句。当统领牛群的公牛被另一位首领击败时,便自行退居别处,成为自己的教练,进行一切锻炼——扑滚沙尘,在树干上摩擦牛角,在其他各方面使自己顺应勇力的训练,并且远离交媾,克己自律,宛如塔兰托的伊科斯;阿里斯同之子柏拉图正是称赞这位伊科斯在整个竞技期间始终对一切两性结合一无所知、从未尝试。而对于伊科斯这样一个身为凡人、渴慕奥林匹亚和皮托竞技、深知声名且贪图荣耀者来说,克制自持地安歇绝非什么了不起的事;因为那些奖赏对他而言既确实显赫,在他看来也是如此——奥林匹亚的野橄榄冠、地峡的松树冠和皮托的月桂冠,活着时备受瞩目,死后为人传颂。我甚至听说,琴歌艺人阿莫伊贝乌斯娶了极美丽的妇人,但在他前往剧场竞技的整个时期内,都远离她。悲剧演员狄奥根尼斯完全拒绝一切放纵的同寝。至于潘克拉辛搏击选手克雷托马科斯,若偶尔见到狗在交配便会扭过头去,在宴席上若听到放荡淫亵的话语,便会起身离席。凡人为了挣得钱财,或是为了分得名声与荣耀而做出这些事,一点也不值得惊奇;但对于战胜对手的公牛,阿里斯同之子啊,人们会宣告怎样的赞词,又会颁发怎样的奖赏呢?

§6.2

τὰ ἄλογα καὶ τῶν συνήθων σφίσι γενομένων ἀπέχεσθαι φιλεῖ καὶ φείδεσθαι πολλάκις. ἀκούω γοῦν τὸν λόγον ἐκεῖνον. πάρδαλιν ἐκ νηπίου θηρατὴς ἀνὴρ ἡμερώσας εἶχεν, οἷα δήπου φίλην ἢ ἐρωμένην ἀγαπῶν καὶ περιέπων ἰσχυρῶς. οὐκοῦν ἔριφον αὐτῇ φέρων ζῶντα ἐδίδου, τροφὴν ἐν ταὐτῷ καὶ ἡδονήν τινα ἐπινοήσας τῷ θηρίῳ ἐν τῷ διασπᾶν τὸν ἔριφον, ἀλλὰ μὴ δοκεῖν ἐσθίειν κενέβρειόν τε καὶ θνησείδιον. καὶ δὴ κομισθέντος τοῦ ἐρίφου ἣ δὲ ἐγκρατῶς ἔσχε, δεομένη ἀπόσιτος εἶναι διὰ πλησμονήν. ἔδρασε δὲ καὶ τῇ δευτέρᾳ τοῦτο· ἐδεῖτο γὰρ ἔτι ὡς φαρμάκου τοῦ λιμοῦ. τῆς δὲ τρίτης ἐπιστάσης ἡμέρας ἐπείνη μὲν καὶ συνήθως ἐπεδείκνυτο τοῦτο τῷ φθέγματι, οὐ μὴν τοῦ ἐρίφου γενομένου δύο ἡμερῶν ἑαυτῇ φίλου ἔτι προσήψατο,3 ἀλλὰ ἐκεῖνον μὲν εἴασεν, ἄλλον δὲ ἔλαβεν. ἄνθρωποι δὲ καὶ ἀδελφοὺς προύδοσαν καὶ τοὺς γειναμένους καὶ φίλους ἀρχαίους, καὶ πολλοὶ πολλάκις.

禽兽对于那些成为自己熟悉之物者,往往也习惯于有所克制并屡屡宽容。至少我听说过这样一个故事。一位猎人从幼崽起驯养了一只豹子,像宠爱珍视的女友或情人一样深情照料着它。于是,他带来一只活羊羔喂给它,心想让这猛兽在撕扯羊羔的过程中同时获得滋养与某种乐趣,而不致觉得是在吃腐肉或死尸。羊羔送来后,它克制地未予捕食,因为由于腹饱需要禁食。第二天它依然如此,因为仍需将饥饿作为一剂良药。但到了第三天,它虽饥肠辘辘并照常以叫声显出饥饿,却终究没有去碰那只已经做了它两天朋友的羊羔,而是放过了它,接受了另一只。然而人类却出卖过兄弟、生身父母乃至故旧好友,而且许多人屡屡如此。

语法注3 条
  1. 6.1τοῦτό τοι καὶ Ὅμηρος τῷ ζῴῳ μαρτυρῶν δῆλός ἐστι

    形容词 δῆλος 与主语 Ὅμηρος 一致并支配分词 μαρτυρῶν 的人称结构。意义等同于非人称结构(“荷马为此作证是显而易见的”),但希腊语更习惯使用这种主语明确的人称结构。

  2. 6.1ἀνθρώπους δὲ ὄντας ποιεῖν ταῦτα ἢ ὑπὲρ τοῦ κερδᾶναι χρήματα ἢ ὑπὲρ τοῦ φήμης καὶ κλέους μεταλαχεῖν, οὐ πάνυ τι θαυμαστόν

    宾格不定式短语(ἀνθρώπους ... ποιεῖν ταῦτα)作为谓语 οὐ πάνυ τι θαυμαστόν(省略了系动词 ἐστί)的主语。分词 ὄντας 与宾格主语 ἀνθρώπους 一致,带有一种原因色彩(“既然身为人类”)。

  3. 6.2οὐ μὴν τοῦ ἐρίφου γενομένου δύο ἡμερῶν ἑαυτῇ φίλου ἔτι προσήψατο

    动词 προσάπτομαι(接触、碰触)支配属格宾语 τοῦ ἐρίφου。分词短语 γενομένου ... φίλου 与 τοῦ ἐρίφου 一致作修饰,属格 δύο ἡμερῶν 表示时间跨度或性质(“已做了两天朋友的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:6.1-6.2