- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:6.21-6.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了印度大象与巨蟒的殊死搏斗、动物彼此间的本能天敌与畏惧、利比亚蝎子突破人类防线的连锁扑袭,以及狐狸在捕食刺猬、禽鸟、游鱼及试探冰面安全时所展现的狡黠智慧。
ἐν Ἰνδοῖς, ὡς ἀκούω, ἐλέφας καὶ δράκων ἐστὶν ἔχθιστα. οὐκοῦν οἱ μὲν ἐλέφαντες ἀποσπῶντες τῶν δένδρων τοὺς κλάδους, ἐκείνους νέμονται. ὅπερ οὖν εἰδότες οἱ δράκοντες ἐπʼ αὐτὰ μὲν ἀνέρπουσιν, τὸ δὲ ἥμισυ σφῶν αὐτῶν τὸ οὐραῖον τῶν δένδρων περιβάλλουσι τῇ κόμῃ, τὸ δὲ ἐς τὴν κεφαλὴν προῖὸν ἥμισυ μεθῆκαν1 καλωδίου δίκην ἀπηρτημένον. καὶ ὃ μὲν προσῆλθεν ἀποδρέψασθαι τῶν ἀκρεμόνων ὁ ἐλέφας, ὁ δὲ δράκων ἐμπηδᾷ τοῖς ὀφθαλμοῖς καὶ ἐξορύττει, εἶτα τῷ τραχήλῳ περιερπύσας, τείνων τῷ οὐραίῳ μέρει καὶ σφίγγων θατέρῳ ἀπάγχει τὸ θηρίον ἀήθει βρόχῳ καὶ καινῷ.
据我所闻,在印度,大象与巨蟒乃是势不两立的死敌。大象折断树木的枝条,以之为食。巨蟒深知此点,便攀爬到树上,将自身后半段的尾部缠绕在树冠上,而将通往头部的自身前半截如绳索般垂挂下来。当大象走近前来采摘嫩枝时,巨蟒便扑向其双眼并将之挖出,随后缠绕在它的颈项上,用尾部拉扯,用前半部收紧,以这前所未有的奇异绞索将这巨兽勒死。
ἔχθιστα δὲ τῷ μὲν λέοντι πῦρ καὶ ἀλεκτρυών, ὕαινα δὲ τῇ παρδάλει, σκορπίῳ δὲ ἀσκαλαβώτης· νάρκη γοῦν τὸν σκορπίον καταλαμβάνει προσαχθέντος οἱ τοῦ ζῴου τοῦ προειρημένου. δράκοντα δὲ ἐλέφας ὀρρωδεῖ· ὑποζύγιον δὲ πᾶν τὴν μυγαλῆν οὐ θαρρεῖ, ἀστακὸς δὲ πολύποδα. καὶ μέντοι καὶ προωθούμενοι ἐκ τῶν τεγῶν οἱ κύνες, οὐκ ἂν αὐτοὺς ῥίψειας·2 τοῦ γάρ τοι κινδύνου δεδοίκασι τὸ μέγεθος.
对狮子而言,最为可憎的是火与雄鸡;对豹子而言是鬣狗;对蝎子而言则是壁虎。事实上,一旦上述动物被带到近旁,蝎子便会陷入僵麻。大象畏惧巨蟒;一切役畜皆害怕鼩鼱;龙虾害怕章鱼。再者,若将狗从屋顶边缘往前推,你无论如何也无法将它们推落下去;因为它们确实畏惧这危险的巨大。
οἷα δὲ ἄρα σοφίσματα καὶ τοῖς σκορπίοις ἡ φύσις ἔοικε δοῦναι καὶ τοῖσδε ἴδια. οἱ Λίβυες τὸ πλῆθος αὐτῶν ὑφορώμενοι καὶ τὰ τεχνάσματα μηχανὰς αὐτοῖς μυρίας ἀντεπινοοῦσι κοῖλα ὑποδήματα φοροῦντες καὶ ὑψηλοὶ καὶ μετέωροι καθεύδοντες καὶ τῶν τοίχων ἀναστέλλοντες τὰς κειρίας καὶ τῶν κλινῶν τοὺς πόδας ἐς ὑδρίας ὕδατος πεπληρωμένας ἐντιθέντες, καὶ οἴονται τὸ λοιπὸν ἐν ἀδείᾳ τε καὶ εἰρήνῃ καθεύδειν πολλῇ. οἳ δὲ ὁποῖα παλαμῶνται. σκορπίος εἰ λάβοιτο ὁπόθεν ἑαυτὸν ἐξαρτήσει κατὰ τοῦ ὀρόφου, ἔχεται τούτου ταῖς χηλαῖς καὶ μάλα ἐγκρατῶς καὶ καθῆκε τὸ κέντρον. οὐκοῦν ὁ δεύτερος κάτεισιν ἐκ τῆς στέγης, καὶ διὰ τοῦ πρώτου καθέρπει, καὶ τοῦ κέντρου τοῦ ἐκείνου ἔχεται καὶ αὐτὸς ταῖς χηλαῖς, καὶ τό γε ἑαυτοῦ μετέωρον εἴασε κέντρον· καὶ ὁ τρίτος ἐκεῖθεν ἔχεται, καὶ ὁ τέταρτος ἐκ τοῦ τρίτου, καὶ ὁ πέμπτος κατὰ στοῖχον, καὶ οἱ ἐπʼ ἐκείνοις διὰ τῶν πρώτων καθέρποντες. εἶτα ὁ τελευταῖος ἔπαισε τὸν καθεύδοντα καὶ διὰ τῶν ἀνωτέρω ἀνέρπει, καὶ ὁ μετʼ ἐκεῖνον καὶ ὁ κάτωθεν τρίτος καὶ οἱ λοιποί, ἔστε οἱ πάντες ἀλλήλων ἀπελύθησαν οἷα δήπου λύσαντες ἅλυσιν.
大自然似乎亦赐予了蝎子何等精妙的巧计,且为它们所独有!利比亚人警惕它们的数量与诡计,针对它们设想出无数的对策:他们穿高底凹槽的鞋履,睡在高耸悬空之处,将床榻的绳索远离墙壁拉起,并将床足置于注满水的陶罐之中;他们以为自此便可在极大的安稳与宁静中沉睡。然而蝎子施展出的手段何其惊人!蝎子若在天花板上找到了可以悬挂自身的依托,便用双螯极其牢固地抓紧此物,并垂下毒刺。接着第二只从天花板爬下,顺着第一只的身体爬过,自身亦用双螯抓住前者的毒刺,而让自己的毒刺悬在空中;第三只从那里抓牢,第四只抓着第三只,第五只依次排列,其后的蝎子也依次顺着前行者向下爬行。随后,最后一只刺击沉睡之人,并顺着上方的同伴向上爬回,随后的第二只、自下而上的第三只以及其余各只亦皆如此,直至全体彼此脱离,宛如解开了一条链条一般。
δολερὸν χρῆμα ἡ ἀλώπηξ. ἐπιβουλεύει γοῦν τοῖς χερσαίοις ἐχίνοις τὸν τρόπον τοῦτον. ὀρθοὺς αὐτοὺς καταγωνίσασθαι ἀδύνατός ἐστι. τὸ δὲ αἴτιον, αἱ ἄκανθαι ἀνείργουσιν αὐτήν. ἣ δὲ ἡσύχως καὶ πεφεισμένως ἔχουσα τοῦ ἑαυτῆς στόματος3 ἀνατρέπει αὐτοὺς καὶ κλίνει ὑπτίους, ἀνασχίσασά τε ἐσθίει ῥᾳδίως τοὺς τέως φοβερούς. τὰς δὲ ὠτίδας ἐν τῷ Πόντῳ θηρεύουσιν οὕτως. ἀποστραφεῖσαι αὐταὶ καὶ ἐς γῆν κύψασαι τὴν κέρκον ἀνατείνουσιν ὥσπερ οὖν τράχηλον ὄρνιθος· αἳ δὲ ἀπατηθεῖσαι προσίασιν ὡς πρὸς ὄρνιν ὁμόφυλον, εἶτα πλησίον γενόμεναι τῆς ἀλώπεκος ἁλίσκονται ῥᾷστα ἐπιστραφείσης καὶ ἐπιθεμένης κατὰ τὸ καρτερόν. τὰ σμικρὰ δὲ ἰχθύδια θηρῶσι πάνυ σοφῶς. παρὰ τὴν ὄχθην τὴν τοῦ ποταμοῦ ἔρχονται καὶ τὴν οὐρὰν καθιᾶσιν ἐς τὸ ὕδωρ· τὰ δὲ προσνέοντα ἐνίσχεταί τε καὶ ἐμπαλάσσεται τῷ δάσει τῷ τῶν τριχῶν. αἳ δὲ αἰσθόμεναι τοῦ μὲν ὕδατος ἀναχωροῦσιν, ἐλθοῦσαι δὲ ἐς τὰ ξηρὰ χωρία διασείουσι τὰς οὐράς, καὶ ἐκπίπτει τὰ ἰχθύδια, καὶ ἐκεῖναι δεῖπνον ἁβρότατον ἔχουσιν. οἱ δὲ Θρᾷκες τῆς τῶν ποταμῶν πήξεως τῆς οὐ σφαλερᾶς ποιοῦνται γνώμονα τήνδε τὴν θῆρα. καὶ ἐὰν διαδράμῃ τὸν κρύσταλλον μὴ ἐνδιδόντα μηδὲ εἴκοντα τοῖς ἐκείνης βήμασι, θαρροῦσι καὶ ἕπονται. πεῖραν δὲ αὐτὴ ποιεῖται τοῦ μὴ σφαλεροῦ πόρου τὸν τρόπον τοῦτον. παραβάλλει τὸ οὖς τῷ κρυστάλλῳ· κἂν μὲν αἴσθηται
狐狸是狡黠之物。它正是以这种方式算计陆生刺猬的。当刺猬直立时,狐狸无法将其制服;其缘由在于刺猬的棘刺阻挡了它。然而狐狸悄悄地、极其慎重地护住自己的嘴,将它们翻转过来并仰卧置放,将其撕开后,便轻而易举地吃掉了这些先前令人生畏的猎物。在本都地区,它们如此捕猎鸨鸟:它们转过身去,伏向地面,高高举起尾巴,恰如鸟类的颈项;鸨鸟受骗,仿佛奔向同类之鸟一般走近,随后一旦行至狐狸近旁,狐狸一转身全力扑袭,它们便极其轻易地被擒获。它们捕捞小鱼亦极为聪明:它们来到河岸边,将尾巴垂入水中;游过来的小鱼便被浓密的毛发绊住并缠绕其中。狐狸察觉后便从水中退回,来到干燥之处抖动尾巴,小鱼纷纷掉落,它们便享用了一顿极其丰美的佳肴。色雷斯人以这种野兽作为判断河流结冰是否安全可靠的指针;若是狐狸穿过冰面狂奔而冰面并不在它的脚步下松动退让,他们便放下心来跟随其后。狐狸自身则以此种方式检验通道是否可靠:它将耳朵贴在冰面上,若觉察到……
- 6.21μεθῆκαν
在现在时动词(ἀνέρπουσιν, περιβάλλουσι)的叙述中突现的不定过去时,属于常言不定过去时(gnomic aorist),用以生动展现动物的习性或普遍经验。后文的 καθῆκε, εἴασε, ἔπαισε 以及 ἀπελύθησαν 亦属此用法。
- 6.22οὐκ ἂν αὐτοὺς ῥίψειας
由 ἄν 与第二人称单数希求法(ῥίψειας)构成的潜势希求法结构。此处的第二人称并非针对特定听者,而是表示泛指的二人称("任何人也无法将它们推落")。
- 6.24πεφεισμένως ἔχουσα τοῦ ἑαυτῆς στόματος
动词 ἔχω 搭配副词(πεφεισμένως)并支配宾格性属格(τοῦ ἑαυτῆς στόματος)的句式,意为“克制/小心翼翼地护着自己的嘴”,即警惕不让刺猬的硬刺伤到自身的口器。
