- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:6.17-6.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了希律王时期犹太地一条巨蟒恋慕少女的传说以彰显爱神的普世威能,随后依次描述了蛇类吞食站立的习性与标枪蛇、善于鸣唱与模仿声响的诸般鸟兽昆虫,以及各类蝎子的形貌与胎生和暑热化生之说。
ἐν τῇ τῶν καλουμένων Ἰουδαίων γῇ ἢ Ἰδουμαίων ᾖδον οἱ ἐπιχώριοι καθʼ Ἡρώδην τὸν βασιλέα ἐρασθῆναι μείρακος ὡρικῆς δράκοντα μεγέθει μέγιστον, ὅσπερ οὖν ἐπιφοιτῶν εἶτα μέντοι τῇ προειρημένῃ συνεκάθευδε σφόδρα ἐρωτικῶς. οὐκοῦν ἡ μείραξ τὸν ἐραστὴν οὐκ ἐθάρρει,1 καίτοι προσέρποντα ὡς ἐνῆν πραότατά τε καὶ ἡμερώτατα. ὑπεξῆλθεν οὖν, καὶ διέτριψε μῆνα, οἷα δήπου λήθην τοῦ δράκοντος ἕξοντος2 κατὰ τὴν τῆς ἐρωμένης ἀποδημίαν. τῷ δὲ ἄρα ἡ ἐρημία ἐπέτεινε τὸ πάθος, καὶ ἐφοίτα μὲν ὁσημέραι καὶ νύκτωρ· οὐ μὴν ἐντυγχάνων ᾗ ἠβούλετο,3 ὡς ἐραστὴς ἀτυχῶν ἐν τῷ πόθῳ καὶ ἐκεῖνος ἤλγει. ἐπεὶ δὲ ἡ ἄνθρωπος ὑπέστρεψεν αὖθις, ὃ δὲ ἀφικνεῖται, καὶ περιβαλὼν τῷ λοιπῷ σώματι, τῇ οὐρᾷ τὰς κνήμας τῆς ἐρωμένης πεφεισμένως ἔπαιεν, ὑπεροφθείς τε καὶ μηνίων δῆθεν. οὔκουν ὁ καὶ τοῦ Διὸς ἄρχων αὐτοῦ καὶ τῶν θεῶν τῶν ἄλλων οὐδὲ τῶν ἀλόγων ὑπερορᾷ,4 ἀλλʼ ὅπως ἔχει πρὸς αὐτὰ καὶ διὰ τούτων καὶ διʼ ἄλλων ἀποδείκνυται.
在所谓的犹太人或以土买人的土地上,当地居民歌咏相传,在希律王时期,一条身躯极其庞大的巨蟒爱上了一位正值妙龄的少女;它频频前去造访,随后与前述少女同寝,情深意笃。自然,少女并不信任她的这位追求者,尽管它尽可能轻柔温驯地爬向她。于是少女悄悄离家,在外逗留了一月之久,想必以为巨蟒会在心上人离去期间将其遗忘。然而,孤寂反而加剧了巨蟒的爱欲,它每日每夜皆去造访;因未能遇上心爱之人,它亦宛如在爱恋中遭遇不幸的情人一般痛苦不堪。待到那女子再次归来,巨蟒又复来临,用身体的其余部分环绕住她,以尾巴克制地拍打心爱少女的迎面骨,佯装因遭受轻慢而心怀怨怼。由此可见,那连宙斯本人及其他诸神亦受其统辖的爱神,甚至未曾忽视无理性的兽类;他对它们抱有何种态度,正是通过这些以及其他诸般事例得以彰显。
οἱ ὄφεις ἑαυτοῖς συνεγνωκότες τὸν στόμαχον λεπτὸν καὶ μακρὸν ἔχουσιν,5 ὅμως ὄντες ἀδηφάγοι καὶ παμβορώτατοι, ὡς Ἀριστοτέλης λέγει, ἀνίστανται ὀρθοὶ καὶ ἐπʼ ἄκρας τῆς οὐρᾶς ἑστᾶσι, καὶ ἡ τροφὴ κατολισθάνει αὐτοῖς, καὶ ἐς τὸν ὄγκον τοῦ σώματος ἀποχωρεῖ· ἄποδες δὲ ὄντες εἶτα ἕρπουσιν ὤκιστα. ἤδη δὲ καὶ ἀκοντίων δίκην ἑαυτόν τις μεθίησι καὶ ἐπιφέρεται, καὶ τό γε ὄνομα ἐξ οὗ δρᾷ ἔχει· κέκληται γὰρ ἀκοντίας.
蛇类自知咽喉细而狭长,然而正如亚里士多德所言,它们贪食无厌、极其贪婪,因而能直立而起,以尾梢支撑站立,食物便由此滑落下去,进入身躯的厚实部位;随后,不具足肢的它们极快地游行而去。如今甚至有一种蛇如标枪般自投而出、凌空扑袭,并依其习性而得名;盖因其被称为标枪蛇。
τῶν ἐν ᾠδαῖς τε καὶ μούσαις ὀρνίθων οὐδεὶς διαλέληθεν,6 ἀλλʼ ἴσμεν χελιδόνας καὶ κοσσύφους καὶ τὸ τῶν τεττίγων φῦλον, καὶ κίτταν λάλον καὶ βομβοῦσαν ἀκρίδα καὶ πάρνοπα ὑποκρίζοντα καὶ μὴ σιωπῶσαν τρωξαλλίδα, ἁλκυόνας τε ἐπὶ τούτοις καὶ ψιττακούς· τῶν δὲ ἐνύδρων ὀλολυγὼν οὐ σιωπᾷ. φθέγγεται δὲ αὐτῶν τὰ μὲν γοερὰ καὶ θηλύφωνα, τὰ δὲ ὄρθια καὶ διάτορα· καὶ τὰ μὲν ἀπὸ τῶν κλάδων ἐπὶ τοὺς κλάδους μεταθέοντα ᾅδει, ὥσπερ οὖν οἴκους ἐξ οἴκων ἀμείβοντα, τὰ δὲ ἐν τοῖς λειμῶσι κατᾴδει, οἱονεὶ πανηγυρίζοντα, καὶ βίον ὡς ἂν εἴποις ἀνθηρὸν καὶ ἁβρὸν διαιτώμενα τὴν ἦρος ἐπιδημίαν μελῳδίαις ἔγωγʼ ἂν φαίην εὐφημεῖ. κύκνων δὲ πέρι καὶ ὅτου θεῶν θεράποντές εἰσιν ἀνωτέρω εἶπον. ἡ κίττα δʼ οὖν καὶ τῶν ἄλλων φωνημάτων μιμηλότατόν ἐστι, τοῦ δὲ ἀνθρωπικοῦ πλέον. ἰδιάζει δὲ ταῖς μιμήσεσι τῶν τοιούτων ὅ τε ἄνθος καλούμενος καὶ ἡ σάλπιγξ καὶ ἡ ἴυγξ καὶ ὁ κόραξ. καὶ ὁ μὲν ἄνθος ὑποκρίνεται χρεμέτισμα ἵππου, τὴν σάλπιγγα δὲ ἡ ὁμώνυμος,7 καὶ τὸν πλάγιον ἡ ἴυγξ αὐλόν· βούλεται δὲ τῶν ὄμβρων μιμεῖσθαι τὰς σταγόνας ὁ κόραξ. σκορπίων μὲν ὁ ἄρρην ἐστὶ χαλεπώτατος, ὁ δὲ θῆλυς δοκεῖ πραότερος. ἀκούω δὲ αὐτῶν λευκὸν εἶναι καὶ αὖ πάλιν πυρρόν τινα, καὶ καπνώδη ἄλλον καὶ μέλανα ἐπὶ τούτοις· πέπυσμαι δὲ καὶ χλωρὸν καὶ γαστρώδη τινά καὶ καρκινώδη ἄλλον· τόν γε μὴν χαλεπώτατον φλογώδη ᾅδουσι. παρείληφα δὲ ἄρα φήμῃ καὶ πτερωτοὺς καὶ δικέντρους τινάς· καί που ἑπτὰ ἔχων σφονδύλους ὤφθη τις. σκορπίος δὲ οὐκ ᾠὰ ἀλλὰ ζῷα ἀποτίκτει. χρὴ δὲ εἰδέναι ὅτι καί φασί τινες οὐκ ἐκ τῆς πρὸς ἀλλήλους ὁμιλίας γίνεσθαι τὴν ἐπιγονὴν τοῖς ζῴοις τοῖσδε, ἀλλʼ ἐς τὰ καύματα ἄγαν τίκτειν σκορπίους. ἐγχρίσας δὲ ἕκαστος αὐτῶν τὸ κέντρον ὁποῖα ἐργάζεται καὶ ἀναιρεῖ τίνα τρόπον ἀλλαχόθεν εἴσεσθε.
在精通歌咏与缪斯之道的鸟类中,无一为人所遗漏;我们深知燕子、乌鸫、蝉的族类,多言的松鸦、嗡鸣的蚱蜢、低吟的蝗虫、不绝如缕的蟋蟀,此外尚有翠鸟与鹦鹉;而在水生生物中,树蛙亦从不沉寂。它们的声音有的悲戚而柔弱,有的高亢而穿透;有的从这一树枝飞跃至那一树枝而鸣唱,宛如迁换房舍一般,有的则在草甸间纵情欢唱,仿佛庆祝节日,过着如人所言鲜花盛开且优渥的生活,依我之见,它们乃是以旋律赞美春天的降临。至于天鹅及其所事奉的神祇,我在前文已作阐述。无论如何,松鸦最为擅长模仿其他声音,尤其是人类的言语。名为安托斯的鸟、号鸟、蚁䴕与渡鸦在模仿此类声音上亦各有专长。安托斯鸟模仿马嘶,与号角同名的鸟模仿喇叭声,蚁䴕模仿横笛,而渡鸦则力求模仿雨滴之声。 在蝎子中,雄蝎最为凶猛凶残,雌蝎则显得较为温和。我听说它们之中有白色的,又有红褐色的,还有烟熏色的,此外更有黑色的;我亦获悉有淡绿色的、大腹便便的,以及状若螃蟹的;更有传唱称,最为致命者乃炽烈如火色。我亦依传闻得知,有生翼者及生双刺者;在某处甚至曾见有一只具有七个尾节的蝎子。蝎子所产者非卵而是活生生之幼兽。应当知晓的是,亦有人声称,这些生物的繁衍并非源自彼此交配,而是在酷暑之中自生出蝎子。至于它们各自扎入毒刺后会造成何种创伤以及如何致人死地,你们将在别处得知。
- 6.17οὐκοῦν ἡ μείραξ τὸν ἐραστὴν οὐκ ἐθάρρει
句首的 οὐκοῦν 作为推论助词,意为“自然、因此”,其后的否定词 οὐκ 直接修饰动词 ἐθάρρει,构成否定陈述“自然不敢信任/畏怯”。此处作陈述句解,而非反问连词 οὔκουν。
- 6.17οἷα δήπου λήθην τοῦ δράκοντος ἕξοντος
由 οἷα δήπου 引导的属格绝对结构(genitive absolute),主语为 τοῦ δράκοντος,动词为将来时分词 ἕξοντος,表达主句主语(少女)的主观推测或期许(“想必大蛇会遗忘”)。
- 6.17οὐ μὴν ἐντυγχάνων ᾗ ἠβούλετο,
ᾗ 是与格关系代词,先行词被吸收融合。因分词 ἐντυγχάνων 支配与格补足语,关系代词本身亦作与格(“遇上所心仪之人”)。
- 6.17οὔκουν ὁ καὶ τοῦ Διὸς ἄρχων αὐτοῦ καὶ τῶν θεῶν τῶν ἄλλων οὐδὲ τῶν ἀλόγων ὑπερορᾷ
此处 οὔκουν 作强断定推论助词(“由此绝不……”)。主语为冠词加分词短语 ὁ καὶ τοῦ Διὸς ἄρχων αὐτοῦ καὶ τῶν θεῶν τῶν ἄλλων(指爱神厄洛斯)。重叠否定 οὔκουν ... οὐδέ 并不相互抵消,而是加强否定语气(“连无理性之动物亦绝不忽视”)。
- 6.18ἑαυτοῖς συνεγνωκότες τὸν στόμαχον λεπτὸν καὶ μακρὸν ἔχουσιν
συνεγνωκότες 是动词 σύνοιδα 的完成时分词,与反身代词与格 ἑαυτοῖς 连用表示“自知、自省”。其补足分词 ἔχουσιν(与 ἑαυτοῖς 一致的阳性复数与格现在分词)搭配宾语 τὸν στόμαχον 与述谓形容词 λεπτὸν καὶ μακρόν,意为“深知自己的咽喉细而狭长”。
- 6.19τῶν ἐν ᾠδαῖς τε καὶ μούσαις ὀρνίθων οὐδεὶς διαλέληθεν
部分属格 τῶν ... ὀρνίθων 置于句首,修饰主语 οὐδείς。διαλέληθεν 是动词 διαλανθάνω 的完成时直陈式主动态,表示“为人所忽视/遗漏”。
- 6.20τὴν σάλπιγγα δὲ ἡ ὁμώνυμος
此处省略了上一分句的谓语动词 ὑποκρίνεται。ἡ ὁμώνυμος(同名者,即名为 salpinx 的鸟)作主语,τὴν σάλπιγγα(喇叭)作对格宾语,形成平行的省略结构。
