- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:6.15-6.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了鬣狗在满月时魅惑猎犬的习性,随后详述雅索斯海豚与美少年的挚爱深情、意外惨剧及后人的纪念,最后指出动物能够敏锐预知饥荒、瘟疫、地震等灾异与丰稔。
ᾖ πλήρης1 ὁ τῆς σελήνης κύκλος, κατόπιν λαμβάνει τὴν αὐγήν, καὶ τὴν αὑτῆς σκιὰν ἐπιβάλλει τοῖς κυσί, καὶ παραχρῆμα αὐτοὺς κατεσίγασε, καὶ καταγοητεύσασα ὡς αἱ φαρμακίδες εἶτα ἀπάγει σιωπῶντας, καὶ κέχρηται ὅ τι καὶ βούλεται τὸ ἐντεῦθεν αὐτοῖς. ἔρωτα δελφῖνος ἐν Ἰασῷ ἐς μειράκιον καλὸν πάλαι ᾀδόμενον ἄμοιρον μνήμης τῆς ἐξ ἐμοῦ ἀπολιπεῖν οὔ μοι δοκεῖ, καὶ διὰ ταῦτα εἰρήσεται. τὸ γυμνάσιον τὸ τῶν Ἰασέων ἐπίκειται τῇ θαλάσσῃ, καὶ οἵ γε ἔφηβοι μετὰ τοὺς δρόμους καὶ τὰς κονίστρας κατιόντες ἐνταῦθα ἀπολοῦνται κατά τι ἔθος ἀρχαῖον. διανηχομένων οὖν αὐτῶν ἑνὸς τοῦ τὴν ὥραν ἐκπρεπεστάτου ἐρᾷ δελφὶς ἔρωτα δριμύτατον. καὶ τὰ μὲν πρῶτα πλησίον γενόμενος ἐφόβησέ τε καὶ ἐξέπληξεν αὐτόν, εἶτα μέντοι τῇ συνηθείᾳ φιλίαν τινὰ καὶ εὔνοιαν ἐς ἑαυτὸν ἐκ τοῦ παιδὸς ἰσχυρὰν ἐπηγάγετο. ἀθύρειν γοῦν μετʼ ἀλλήλων ὑπήρξαντο, καὶ πῆ μὲν ἡμιλλάσθην παρανηχομένω τε καὶ ἐρίζοντε, πῆ δὲ ὁ παῖς ἀναβαίνων ὡς πῶλον ἱππότης, ὑπονηχομένου τοῦ ἐραστοῦ γαῦρος ἐφέρετο. καὶ ἦν τοῖς Ἰασεῦσι καὶ τοῖς ξένοις τὸ πραττόμενον ἀξιόζηλον. προῄει μὲν γὰρ τὰ παιδικὰ ὁ δελφὶς φέρων ἐπὶ πλεῖστον τῆς θαλάσσης καὶ ἐς ὅσον τῷ παιδὶ εἶχεν ὀχουμένῳ καλῶς· εἶτα ὑπέστρεφεν καὶ ἦγε τοῦ αἰγιαλοῦ πλησίον, καὶ ἀλλήλων διαλυόμενοι ὃ μὲν ἐς τὸ πέλαγος, ὃ δὲ ἐς τὰ οἰκεῖα ἐπανῄεσαν. ἀπήντα δὲ ὁ δελφὶς ἐς τὸν καιρὸν τῆς τῶν γυμνασίων ἀφέσεως, ὅ τε παῖς ἥδετο τῇ προσδοκίᾳ τῇ τοῦ φίλου καὶ τῇ σὺν αὐτῷ παιδιᾷ, καὶ πρὸς τῷ κάλλει τῷ φυσικῷ περίβλεπτος ἦν, οἷα δήπου μὴ μόνον τοῖς ἀνθρώποις, ἀλλὰ καὶ τοῖς ἀλόγοις δοκῶν ὡραιότατος. οὐ μέντοι μετὰ μακρὸν καὶ οὗτος ὁ ἀντέρως ἡττήθη τοῦ φθόνου. ἔτυχε γοῦν ὁ παῖς πλείω γυμνασάμενος, καὶ καμὼν ἑαυτὸν τῷ ὀχοῦντι κατὰ τὴν γαστέρα ἐπιβάλλει, καί πως ἔτυχεν ἡ τοῦ ζῴου ἄκανθα ἡ κατὰ τοῦ νώτου ὀρθὴ οὖσα, καὶ τῷ ὡραίῳ τὸν ὀμφαλὸν κεντεῖ. εἶτά τινες φλέβες ὑπορρήγνυνται, καὶ αἵματος ἔπειτα ῥοὴ πολλή, καὶ ὁ παῖς ἐνταῦθα ἀποθνήσκει. ὅπερ οὖν ὁ δελφὶς συναισθόμενος ἐκ τοῦ βάρους ʽἐπέκειτο γὰρ οὐ συνήθως κοῦφος,2 ἅτε μὴ τῷ πνεύματι ἑαυτὸν ἐλαφρίζωνʼ καὶ θεασάμενος πορφυροῦν ἐκ τοῦ αἵματος τὸ πέλαγος, τὸ πραχθὲν συνῆκεν καὶ ἐπιβιῶναι τοῖς παιδικοῖς οὐκ ἐτόλμησε. πολλῇ τοίνυν τῇ ῥύμῃ χρησάμενος, ὥσπερ οὖν ῥόθιον σκάφος, εἶτα ἑαυτὸν ἐς τοὺς αἰγιαλοὺς ἑκὼν ἐξέβρασε, καὶ τὸν νεκρὸν συνεξήνεγκε, καὶ ἔκειντο ἄμφω ὃ μὲν τεθνεώς, ὃ δὲ ψυχορραγῶν. Λάιος δὲ ἐπὶ Χρυσίππῳ, ὦ καλὲ Εὐριπίδη, τοῦτο οὐκ ἔδρασε, καίτοι τοῦ τῶν ἀρρένων ἔρωτος, ὡς λέγεις αὐτὸς καὶ ἡ φήμη διδάσκει, Ἑλλήνων πρώτιστος ἄρξας. ἀμειβόμενοι δὲ Ἰασεῖς τὴν φιλίαν ἐκείνων τὴν ἰσχυράν, ἀπέφηναν τάφον κοινὸν ὡραίου μειρακίου καὶ δελφῖνος ἐρωτικοῦ, καὶ στήλην ἐπέστησαν. καλὸς παῖς ἱππεύων ἐπὶ δελφῖνος ἦν. καὶ νόμισμα δὲ ἀργύρου καὶ χαλκοῦ εἰργάσαντο, καὶ ἐνέθλασαν σημεῖον τὸ ἀμφοῖν πάθος, καὶ μνήμῃ παρέδοσαν ἔργον τοῦ τοσούτου θεοῦ τιμῶντες οἱ ἐκεῖθι. πυνθάνομαι δὲ καὶ ἐν τῇ Ἀλεξάνδρου πόλει κατὰ τὸν Πτολεμαῖον τὸν δεύτερον ἐρασθῆναι δελφῖνα ἔρωτα παραπλήσιον καὶ ἐν Δικαιαρχίᾳ τῆς Ἰταλίας. ἅπερ οὖν εἰ Ἡρόδοτος ἔγνω, οὐκ ἂν ἐμοὶ δοκεῖν3 ἐθαύμασε τῶν ἐπʼ Ἀρίονι τῷ Μηθυμναίῳ ἧττον4 αὐτά.
满月的月盘充盈之时,它从后方迎来月光,将自己的阴影投射在犬类身上,立刻使它们安静下来;它如女巫般施展魅惑,随后将沉默的它们引走,此后便对它们随意处置。 在雅索斯,海豚对一位俊美少年的爱慕久已传唱,我认为不应让其缺失于我的记述,因此这桩事迹当被道出。雅索斯人的体育馆临海而建,青年们在赛跑和摔跤场的锻炼之后,依循某种古老习俗下到海中沐浴。当他们四处游弋时,一只海豚疯狂地爱上了其中风华最为出众的一名少年。起初海豚靠拢过去,使少年惊恐骇异;然而随后通过日渐熟识,它从少年那里赢得了对自己的深厚情谊与善意。无论如何,他们开始相互嬉戏;时而并排游动,相互竞速一决高下;时而少年宛如骑手跨上马驹般骑在上面,在情人于身下游动之际,骄傲地被驮行着。这一幕在雅索斯人与外邦人眼中皆引得赞叹不已。海豚驮着心爱的少年,在海面上畅游极远,直至少年骑乘感到惬意的限度;随后折返将他送至岸边附近,彼此分别,一个回归大海,另一个返归家园。海豚总在体育馆解散之际依时迎候,少年也因期盼挚友及与之嬉戏而满心欢喜,在天生丽质之外更备受瞩目,因为他不仅在人类眼中、甚至在无理性的动物眼中都被视作极为俊美。然而不久之后,这份互爱之情亦被妒忌所摧毁。恰逢少年锻炼过多,疲惫之余俯身趴在驮运他的海豚背上;不料该生灵脊背上的棘刺正巧直立着,刺穿了美少年的肚脐。随即若干血管破裂,紧接着大量鲜血涌出,少年当场毙命。海豚从少年的分量察觉到了异样——因为少年压在它身上并不像往常那样轻盈,毕竟不再能凭呼吸使自身保持浮力——且看到大海被鲜血染得绯红,便领会了所发生的一切,不敢苟活于所爱之人死后。于是它运用一股巨大的冲力,宛如乘风破浪的舟船,甘愿将自己冲上海滩,并将尸体一同带了上来;二者皆横卧于彼处,一个已然身亡,另一个奄奄一息。美善的欧里庇得斯啊,拉伊俄斯对克律西波斯却并未如此行事,尽管如你本人所言及众口相传的那样,拉伊俄斯乃希腊人中首开男色之爱者。雅索斯人为了报答他们炽烈的情谊,为俊美少年与痴情海豚修筑了合葬之墓,并立起了石碑;碑上雕刻着一位美少年跨骑在海豚之上。他们还铸造了银币和铜币,并将二者的悲遇压印为徽记,彼处的人们以此铭记并尊崇着如此伟大的神祇之作为。我亦获悉,在托勒密二世时期的亚历山大里亚,以及意大利的狄凯阿尔喀亚,海豚亦曾坠入类似的爱河。这些事迹若为希罗多德所知,依我看来,他对其惊叹程度绝不会亚于麦斯姆纳的阿里翁所遇之事。
λιμοῦ μέλλοντος ἐπιδημεῖν αἰσθητικῶς ἔχουσι κύνες καὶ βόες καὶ ὗς καὶ αἶγες καὶ ὄφεις καὶ ζῷα ἄλλα, καὶ λοιμοῦ δὲ ἀφιξομένου συνίησι πρώτιστα καὶ σεισμοῦ. προγινώσκει δὲ καὶ ὑγίειαν ἀέρων καὶ εὐφορίαν καρπῶν. καὶ λόγου μὲν οὐ μετείληχε τοῦ καὶ σώζειν καὶ ἀποκτείνειν δυναμένου, τῶν γε μὴν προειρημένων οὐ διαμαρτάνει.
当饥荒即将降临之际,犬、牛、猪、山羊、蛇及其他动物皆具有敏锐的感知,当瘟疫与地震即将来临之时,亦最先洞察。它们亦能预知天气的清和与作物的丰饶。虽然它们未曾分得能够救人亦能杀人的理性与言语,但在上述诸事上却绝不会有任何失误。
- 6.15ᾖ πλήρης
现在时虚拟语气 ᾖ 由上一片段末尾的时间连词 ὅταν 所引导,构成表示泛指或习惯性重复的时间状语从句。
- 6.15οὐ συνήθως κοῦφος
否定词 οὐ 修饰形容词短语(或兼修饰 συνήθως 与 κοῦφος),意为“并非往常那样轻盈”(即沉重异常),用以解释尸体因不再能通过呼吸调节身体而失去浮力的异样状态。
- 6.15ἐμοὶ δοκεῖν
不定式的绝对独立用法(插入语),意为“依我之见”或“在我看来”,委婉地表达叙述者的主观推论。
- 6.15τῶν ἐπʼ Ἀρίονι τῷ Μηθυμναίῳ ἧττον
中性复数属格短语 τῶν ἐπʼ Ἀρίονι(关于阿里翁之事)作比较级副词 ἧττον 的比较属格。与否定词结合(οὐκ ἂν ... ἧττον)构成曲言法,意为“绝不会亚于(即同等甚至更为惊叹)”。
