← 克劳狄乌斯·埃利安

论动物的本性

§5.54-5.56

豹的佯死与象的谨慎及鹿群渡海

作者记述了毛鲁西亚的豹子如何装死以诱捕并聚歼嘲弄它的猴群,印度的大象在连根拔树前如何先行试探,以及叙利亚与厄庇鲁斯的鹿群如何结队泅渡大海。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.54

ἐν τῇ Μαυρουσίᾳ γῇ αἱ παρδάλεις τοῖς πιθήκοις οὐ κατὰ τὸ καρτερὸν οὐδὲ ὅπως ἂν ἔχωσιν ἀλκῆς τε καὶ ῥώμης ἐπιτίθενται. τὸ δὲ αἴτιον, οὐ χωροῦσιν ὁμόσε, ἀλλὰ ἀποδιδράσκουσιν αὐτὰς καὶ ἐπὶ τὰ δένδρα ἀναθέουσι καὶ ἐκεῖ κάθηνται, τὴν ἐξ ἐκείνων ἐπιβουλὴν φυλαττόμενοι. ἦν δὲ ἄρα ἡ πάρδαλις καὶ τοῦ πιθήκου δολερώτερον.1 οἵας γοῦν ἐπʼ αὐτοῖς παλαμᾶταί τε καὶ ῥάπτει τὰς πάγας. ὅπου πλῆθος πιθήκων κάθηνται, ἐνταῦθα ἐλθοῦσα ἑαυτὴν ὑπέρριψε τῷ δένδρῳ, καὶ κεῖται κατὰ τοῦ δαπέδου ὑπτία, καὶ τὴν μὲν γαστέρα διώγκωσε, παρῆκε δὲ τὰ σκέλη, τὼ δὲ ὀφθαλμὼ κατέμυσε, πιέζει γε μὴν τὸ ἆσθμα, καὶ κεῖται νεκρὰ δή. οἳ δὲ ἄνωθεν τὴν ἐχθίστην ἰδόντες τεθνάναι νομίζουσιν αὐτήν, καὶ ὃ μάλιστα βούλονται, τοῦτο καὶ οἴονται. οὐ μὴν θαρροῦσιν ἤδη, ἀλλὰ πεῖραν καθιᾶσι, καὶ ἔστιν ἡ πεῖρα, ἕνα ἑαυτῶν τὸν δοκοῦντα ἀδεέστατον καταπέμπουσι,2 βασανίσοντα καὶ κατασκεψόμενον τὸ τῆς παρδάλεως πάθος. ὃ δὲ κάτεισιν οὐ παντελῶς ἀδεής, ἀλλὰ ὀλίγον καταδραμὼν εἶτα ὑπέστρεψεν, τοῦ φόβου ἀναστείλαντος αὐτόν· καὶ κατῆλθε πάλιν, καὶ πλησίον γενόμενος ἀνεχώρησε, καὶ ὑπέστρεψεν αὖθις, καὶ τὼ ὀφθαλμὼ κατεσκέψατο, καὶ τὸ πνεῦμα εἰ μεθίησιν ἐξήτασεν. ἣ δὲ ἀτρεμοῦσα καὶ μάλα ἐγκρατῶς ἐντίθησίν οἱ τὸ κατὰ μικρὰ ἀδεές. προσελθόντος δὲ καὶ παραμένοντος ἀπαθοῦς καὶ οἱ μετέωροι πίθηκοι θαρροῦσιν ἤδη, καὶ καταδραμόντες ἔκ τε ἐκείνου τοῦ δένδρου καὶ τῶν ἄλλων ὅσα πλησίον παραπέφυκεν, ἀθρόοι γενόμενοι περιέρχονταί τε καὶ περιχορεύουσιν αὐτήν. εἶτα ἐμπηδήσαντες αὐτῇ καὶ ἐπιβάντες κατεκυβίστησαν καὶ κατωρχήσαντο κέρτομόν τινα καὶ πιθήκοις πρέπουσαν ὄρχησιν, καὶ ποικίλως ἐνυβρίσαντες, ἣν ἔχουσιν ὡς ἐπὶ νεκρᾷ χαρὰν καὶ ἡδονὴν ἐμαρτύραντο. ἣ δὲ ὑπέμεινε πάντα, εἶτα ὅταν ἐννοήσῃ κεκμηκέναι ὑπό τε τῆς χορείας αὐτοὺς καὶ τῆς ὕβρεως, ἀδοκήτως ἀναπηδήσασα καὶ ἐσθοροῦσα τοὺς μὲν τοῖς ὄνυξι διέξηνε, τοὺς δὲ τοῖς ὀδοῦσι διεσπάσατο, καὶ τὴν ἐκ τῶν πολεμίων πανθοινίαν τε καὶ πανδαισίαν ἀφθονώτατα ἔχει. τλημόνως δὲ ἔχειν καὶ καρτερῶς καὶ γεννικῶς ἡ φύσις κελεύει τὴν πάρδαλιν ὑπὲρ τοῦ τῶν πολεμίων ἐνυβρισάντων περιγίνεσθαι καρτερικώτατα ἐναθλοῦσαν3 καὶ μὴ δεομένην εἰπεῖν τέτλαθι δὴ κραδίη. ὅ γε μὴν τοῦ Λαέρτου ἑαυτὸν ἐξεκάλυψεν ὀλίγου πρὸ τοῦ καιροῦ, τὴν ἐκ τῶν παιδισκῶν ὕβριν μὴ φέρων.

在毛鲁西亚之地,豹子袭击猴子并非凭借蛮力,亦非施展其勇力与刚强。其缘由在于,猴群并不与豹正面交锋,而是避开它们,奔逃上树并栖于其上,防备来自猛兽的伏击。然而豹子竟比猴子还要狡狯。看它针对猴群巧设并编织了何等巧妙的圈套!它来到大群猴子栖居之处,将身子摔伏在树下,仰卧在地上;它鼓起肚腹,耷拉下四肢,双目紧闭,屏住呼吸,宛如死尸般躺卧着。猴群从上方窥见其死敌,便以为它已然毙命,将心中最期盼之事信以为真。然而它们并未即刻大意,而是进行了一番试探;这试探便是:派下一只看似最为胆大者,去查验并观察豹子的状况。这只猴子下树时并非全无惧意,而是稍稍奔下几步,便被恐惧所阻遏而折返;接着它再次下探,走近后又后退,再次返回,仔细察看其双眼,并检验它是否呼出气息。豹子保持纹丝不动且极具自持,一点一点地让它放下戒备。见那探路的猴子走近并安然无恙地停留,高处的猴群这才彻底放下了心,纷纷从那棵树以及周围生长的其他树上奔下,聚集成群,围着豹子打转并起舞狂欢。随后它们跳到豹子身上,践踏其躯体,翻滚嬉闹,跳起嘲弄戏谑且符合猴性之舞,极尽侮辱之能事,流露出视之为死尸而怀有的狂喜与快意。豹子忍受着这一切;待察觉到它们因跳舞与侮弄而精疲力竭之时,它猝然跃起并猛扑上去,用爪撕裂一部分,以齿咬碎另一部分,极其丰盛地享用了一场由仇敌化作的饕餮盛宴。大自然命令豹子坚忍、顽强且高贵地忍耐,以便战胜曾凌辱它的仇敌,在极其顽强的抗争中获胜,而根本无须说出‘忍受吧,我的心’。相比之下,拉厄耳忒斯之子却因无法忍受女仆们的无礼,在时机成熟前险些暴露了自己。

§5.55

ἐν τοῖς Ἰνδοῖς οἱ ἐλέφαντες, ὅταν τι τῶν δένδρων αὐτόρριζον ἀναγκάζωσιν αὐτοὺς οἱ Ἰνδοὶ ἐκσπάσαι, οὐ πρότερον ἐμπηδῶσιν οὐδὲ ἐπιχειροῦσι τῷ ἔργῳ πρὶν ἢ διασεῖσαι αὐτὸ καὶ διασκέψασθαι ἆρά γε ἀνατραπῆναι οἷόν τέ ἐστιν ἢ παντελῶς ἀδύνατον.

在印度人当中,当印度人强令大象将某棵树连根拔起时,大象绝不会贸然猛扑或动手,除非先剧烈摇晃该树,以探查它是否能够被推倒,抑或完全绝无可能。

§5.56

αἱ ἐν Σύροις ἔλαφοι γίνονται μὲν ἐν ὄρεσι μεγίστοις, Ἀμανῷ τε καὶ Λιβάνῳ καὶ Καρμήλῳ· ὅταν δὲ βουληθῶσι περαιώσασθαι τὴν θάλατταν, ἐπὶ τὰς ᾐόνας ἀφικνοῦνται ἡ ἀγέλη, καὶ ἀναμένουσι τοῦ πνεύματος τὴν φθίσιν, καὶ ἡνίκα ἂν αἴσθωνται πρᾶον αὐτὸ καὶ ἥσυχον καταπνέον, τηνικαῦτα ἐπιθαρροῦσι τῷ πελάγει. νέουσι δὲ κατὰ στοῖχον, καὶ ἀλλήλων ἔχονται, τὰ γένεια αἱ ἑπόμεναι τῶν προηγουμένων τῇ ὀσφύι ἐπερείδουσαι· ἡ τελευταία δὲ γενομένη τῇ πρόσθεν ἐπὶ πάσαις ἑαυτὴν ἐπαναπαύσασα εἶτα οὐραγεῖ.4 στέλλονται δὲ ἐπὶ τὴν Κύπρον πόθῳ τῆς πόας τῆς ἐκεῖ· λέγεται γὰρ εἶναι βαθεῖα καὶ νομὰς ἀγαθὰς παρέχειν. καὶ λέγουσί γε Κύπριοι εὔγεων οἰκεῖν χῶρον, καὶ ταῖς Αἰγυπτίων ἀρούραις τολμῶσιν ἀντικρίνειν τὰς σφετέρας. ἔλαφοι δὲ καὶ ἕτεραι τήνδε τὴν νῆξιν ἀποδείκνυνται. αἱ γοῦν Ἠπειρώτιδες ἐς τὴν Κέρκυραν διανήχονται, ἀντίπορθμοι δὲ ἀλλήλαις αἵδε εἰσίν.

叙利亚的鹿产于极高的山脉,即阿马努斯山、黎巴嫩山与迦密山;当它们想要横渡大海时,鹿群便来到海滩,静候风势平息,一旦察觉风正温和而平静地吹拂,便毅然冒险涉入大洋。它们排成一列泅渡,彼此相连,后随者将下颌托在前行者的腰臀上;而排在最后的一只在向前一只稍作依托休憩后,便在所有同伴身后压阵。它们前往塞浦路斯,乃是出于对当地芳草的渴望;据说那里的草茂密深厚,能提供极佳的牧场。塞浦路斯人亦称自己居住在一片肥沃的土地上,甚至敢于将自家的田园与埃及的沃土相提并论。其他地域的鹿亦展现出这般游泳的本领;例如厄庇鲁斯的鹿便能泅渡至科尔库拉岛,而两地隔海峡遥遥相望。

语法注4 条
  1. 5.54ἦν δὲ ἄρα ἡ πάρδαλις καὶ τοῦ πιθήκου δολερώτερον

    主语 ἡ πάρδαλις 为阴性单数名词,而表语比较级形容词 δολερώτερον 却采用了中性单数。这是希腊语中常见的泛称用法,用中性形容词作为表语表示某类事物或抽象属性(即“作为一种生物,豹子比猴子更为狡狯”)。

  2. 5.54καὶ ἔστιν ἡ πεῖρα, ἕνα ἑαυτῶν τὸν δοκοῦντα ἀδεέστατον καταπέμπουσι

    在引导句 καὶ ἔστιν ἡ πεῖρα(“而试探是这样的”)之后,没有使用连词(如 ὅτι)或不定式,而是直接接上独立直陈语气主句 καταπέμπουσι(“它们派下……”)。这是一种以并列或无连词连接(parataxis / asyndeton)直接进行解释说明的句法结构。

  3. 5.54ὑπὲρ τοῦ τῶν πολεμίων ἐνυβρισάντων περιγίνεσθαι καρτερικώτατα ἐναθλοῦσαν

    ὑπὲρ τοῦ ... περιγίνεσθαι 是带冠词不定式结构,表示目的(“为了战胜……”)。其中置有受 περιγίνεσθαι 支配的属格宾语及分词 τῶν πολεμίων ἐνυβρισάντων(“曾加以侮辱的仇敌”)。分词 ἐναθλοῦσαν 为阴性单数宾格,与受 κελεύει 支配的不定式逻辑主语 τὴν πάρδαλιν 一致,修饰豹子坚忍战斗的状态。

  4. 5.56ἡ τελευταία δὲ γενομένη τῇ πρόσθεν ἐπὶ πάσαις ἑαυτὴν ἐπαναπαύσασα εἶτα οὐραγεῖ

    与格 τῇ πρόσθεν 依存于复合分词 ἐπαναπαύσασα(“在前一只身上歇息”)。介词短语 ἐπὶ πάσαις 则表示空间或次序上的位置(“在所有鹿之后 / 居于最末”),在意义上与谓语动词 οὐραγεῖ(“殿后 / 居于尾端”)紧密呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:5.54-5.56