- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:5.50-5.53
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了动物在恐惧、哺育及多样叫声上的独特习性,并记载了蛇类与水生生物预知尼罗河泛滥而迁移筑巢的本能,以及河马谨慎倒退进食作物的智慧策略。
ἴδια δὲ ἄρα τῶν ζῴων καὶ ταύτῃ δήπου καταγνῶναι πάρεστι. τοὺς γοῦν ὄρνεις τοὺς ἠθάδας καὶ τοὺς ἐν ποσὶ τρεφομένους τε καὶ ἐξεταζομένους ὁρῶμεν ἵππους καὶ ὄνους καὶ βοῦς καὶ καμήλους θαρροῦντας· εἰ δὲ καὶ ἐλέφαντί που πράῳ καὶ ἡμέρῳ συντρέφοιντο, οἳ δὲ οὐκ ὀρρωδοῦσιν,1 ἀλλὰ καὶ διʼ αὐτῶν ἐκείνων ἔρχονται. ἤδη δὲ ἀλεκτρυόνες καὶ ἐπὶ τὰ νῶτα αὐτῶν ἀναπέτονται· τοσοῦτον αὐτοῖς τοῦ θάρσους περίεστι καὶ τοῦ ἀδεοῦς. πτοίαν δὲ αὐτοῖς ἐντίθησι καὶ δέος ἰσχυρὸν γαλῆ παραδραμοῦσα. καὶ μυκήσεων μὲν καὶ ὀγκήσεων οὐ ποιοῦνται ὤραν, κρίξασαν δὲ ἄρα μόνον πεφρίκασι τὴν προειρημένην. χηνῶν δὲ καὶ κύκνων καὶ στρουθῶν τῶν μεγάλων ἤ τι ἢ οὐδὲν φροντίζουσιν, ἱέρακα δὲ βραχύτατον ὄντα ὀρρωδοῦσιν. ὁ δὲ ἀλεκτρυὼν ᾅσας φοβεῖ μὲν λέοντα, ἀναιρεῖ δὲ βασιλίσκον· οὐ μὴν φέρει οὔτε αἰλούρους οὔτε ἰκτίνους. αἱ δὲ περιστεραὶ ἀετῶν μὲν κλαγγὴν καὶ γυπῶν θαρροῦσι, κίρκων δὲ καὶ ἁλιαέτων οὐκέτι. ἡ δὲ ποίμνη καὶ ὁ ἔριφος καὶ πώλιον πᾶν ἐπὶ τὰς μητρῴας θηλὰς ἔρχεται γεννηθέντα παραχρῆμα, καὶ μέντοι καὶ τῶν οὐθάτων σπῶντα ἐμπίπλαται· πολυπραγμονεῖ δὲ τὸ τεκὸν οὐδὲ ἕν, ἀλλὰ ἕστηκεν. ὕπτια δὲ παραβάλλει τὰς θηλὰς τοῖς βρέφεσι τὰ σχιζόποδα πάντα, λύκοι καὶ κύνες καὶ λέαιναι καὶ παρδάλεις.
动物特有的天性亦可从以下事实中加以断定。无论如何,我们看到那些驯顺、在人类脚边饲养并受照料的禽鸟,并不畏惧马、驴、牛和骆驼;若它们碰巧与温良驯服的大象一同饲养,它们亦不畏惧,甚至直接从大象身下穿行。公鸡甚至已能飞跃到大象背上;它们身上充满了如此的胆量与无畏。然而一只黄鼠狼跑过,便会令它们陷入极大的惊惶与恐惧。它们对牛哞与驴鸣毫不介意,却仅仅因为上述那小兽的一声嘶叫便毛骨悚然。对于鹅、天鹅和鸵鸟,它们几乎全不在意,但面对体型极小的鹰隼却畏惧万分。雄鸡一旦啼鸣,便能吓退狮子,消灭蛇怪;然而它却无法忍受猫与鸢鸟。鸽子无惧雕与鹫的号叫,但面对鹞鹰与白腹海雕却不再如此。羊群、小山羊和所有的马驹,甫一出生便直奔母体的乳头,吸吮乳房而饱腹;那产仔的母亲不做任何干预,只是安然伫立。然而所有裂爪的动物,如狼、狗、母狮和豹子,都是仰卧着将乳头递给幼崽。
Πολυφωνότατα δὲ τὰ ζῷα καὶ πολύφθογγα ὡς ἂν εἴποις ἡ φύσις ἀπέφηνεν, ὥσπερ οὖν καὶ τοὺς ἀνθρώπους. ὁ γοῦν Σκύθης ἄλλως φθέγγεται καὶ ὁ Ἰνδὸς ἄλλως, καὶ ὁ Αἰθίοψ ἔχει φωνὴν συμφυᾶ καὶ οἱ Σάκαι· φωνὴ δὲ Ἑλλὰς ἄλλη, καὶ Ῥωμαία ἄλλη. οὕτω τοι καὶ τὰ ζῷα ἄλλο ἄλλως προΐεται τὸν συγγενῆ τῆς γλώττης ἦχόν τε καὶ ψόφον· τὸ μὲν γὰρ βρυχᾶται, μυκᾶται δὲ ἄλλο, καὶ χρεμέτισμα ἄλλου καὶ ὄγκησις ἄλλου βληχηθμός τε καὶ μηκασμός, καί τισι μὲν ὠρυγμός, τισὶ δὲ ὑλαγμὸς φίλον, καὶ ἄλλῳ ἀρράζειν· κλαγγαὶ δὲ καὶ ῥοῖζοι καὶ κριγμοὶ καὶ ᾠδαὶ καὶ μελῳδίαι καὶ τραυλισμοὶ καὶ μυρία ἕτερα δῶρα τῆς φύσεως ἴδια τῶν ζῴων ἄλλα ἄλλων.
大自然将动物造就得如同人类一般,具有最多样的声音与可谓繁多的音调。例如斯基泰人以一种方式发声,印度人以另一种方式发声,埃塞俄比亚人和塞迦人亦各具天生的语言;希腊语是一种,罗马语又是另一种。动物亦是如此,各自以不同方式发出其舌头特有的声响与噪音:有的咆哮,有的低哞,有的长鸣,有的嘶叫,有的咩咩而鸣;有的喜好哀嚎,有的喜好狂吠,还有的发出低吼;鸣叫声、振翅呼啸声、尖叫声、歌唱声、旋律、喃喃声,以及大自然赐予的无数其他特赋,皆各自属于不同的动物。
ἀνὰ τὴν χώραν τὴν Αἰγυπτίαν ἀσπίδες φωλεύουσι τοῦ Νείλου πλησίον ἐπὶ τῆς ὄχθης ἑκατέρας. καὶ τὸν μὲν ἄλλον χρόνον φιλοχωροῦσι καὶ ἀγαπῶσιν, ὡς τὰς οἰκίας τὰς σφετέρας οἱ ἄνθρωποι· μέλλοντος δὲ τοῦ ποταμοῦ κατὰ τὴν ὥραν τὴν θέρειον ἀναπλεῖν, πρὸ τριάκοντά που ἡμερῶν αἱ προειρημέναι ἀσπίδες μετοικίζονται ἐς τὰ ἀπωτέρω τοῦ Νείλου χωρία, καὶ τοὺς ὄχθους τοὺς ὑπερέχοντας ἐσέρπουσι, καὶ μέντοι καὶ τὰ σφῶν αὐτῶν ἔκγονα ἐπάγονται, δῶρον τοῦτο ἴδιον λαχοῦσαι παρὰ τῆς φύσεως εἰδέναι2 ποταμοῦ τοσούτου καὶ οὕτως ἐργατικοῦ τὴν ἀνὰ πᾶν ἔτος ἐπιδημίαν, καὶ τὴν ἐξ αὐτοῦ κατάληψίν τε καὶ λύμην φυλάττεσθαι. καὶ αἱ χελῶναι δὲ καὶ οἱ καρκίνοι καὶ οἱ κροκόδειλοι τὰ ᾠὰ κατὰ τὴν ὥραν τὴν αὐτὴν μετακομίζουσιν ἐς τὰ ἄβατα τῷ ποταμῷ καὶ ἀνέφικτα· καὶ ἐντεῦθεν ἤδη λογίζονται οἱ ἐντυγχάνοντες τοῖς τῶν προειρημένων ᾠοῖς ὁ Νεῖλος ἀνελθὼν ἐς πόσον ἐπαρδεύσει σφίσι τὴν γῆν.
在埃及境内,毒蛇筑巢于尼罗河近旁的两岸。在其余的时间里,它们如世人热爱家宅一般依恋并安居于此;但当该河流在夏季即将上涨时,大约提前三十天,上述毒蛇便迁徙至远离尼罗河之地,爬上高耸的丘岗,甚至携带着自己的后代一同前行。它们自自然获得了这独特的特赋,得以知晓如此浩大而辛劳的河流每年的泛滥,从而防备由此带来的淹没与覆灭。乌龟、螃蟹和鳄鱼亦在同一季节将卵转移至河流无法侵入且无法企及的高地;从这些迹象中,偶遇上述生灵之卵的人们便能推算出尼罗河上涨后将灌溉土地的范围。
οἱ ἵπποι οἱ ποτάμιοι τοῦ Νείλου μέν εἰσι τρόφιμοι· ὅταν δὲ τὰ λήια ἐνακμάζῃ καὶ ὦσιν οἱ στάχυες ξανθοί, οὐκ ἄρχονται παραχρῆμα κείρειν αὐτοὺς καὶ ἐσθίειν, ἀλλὰ παραμείβοντες ἔξωθεν τὸ λήιον στοχάζονται πόσον αὐτοὺς ἐμπλήσει μέτρον, εἶτα λογισάμενοι τὸ ἀποχρῆσον σφίσιν ἐμπίπτουσι καὶ ἀναχωροῦσιν ἐπὶ πόδα3 ἐμπιπλάμενοι, τὸ ῥεῦμα τοῦ ποταμοῦ κατὰ νώτου λαβόντες. πεφιλοσόφηται δὲ ἄρα τοῦτο αὐτοῖς, ἵνα εἴ τινες τῶν γεωργῶν ἐπίοιεν ἀμυνούμενοι, οἳ δὲ ἐκ τοῦ ῥᾴστου ἐς τὸ ὕδωρ καταδραμεῖν ἔχοιεν, τοὺς πολεμίους ἀντιπροσώπους, ἀλλὰ οὐκ ὄπισθεν οἱ ἵπποι οὗτοι δοκεύοντες.
河马是由尼罗河滋养的生灵;然而当田中的庄稼熟透、麦穗泛黄之际,它们并不立即开始收割吞食,而是绕行于田地之外,测算何等分量能令自己饱腹。在计算出足够的数量之后,它们方才扑将上去,且一边后退一边吞咽食饱,始终将河水的激流置于身后。这乃是它们深思熟虑的策略,以便在有农夫前来自卫反击时,这些河马能够极其从容地奔入水中,且能正面逼视敌人,而非在背后提防敌踪。
- 5.50οἳ δὲ οὐκ ὀρρωδοῦσιν
条件从句“εἰ δὲ καὶ ... συντρέφοιντο”(带有希求语气)的主句。指示代名词 οἵ 之后的 δέ 属于主句连接词(apodotic de)用法,用来重新引出并强调前文提及的鸟类(τοὺς ὄρνεις)作为主语:“它们则并不畏惧”。
- 5.52δῶρον τοῦτο ἴδιον λαχοῦσαι παρὰ τῆς φύσεως εἰδέναι
不定词 εἰδέναι 作为同位语(或解释性)不定词,用于补充说明名词 δῶρον 的具体内容(“获得了自然赋予的这一独特特赋,即得以知晓……”)。随后的不定词 φυλάττεσθαι 亦与之平行并列。
- 5.53ἀναχωροῦσιν ἐπὶ πόδα
短语“ἐπὶ πόδα”(或“ἐπὶ πόδα ἀναχωρεῖν”)是古典希腊语中的军事习语,意为“面对敌人缓慢后退/倒退”。后文的“τοὺς πολεμίους ἀντιπροσώπους ... δοκεύοντες”(正面面对敌人观察)直接印证了这一特定义项。
