← 克劳狄乌斯·埃利安

论动物的本性

§5.47-5.49

蜥蜴复明之术与动物的亲和及掩埋习性

作者记述了亲眼所见的致盲蜥蜴复明的巫术疗法,随后列举了动物界跨物种的友善与敌对关系,以及熊、鸟类、昆虫和大象对待同类尸体的回避与掩埋习性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.47

οὐ δεήσομαι ἐνταῦθα μάρτυρος πρεσβυτέρου, ἃ δὲ αὐτὸς ἔγνων ἐρῶ. σαῦρον τῶν χλωρῶν μὲν ὑπεράγαν, ἁδροτέρων δὲ τὴν ἕξιν συλλαβὼν ἀνὴρ καὶ κέντρῳ πεποιημένῳ χαλκοῦ πείρας εἶτα τυφλώσας τὸν σαῦρον καὶ χύτραν κεραμέαν τῶν νεωστὶ εἰργασμένων διατρήσας πάνυ λεπταῖς ὀπαῖς, ὡς μὴ εἴργειν μὲν τὸ πνεῦμα, οὐ μὴν ἐκείνῳ παρασχεῖν ἔκδυσιν, καὶ γῆν ἐγχέας καὶ μάλα ἔνδροσον, καὶ τὸ θηρίον ἐμβαλὼν καὶ πόαν τινὰ ἧς οὐκ εἶπε τὸ ὄνομα καὶ δακτύλιον σιδήρου πεποιημένον καὶ ἔχοντα λίθον γαγάτην, ᾧπερ οὖν ἐνείργαστο γλύμμα σαῦρος, τὴν μὲν χύτραν ἐπηλύγασεν,1 ἐννέα ἐμπλάσας σημεῖα, ὧν ἀφῄρει σφραγῖδα ἐφʼ ἡμέρας ἐννέα. καὶ τὴν ἐπὶ πάσαις ἀφανίσας ἀνοίγει τὸ σκεῦος, καὶ ἔγωγε εἶδον τὸν σαῦρον ἐμβλέποντα, καὶ εὐωποτάτους τοὺς ὀφθαλμοὺς τοὺς τέως πεπηρωμένους εἶχε. καὶ τὸν μέν, ἔνθεν ᾑρέθη, ἐνταῦθα ἀπελύσαμεν, δακτύλιον δὲ ἐκεῖνον ὁ ἀνὴρ ὁ ταῦτα δράσας ὀφθαλμοῖς ἀγαθὸν ἔφασκεν εἶναι.

在此我无须年长的见证人,且让我道出亲历之事。曾有一人捉到一条极其翠绿且体格壮硕的蜥蜴,用铜制探针将其刺瞎;随后他在一个新制陶罐上凿出极细的小孔,既不阻隔气息,又不致让其逃脱;他倒入极为湿润的泥土,将这小兽、一种他不肯透露姓名的药草、以及一枚镶有雕刻着蜥蜴的黑玉的铁指环一并投入其中。他盖严陶罐,压上九枚封印,在随后的九天中每日揭去一枚印记。在抹去最后一枚封印并开启器皿时,我亲眼看见那只蜥蜴在环视四周,它那原本已残废的双眼竟然完好无缺。我们将它在最初捕获之处放生,而施展此术之人坚称那枚指环有益于眼疾。

§5.48

ἐμοὶ δὲ αἴσχιστον δοκεῖ, ὦ ἄνθρωποι, φιλίαν μὲν τοῖς ζῴοις πρὸς ἄλληλα εἶναι, μὴ μόνοις τοῖς συννόμοις αὐτῶν μηδὲ μὴν τοῖς ὁμογενέσιν, ἤδη δὲ καὶ τοῖς μηδὲν προσήκουσί σφισι κατὰ τὸ κοινὸν γένος. ταῖς γοῦν αἰξὶν αἱ οἶς φίλιαι, περιστερᾷ δὲ πρὸς τρυγόνα φιλία, φίλα δὲ ἀλλήλοις νοοῦσι φάτται τε καὶ πέρδικες, ἀλκυόνα δὲ καὶ κηρύλον ποθοῦντε ἀλλήλω πάλαι ἴσμεν, κορώνην τε ἐρωδιῷ φίλα νοεῖν καὶ λάρον τῷ καλουμένῳ κολοιῷ καὶ ἰκτίνῳ ἅρπην. πολεμοῦσι δὲ αἰώνιον πόλεμον καὶ ἄσπονδον ὡς εἰπεῖν κορῶναί τε καὶ γλαῦκες· πολέμιοι δὲ ἄρα εἰσὶν ἰκτῖνός τε καὶ κόραξ, καὶ πυραλλὶς πρὸς τρυγόνα, καὶ βρένθος καὶ λάρος, πάλιν τε ὁ χλωρεὺς πρὸς τρυγόνα, καὶ αἰγυπιοὶ καὶ ἀετοί, καὶ κύκνοι καὶ δράκοντες, καὶ πρὸς βουβαλίδας καὶ ταύρους λέοντες. ἔχθιστα δὲ ἄρα ἐλέφας καὶ δράκων ἦν, καὶ πρὸς ἀσπίδα ὁ ἰχνεύμων, ὁ δὲ αἴγιθος τῷ ὄνῳ· ὃ μὲν γὰρ ὠγκήσατο, ῥήγνυται δὲ τῷ αἰγίθῳ τὰ ᾠά, καὶ οἱ νεοττοὶ ἐκπίπτουσιν ἀτελεῖς· ὃ δὲ τιμωρῶν2 τοῖς τέκνοις ἐπιπηδᾷ τῶν ὄνων τοῖς ἕλκεσι, καὶ ἐσθίει αὐτά. μισεῖ δὲ ἀλώπηξ κίρκον καὶ ταῦρος κόρακα, καὶ ὁ ἄνθος τὸν ἵππον. χρὴ δὲ εἰδέναι τὸν πεπαιδευμένον καὶ μηδὲν μάτην ἀκούοντα ὅτι καὶ δελφὶς φαλαίνῃ διάφορος, λάβρακές γε μὴν κεστρεῦσι, μύραιναι δὲ γόγγροις, καὶ ἄλλα ἄλλοις.

世人啊,在我看来极为可耻的是,动物之间尚存有彼此的友爱,不仅在同槽共牧或同类之中,甚至存在于按通常分类而言毫无亲缘的生灵之间。母羊对母山羊十分友善,鸽与斑鸠亦有友谊,林鸽与鹧鸪互怀好意,我们早就知道雌雄翡翠鸟彼此渴念,乌鸦对苍鹭心存友好,海鸥对寒鸦、鹞鹰对鸢鸟亦是如此。然而乌鸦与猫头鹰则进行着近乎永恒且不休的战争;鸢鸟与渡鸦是仇敌,红雀与斑鸠、潜鸟与海鸥、绿雀与斑鸠、秃鹫与猛雕、天鹅与巨蟒、狮子与野牛或牡牛亦皆互为仇敌。象与巨蛇乃深仇大恨,獴与毒蛇亦然,山雀与毛驴同样势不两立:因毛驴一旦嘶鸣,山雀的卵便会破裂,雏鸟未成便会跌落;山雀为子复仇,便扑向驴的伤口啄食创肉。狐狸憎恶苍鹰,牡牛厌恶渡鸦,刺雀讨厌马匹。受过教养且不徒然听闻一事之人亦当知晓,海豚与鲸鱼不合,海鲈与鲻鱼、海鳝与康吉鳗亦是冤家,诸如此类不一而足。

§5.49

αἱ ἄρκτοι τῶν θηρατῶν τοὺς ἐς στόμα πεσόντας καὶ τὸ πνεῦμα ἐς ἑαυτοὺς ὤσαντας ὀσφρησάμεναι ὡς νεκροὺς παραλιμπάνουσι, καὶ δοκεῖ τοῦτο τὸ ζῷον νεκρὸν βδελύττεσθαι. μισοῦσι δὲ καὶ οἱ μύες τοὺς ἐν ταῖς ἑαυτῶν διαίταις καὶ καταδρομαῖς ἀποθανόντας, καὶ μέντοι καὶ χελιδὼν ἐκβάλλει χελιδόνα νεκράν. μύρμηκες δέ, καὶ ἐκείνοις ἐκφορᾶς νεκρῶν μέλειν καὶ καθαίρειν τοὺς σφετέρους χηραμοὺς ἡ σοφωτάτη φύσις ἔδωκεν, ἐπεὶ καὶ τοῦτο ἴδιον τῶν ἀλόγων, τὰ ὁμογενῆ τε καὶ ὁμοφυᾶ τεθνεῶτα τῶν ὀφθαλμῶν ἀποφέρειν θᾶττον. λέγουσι δὲ Αἰθιόπων λόγοι αἱμυλίας τε καὶ κόμπου Ἑλληνικοῦ ἄγευστοι ὅτι ἄρα ἐλέφαντα θεασάμενος ἐλέφας νεκρὸν οὐκ ἂν παρέλθοι μὴ τῇ προβοσκίδι γῆν ἀρυσάμενος καὶ ἐπιβαλών,3 ὡς ὁσίαν τινὰ ἀπόρρητον ὑπὲρ τῆς φύσεως τῆς κοινῆς ἐκτελῶν· εἶναι γὰρ τὸ μὴ δρᾶσαι τοῦτο ἐναγές. ἀπόχρη δέ οἱ καὶ κλάδον ἐπιβαλεῖν, καὶ ἄπεισι τὸ κοινὸν ἁπάντων τέλος μὴ ἀτιμάσας. ἀφῖκται δὲ λόγος ἐς ἡμᾶς καὶ ἐκεῖνος. ὅταν ἐλέφαντες ἀποθνήσκωσιν ἐκ τραυμάτων, ἢ βληθέντες ἐν πολέμῳ ἢ ἐν θήρᾳ παθόντες τοῦτο, τῆς πόας τῆς παρατυχούσης ἢ τῆς κόνεως τῆς ἐν ποσὶν ἀνελόμενοι, ἐς τὸν οὐρανὸν ἀναβλέπουσι καὶ βάλλουσί τι τῶν προειρημένων, καὶ φωνῇ τῇ σφετέρᾳ κινύρονταί τε καὶ ποτνιῶνται, ὥσπερ οὖν τοὺς θεοὺς μαρτυρόμενοι ἐφʼ οἷς ἐκδίκως τε καὶ ἐκνόμως ὑπομένουσιν.

当猎人仆倒于地且屏住呼吸时,熊嗅闻之后便将其视作死人而离去,这种动物似乎厌恶尸体。老鼠亦憎恨死在自己巢穴与通道中的同类,燕子甚至会将死燕逐出巢外。至于蚂蚁,极其睿智的大自然亦赋予它们运送尸体并清扫巢穴的本能,因为将同类死者迅速移离视线正是无理性动物的共性。没有沾染希腊式巧言与夸饰的埃塞俄比亚人传说称,大象若见同类的尸骸,绝不会在未用象鼻掬土覆盖之前便擅自离开,仿佛是为共同的本性履行某种隐秘的神圣义务;因为若不如此行事便被视作亵渎。即便只是覆上一根树枝亦已足够,它便在未曾亵渎万物共同终局的情况下离去。此外亦有传说流传至我们这里:当大象因创伤而垂危——无论是在战争中被射中还是在狩猎中受创——它们便捡起手边的草或脚下的尘土,仰望上天将上述物品掷去,用自身的声音悲鸣哀求,宛如在呼唤诸神作证,申诉它们所遭受的不公与非法的折磨。

语法注3 条
  1. 5.47ἀνὴρ καὶ κέντρῳ πεποιημένῳ χαλκοῦ πείρας ... τὴν μὲν χύτραν ἐπηλύγασεν

    这是一个长句离隔结构,主语 ἀνήρ 带有一系列不定过去时分词(συλλαβών, πείρας, τυφλώσας, διατρήσας, ἐγχέας, ἐμβαλών)来叙述一系列准备工序,最终才落实到主句动词 ἐπηλύγασεν。

  2. 5.48ὃ μὲν γὰρ ὠγκήσατο, ῥήγνυται δὲ τῷ αἰγίθῳ τὰ ᾠά ... ὃ δὲ τιμωρῶν

    此处指代代词 ὃ μέν 与 ὃ δέ 的指示对象发生交替。紧随前文提及的“山雀与毛驴(ὁ δὲ αἴγιθος τῷ ὄνῳ)”,ὃ μέν 指代后出现的毛驴(ὄνος),而 ὃ δέ 指代先出现的山雀(αἴγιθος)。

  3. 5.49οὐκ ἂν παρέλθοι μὴ τῇ προβοσκίδι γῆν ἀρυσάμενος καὶ ἐπιβαλών

    主句带有否定的潜在希求法(οὐκ ἂν παρέλθοι)与由否定词 μή 引导的分词(ἀρυσάμενος, ἐπιβαλών)结合,形成“若不……便绝不会走开”的双重否定/必要条件句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:5.47-5.49