- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:5.41-5.46
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了反刍动物的胃与头足类的习性、蜜蜂及蜂蜜的地域差异以及蜉蝣的寿命,随后结合荷马史诗探讨野猪与家猪的习性,并介绍了犬类与鸟类利用草药进行自我疗愈的本能。
πυνθάνομαι τῶν ζῴων τὰ μηρυκάζοντα τρεῖς ἔχειν κοιλίας, καὶ ὀνόματα αὐτῶν ἀκούω κεκρύφαλον ἐχῖνον ἤνυστρον. σηπίαι δὲ καὶ τευθίδες δύο νέμονται προβοσκίσιν· οὐ γάρ τοι χεῖρον οὕτως ὀνομάσαι καὶ ἐκ τῆς χρείας καὶ ἐκ τοῦ σχήματος ἐπαρθέντα. καὶ ὅταν ᾖ χειμέρια καὶ κλύδων τεταραγμένος, αἳ δὲ τῶν πετρῶν λαμβάνονται ταῖς αὐταῖς προβολαῖς, καὶ ἔχονται ὡς ἀγκύραις πάνυ ἐγκρατῶς, καὶ ἄσειστοί τε καὶ ἄκλυστοι μένουσιν· εἶτα εἰ γένοιτο ὑπεύδια, ἀπολύουσί τε ἑαυτὰς καὶ ἐλευθεροῦσι, καὶ νέουσι πάλιν, εἰδυῖαι μάθημα οὐκ εὐκαταφρόνητον, χειμῶνος φυγὴν καὶ ἐκ τῶν κινδύνων σωτηρίαν.
我获悉反刍动物有三个胃,且听闻其名称分别为蜂巢胃、重瓣胃与皱胃。乌贼与鱿鱼则借由两条触腕进食;因其功用与形状之启发而如此命名,绝非不妥。当风暴来临、波涛翻滚之际,它们便用这些触须攀附于岩石上,宛如抛锚一般极为稳固地抓牢,保持不动摇且不被冲走;其后若天气转晴,它们便解开并释放自己,重新游动,通晓这一不可轻视的本领,即躲避风暴并脱离险境。
εἴ σοι βουλομένῳ μαθεῖν ἐστι1 μελιττῶν ὀνόματα, οὐκ ἂν βασκήναιμι εἰπεῖν ὅσα πέπυσμαι. ἡγεμόνες καλοῦνταί τινες καὶ ἄλλαι σειρῆνες καὶ ὑδροφόροι τινὲς καὶ ἕτεραι πλάστιδες. Νίκανδρος δὲ ὑδροφορεῖν τοὺς κηφῆνάς φησι. περὶ δὲ τὴν τῶν Καππαδόκων γῆν ἄνευ κηρίων τὸ μέλι τὰς μελίττας ἐργάζεσθαί φασι, παχὺ δὲ εἶναι τοῦτο κατὰ τὸ ἔλαιον λόγος ἔχει. ἐν Τραπεζοῦντι δὲ τῇ Ποντικῇ ἐκ τῆς πύξου γίνεσθαι μέλι πέπυσμαι, βαρὺ δὲ τὴν ὀσμὴν τοῦτο εἶναι, καὶ ποιεῖν μὲν τοὺς ὑγιαίνοντας ἔκφρονας, τοὺς δὲ ἐπιλήπτους ἐς ὑγίειαν ἐπανάγειν αὖθις. ἐν Μηδίᾳ δὲ ἀποστάζειν τῶν δένδρων ἀκούω μέλι, ὡς Εὐριπίδης ἐν τῷ Κιθαιρῶνί φησιν ἐκ τῶν κλάδων γλυκείας σταγόνας ἀπορρεῖν. γίνεσθαι δὲ καὶ ἐν Θράκῃ μέλι ἐκ τῶν φυτῶν ἤκουσα. ἐν δὲ Μυκόνῳ μέλιττα οὐ γίνεται, ἀλλὰ καὶ ἔξωθεν κομισθεῖσα ἀποθνήσκει.
若你乐意知晓蜜蜂的名称,我绝不吝惜说出我所获悉的一切。有的被称为首领,有的被称为塞壬,有的被称为携水蜂,另有的被称为塑巢蜂。尼坎德则称雄蜂负责携水。据说在卡帕多西亚人的土地附近,蜜蜂酿蜜无须蜂巢,相传此蜜黏稠如橄榄油。我获悉在蓬托斯的特拉佩祖斯,有蜂蜜产自黄杨树,此蜜气味浓烈,能使健康者发狂,却能使癫痫者重获健康。我听闻在米底亚有蜂蜜自树木滴落,正如欧里庇得斯在描述喀泰戎山时所言,甘甜的滴露自枝条流淌。我亦听闻色雷斯亦有蜂蜜生于植物。但在米科诺斯岛则不产蜜蜂,即便自外地引入亦会死去。
περὶ τὸν Ὕπανιν ποταμὸν γίνεσθαι τὸ ζῷον τὸ μονήμερον οὕτω καλούμενον Ἀριστοτέλης φησί, τικτόμενον μὲν ἅμα τῷ κνέφει, ἀποθνῆσκον δὲ ἐπὶ δυσμὰς ἡλίου τρεπομένου.
亚里士多德称在许帕尼斯河畔生有一种所谓的蜉蝣生物,在黎明时降生,而当日落西山时便告死亡。
ἔχει δὲ τὸ δῆγμα ἡ σηπία ἰῶδες καὶ τοὺς ὀδόντας ἰσχυρῶς ὑπολανθάνοντας. ἦν δὲ ἄρα δηκτικὸν καὶ ὁ ὀσμύλος καὶ ὁ πολύπους· καὶ δάκοι μὲν ἂν οὗτος σηπίας βιαιότερον, τοῦ δὲ ἰοῦ μεθίησιν ἧττον.
乌贼咬人带毒,且其牙齿深藏不露。麝香蛸与章鱼亦具咬噬性;章鱼虽比乌贼咬得更为凶猛,但排出的毒液较少。
τὸν σῦν τὸν ἄγριόν φασι μὴ πρότερον ἐπί τινα φέρεσθαι πρὶν ἢ τοὺς χαυλιόδοντας ὑποθῆξαι·2 μαρτυρεῖ δὲ ἄρα καὶ Ὅμηρος τοῦτο λέγων θήξας λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν. παχύνεσθαι δὲ τὸν σῦν ἀκούω μάλιστα μὴ λούμενον, ἀλλὰ ἐν τῷ βορβόρῳ διατρίβοντά τε καὶ στρεφόμενον καὶ πίνοντα ὕδωρ τεθολωμένον, καὶ ἡσυχίᾳ καὶ στέγῃ σκοτωδεστέρᾳ χαίροντα καὶ τροφαῖς ὅσαι φυσωδέστεραί τέ εἰσι καὶ ὑποπλῆσαι δύνανται. καὶ Ὅμηρος δὲ ἔοικε ὑποδηλοῦν ταῦτα. περὶ μὲν οὖν τοῦ καλινδεῖσθαι αὐτοὺς καὶ φιληδεῖν τοῖς ῥυπαρωτέροις τέλμασι λέγων σύες χαμαιευνάδες· ὅτι δὲ τῷ τεθολωμένῳ ὕδατι πιαίνονται φησὶ "μέλαν ὕδωρ πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν." ὅτι δὲ χαίρουσι τῷ σκότῳ διὰ τούτων ἐλέγχει "πέτρῃ ὕπο γλαφυρῇ εὗδον Βορέω ὑπʼ ἰωγῇ." τὸ δὲ φυσῶδες αἰνίττεται τῆς τροφῆς ὅταν λέγῃ βάλανον μενοεικέα ἐσθίειν αὐτάς. εἰδὼς δὲ ἄρα Ὅμηρος ὡς καὶ ἰσχναίνεται καὶ ἐπιτρίβει τὰ κρέα ὗς ὁρῶν τὸν θῆλυν, πεποίηκε τοὺς ἄρρενας ἰδίᾳ καθεύδοντας καὶ τὰς θηλείας ἰδίᾳ. ἐν Σαλαμῖνι δὲ χλωροῦ σίτου καὶ ληίου κομῶντος ἐὰν σῦς ἐμπεσοῦσα ἀποκείρῃ, νόμος ἐστὶ Σαλαμινίων τοὺς ὀδόντας ἐκτρίβειν αὐτῆς. καὶ τοῦτο εἶναι τὸ παρʼ Ὁμήρῳ συὸς ληιβοτείρης φασίν. οἳ δὲ ἑτέρως νοοῦσι, καὶ λέγουσι χλωροῦ σίτου τὴν ὗν γευσαμένην ἀσθενεῖς ἔχειν τοὺς ὀδόντας.
相传野猪在磨快獠牙之前决不会向任何人扑击;荷马亦作证道:“在弯曲的下颌间磨砺着白色的獠牙。”我听闻猪在不沐浴、反而在泥淖中厮混打滚、饮用浑水、喜好安静且阴暗的居所、以及食取那些易于胀气且能填饱腹腔的饲料时最为肥硕。荷马似乎亦暗指了这些情况。关于它们打滚且喜爱污浊的水洼,荷马称其为“卧于地上的猪”;而关于它们因浑水而增肥,他说道: “饮用着黑水,此水为猪群滋养丰润的油脂。” 他又以此句证明它们喜好黑暗: “在凹陷的岩石下安睡,躲避着北风的吹拂。” 而当他说它们食用“适口的橡实”时,便暗示了饲料易致胀气的特性。荷马深知公猪看见母猪便会消瘦并损耗皮肉,因而描写公猪独卧,母猪另卧。在萨拉米斯,若有猪闯入青翠的小麦与繁茂的庄稼中啃食,萨拉米斯人的法令乃是打落其牙齿。相传这就是荷马所谓“啃食庄稼之猪”的原由。然而另有人持有不同理解,称猪尝过青麦后牙齿自会变得松散无力。
ἔδωκε δὲ ἄρα ἡ φύσις ταῖς κυσὶ τραυμάτων ἀντίπαλον πόαν. εἰ δὲ ἕλμινθες αὐτὰς λυποῖεν, τοῦ σίτου τὸ καλούμενον λήιον ἐσθίουσαι ἐκκρίνουσιν αὐτάς. λέγονται δὲ καὶ ὅταν δέωνται τὴν γαστέρα ἑκατέραν3 κενῶσαι πόαν τινὰ ἐσθίειν, καὶ τὸ μέν τι τῆς τροφῆς τὸ ἐπιπολάζον ἀνεμεῖν, τὰ δὲ περιττὰ κάτωθεν ἐκκρίνεσθαι αὐταῖς φασιν. ἐντεῦθεν καὶ τὸ συρμαΐζειν Αἰγύπτιοι λέγονται μαθεῖν. πέρδικες δὲ καὶ πελαργοὶ τρωθέντες καὶ φάτται τὴν ὀρίγανον, ὡς λόγος, διατρώγουσιν, εἶτα τοῖς τραύμασιν ἐντιθέντες ἀκοῦνται τὸ σῶμα καὶ μέντοι καὶ τῆς ἀνθρώπων ἰατρικῆς δέονται οὐδὲ ἕν.
大自然赋予犬类克制伤口的药草。若它们受到蛔虫困扰,便食用所谓的青麦苗将其排出。据说当它们需要排空上下腹腔时,亦会嚼食某种草药,将食物上层浮存之物吐出,而多余之物则从下部排泄。据说埃及人即由此学会了灌肠通便之术。相传鹧鸪、鹳与斑鸠负伤之时,会咀嚼牛至,随后敷于伤口以疗愈身体,完全无须人类之医术。
- 5.42εἴ σοι βουλομένῳ μαθεῖν ἐστι
与格分词 βουλομένῳ 与 ἐστί 连用构成习惯表达,表示主观愿望或倾向(“如果你乐意知晓”)。直陈式现在的条件从句与主句中的潜在希求法(οὐκ ἂν βασκήναιμι)相呼应。
- 5.45πρὶν ἢ τοὺς χαυλιόδοντας ὑποθῆξαι
尽管前面的主句带有否定词(μὴ πρότερον ... φέρεσθαι),此处仍采用了 πρὶν ἤ 搭配不定词结构,而非虚拟语气从句。这在后世希腊散文中十分常见,用以客观表述时间上的先后关系(“在磨快獠牙之前”)。
- 5.46τὴν γαστέρα ἑκατέραν
由 κενῶσαι 支配的直接宾格。“两个腹腔的每一个”指代消化系统的上下两部分(胃与肠道),后文提及的“上吐浮存之物”与“下排多余之物”印证了这一双重所指。
