← 克劳狄乌斯·埃利安

论动物的本性

§5.39-5.40

狮子的本性智谋与豹的芳香捕猎

本段记述了狮子诞生时的勇猛之气、警醒不眠且归属于太阳的特性、极具智谋的捕猎与自尊的余食处置方式、讲求公正的反击本性以及被人类驯养的诸种事例,随后阐述了豹子凭借奇异芳香诱捕猎物的习性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.39

λέγει Δημόκριτος τῶν ζῴων μόνον τὸν λέοντα ἐκπεπταμένοις τίκτεσθαι τοῖς ὀφθαλμοῖς, ἤδη τρόπον τινὰ τεθυμωμένον καὶ ἐξ ὠδίνων δρασείοντά τι γεννικόν. ἐφύλαξαν δὲ ἄλλοι καὶ καθεύδων ὅτι κινεῖ τὴν οὐράν,1 ἐνδεικνύμενος ὡς τὸ εἰκὸς ὅτι μὴ πάντῃ ἀτρεμεῖ, μηδὲ μὴν κυκλωσάμενος αὐτὸν καὶ περιελθὼν ὁ ὕπνος καθεῖλεν, ὥσπερ οὖν καὶ τῶν ζῴων τὰ λοιπά. τοιοῦτόν τι φυλάξαντας Αἰγυπτίους ὑπὲρ αὐτοῦ κομπάζειν φασὶ λέγοντας ὅτι κρείττων ὕπνου λέων ἐστὶν ἀγρυπνῶν ἀεί. ταύτῃ τοι καὶ ἡλίῳ ἀποκρίνειν αὐτὸν αὐτοὺς πέπυσμαι· καὶ γάρ τοι καὶ τὸν ἥλιον θεῶν ὄντα φιλοπονώτατον ἢ ἄνω τῆς γῆς ὁρᾶσθαι ἢ τὴν κάτω πορείαν ἰέναι μὴ ἡσυχάζοντα. ὅμηρόν τε μάρτυρα Αἰγύπτιοι ἐπάγονται λέγοντα ἠέλιόν τʼ ἀκάμαντα. ἔστι δὲ πρὸς τῇ ῥώμῃ καὶ συνετὸς ὁ λέων. ταῖς γοῦν βουσὶν ἐπιβουλεύει νύκτωρ φοιτῶν ἐς τὰ αὔλια. Ὅμηρος δὲ ἄρα ᾔδει καὶ τοῦτο λέγων "βόες ὥς ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ." καὶ ἐκπλήττει μὲν ὑπὸ τῆς ἀλκῆς πάσας, μίαν δὲ ἐξαρπάσας ἔδει. ὅταν δὲ ἐς κόρον ἐμπλησθῇ, βούλεται μὲν ταμιεύσασθαι καὶ ἐς αὖθις, αἰδὼς δὲ ἴσχει αὐτὸν φρουρεῖν παραμένοντα, ὡς τροφῆς χήτει λιμὸν δεδιότα. οὐκοῦν περιχανὼν ἐμπνεῖ μὲν τοῦ καθʼ ἑαυτὸν ἄσθματος, καὶ τούτῳ τὴν φυλακὴν ἐπιτρέπει, ἀπαλλάττεταί γε μὴν αὐτός· τὰ δὲ ἄλλα ζῷα ἥκοντα καὶ αἰσθανόμενα ὅτου λείψανόν ἐστι τὸ κείμενον, οὐ τολμᾷ προσάψασθαι, ἀλλὰ ἀπαλλάττεται δεδιότα δοκεῖν συλᾶν καὶ περικόπτειν τι τοῦ σφετέρου βασιλέως. τῷ δὲ ἄρα εἰ μὲν εὐθηρία γένοιτο καὶ εὐερμία, λήθην τοῦ πρώτου λαμβάνει καὶ ὡς ἕωλον ἀτιμάσας ἀπαλλάττεται· εἰ δὲ μή, ὡς ἐπʼ οἰκεῖον θησαύρισμα παραγίνεται. ὅταν δὲ ὑπερπλησθῇ, κενοῖ ἑαυτὸν ἡσυχίᾳ καὶ ἀσιτίᾳ, ἢ αὖ πάλιν πιθήκῳ περιτυχὼν καὶ τούτου φαγὼν κενοῦται τὴν γαστέρα ταῖς ἐκείνου λαπάξας σαρξίν. ἦν δὲ ἄρα δίκαιος ὁ λέων καὶ οἷος ἄνδρʼ ἐπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ. τῷ γοῦν ἐπιόντι ἀνθίσταται καὶ τὴν ἀλκαίαν ἐπισείων καὶ ἑλίττων κατὰ τῶν πλευρῶν εἶτα ἐγείρει ἑαυτὸν ὥσπερ οὖν ὑποθήγων μύωπι. τόν γε μὴν βαλόντα μέν, οὐ τυχόντα δὲ τῇ ἴσῃ ἀμυνούμενος φοβεῖ μέν, λυπεῖ δὲ οὐδὲ ἕν. ἡμερωθείς γε μὴν ἐξέτι νεαροῦ πραότατός ἐστι καὶ ἐντυχεῖν ἡδύς, καὶ ἔστι φιλοπαίστης, καὶ πᾶν ὅ τι οὖν ὑπομένει πραόνως τῷ τροφεῖ χαριζόμενος. Ἄννων γοῦν λέοντα εἶχε σκευαγωγόν, καὶ Βερενίκῃ λέων πρᾶος συνῆν, τῶν κομμωτῶν διαφέρων οὐδὲ ἕν.2 ἐφαίδρυνε γοῦν τῇ γλώττῃ τὸ πρόσωπον αὐτῆς, καὶ τὰς ῥυτίδας ἐλέαινε, καὶ ἦν ὁμοτράπεζος, πράως τε καὶ εὐτάκτως ἐσθίων καὶ ἀνθρωπικῶς. καὶ Ὀνόμαρχος δὲ ὁ Κατάνης τύραννος καὶ ὁ Κλεομένους υἱὸς συσσίτους εἶχον λέοντας.

德谟克利特说,在所有动物中唯有狮子是睁着双眼降生的,仿佛从阵痛中诞生之初便已带着某种激昂之气,渴望展现高贵勇猛的举动。其他人亦曾观察到,它即便在睡梦中也会摇动尾巴,这正如常理所昭示的,表明它并未完全静止,睡眠也未曾像包围并降服其余动物那般将它彻底征服。据说埃及人基于此类观察而夸耀狮子,声称狮子胜过睡眠,始终警醒不眠。我亦获悉,他们正因这一缘故而将狮子归属于太阳;因为太阳作为诸神中最勤勉者,从不安歇,要么显现于大地之上,要么穿行于地下旅途。埃及人还引证荷马为证人,称其歌咏过‘不知疲倦的太阳’。狮子除了勇力之外还兼具智谋。至少它会在夜间巡行至牛栏,图谋袭击母牛。荷马亦深知此理,因而吟道: ‘犹如狮子在暗夜深沉之际潜来,使群牛惊骇万状。’ 狮子以其威猛震慑所有母牛,攫取其中一头吞食。然而当它吃得饱足之后,虽想将剩余之肉储留以备日后之需,却又因羞耻之心而不愿守在近旁守护,仿佛害怕因匮乏食物而陷入饥馑一般。于是它大张其口,将自身的气息吹拂其上,把看守之责托付给这股气息,自身则径自离去。其余动物走来察觉到地上躺着的是何者的残羹,便不敢触碰,纷纷退避,生怕被视为掠夺并削减了属于自己君王之物。至于狮子本身,若后来捕猎顺利、交了好运,便将先前之物遗忘,视其为陈腐之物而弃之离去;但若非如此,它便会回到那里,犹如走向自己的储藏库一般。当它饱食过甚时,便以静止和绝食来排空自身;或者在遇见猿猴并将其吞食后,借着猿猴之肉的泻下之力排空腹腔。狮子亦颇具正义之心,唯有人先加侵害时,它才会施加报复。至少面对来犯者,它必奋起抵抗,摇晃尾巴拍击肋部,仿佛以马刺抽打自己一般振奋威势。然而对于投掷武器却未曾击中它的人,狮子则以同等的限度施加惩戒,仅仅恐吓对方,而不造成丝毫伤害。但若自幼被驯化,它便极其温顺,与人相处融洽,且喜好嬉戏,为了取悦抚养者而温和地忍受一切。汉诺便曾拥有一只用于运载行装的狮子,贝勒尼基身边亦有一只温驯的狮子相伴,与修容侍者毫无二致。它以舌头洁净她的面容,抚平她的皱纹,与她同桌共餐,进食温顺、守礼且宛如人类。卡塔尼亚的僭主奥诺玛尔库斯以及克里昂米尼之子亦曾以狮子为共餐伙伴。

§5.40

εὐωδίας τινὸς θαυμαστῆς τὴν πάρδαλιν μετειληχέναι φασίν, ἡμῖν μὲν ἀπορρήτου, αὐτὴ δὲ οἶδε τὸ πλεονέκτημα τὸ οἰκεῖον, καὶ μέντοι καὶ τὰ ἄλλα ζῷα συνεπίσταται τοῦτο ἐκείνῃ, καὶ ἁλίσκεταί οἱ τὸν τρόπον τοῦτον.3 ἡ πάρδαλις τροφῆς δεομένη ἑαυτὴν ὑποκρύπτει ἢ λόχμῃ πολλῇ ἢ φυλλάδι βαθείᾳ, καὶ ἐντυχεῖν ἐστιν ἀφανής,4 μόνον δὲ ἀναπνεῖ. οὐκοῦν οἱ νεβροὶ καὶ αἱ δορκάδες καὶ οἱ αἶγες οἱ ἄγριοι καὶ τὰ τοιαῦτα τῶν ζῴων ὡς ὑπό τινος ἴυγγος τῆς εὐωδίας ἕλκεται, καὶ γίνεται πλησίον· ἣ δὲ ἐκπηδᾷ καὶ ἔχει τὸ θήραμα.

据说豹子禀赋有一种奇异的芳香,对于我们而言不可感知,但豹子自身知晓这一天然优势,而且其余动物亦深知它具有此物,并以下述方式落入其手中。当豹子需要食物时,便将自身隐匿于茂密的灌木丛或深厚的树叶中,让人难以发现,仅仅呼出气息。于是幼鹿、羚羊、野山羊及类似动物便宛如受到那股香气的某种魔力吸引一般,来到近旁;此时豹子便跃出并捕获猎物。

语法注4 条
  1. 5.39ἐφύλαξαν δὲ ἄλλοι καὶ καθεύδων ὅτι κινεῖ τὴν οὐράν

    分词 καθεύδων 倒置于从属连词 ὅτι 之前(超步法/语序前置)。该分词修饰 ἐφύλαξαν 所引出的宾语从句中的主语,意为“(观察到它)即便在睡梦中也会摇动尾巴”。

  2. 5.39τῶν κομμωτῶν διαφέρων οὐδὲ ἕν

    分词 διαφέρων 支配比较属格 τῶν κομμωτῶν,中性宾格短语 οὐδὲ ἕν 用作程度副词或内宾格,意为“与修容侍者毫无二致”。

  3. 5.40ἁλίσκεταί οἱ τὸν τρόπον τοῦτον

    附着代词 οἱ 为第三人称单数与格(利益/受损与格),指代豹子,表示其他动物“落入它手中/为其所擒”。τὸν τρόπον τοῦτον 为表示方式的副词性宾格(“以此种方式”)。

  4. 5.40καὶ ἐντυχεῖν ἐστιν ἀφανής

    不定词 ἐντυχεῖν 依附于形容词 ἀφανής,充当说明性(限定性)不定词,意为“在遭逢时隐而不见”或“即使遇上也难以察觉”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:5.39-5.40