- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:5.4-5.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了鼠海豚的生理特征、战胜雄鸟的雌鸟的自满举止、埃诺斯海豚营救同类、埃及猿猴脱险逃避猫群、排斥特定动物的各地水土、绝不飞越雷吉翁与洛克里边界界河的蝉,以及蜜蜂迎接仁王与人类驱逐暴君的对比。
ἡ φώκαινα ὅμοιον δελφῖνι ζῷόν ἐστιν, ἔχει δὲ γάλα καὶ αὐτή. χρόαν δὲ οὐκ ἔστι μέλαινα, κυανῷ δὲ εἴκασται τῷ βαθυτάτῳ, ἀναπνεῖ δὲ οὐ βραγχίοις, ἀλλὰ φυσητῆρι· τοῦτο γὰρ καὶ καλοῦσίν οἱ τοῦ πνεύματος τὴν ὁδόν. διατριβὴ δὲ ὁ Πόντος αὐτῇ καὶ ἡ ἐκεῖ θάλαττα· πλανᾶται δὲ τῶν ἠθῶν ἐκείνων ἐξωτέρω ἡ φώκαινα ἥκιστα.
鼠海豚是一种类似于海豚的动物,它自身也拥有乳汁。它的肤色不是黑色的,而是宛如最深沉的深青色;它不靠鳃呼吸,而是靠喷气孔,因为人们确实就是这样称呼它的呼吸通道的。它的栖息地是黑海及其周边海域;鼠海豚绝少游出那些习以为常的生息之所。
τὸν ἄρρενα ἡ θήλεια νικήσασα ὄρνις ἐν τῇ μάχῃ, ἁβρύνεταί τε ὑφʼ ἡδονῆς καὶ καθίησι κάλλαια, οὐκ ἐς τοσοῦτον μὲν ἐς ὅσον καὶ οἱ ἀλεκτρυόνες, καθίησι δʼ οὖν, καὶ φρονήματος ὑποπίμπλαται, καὶ βαίνει μακρότερα.
雌鸟在搏斗中战胜雄鸟后,便会因喜悦而趾高气扬,并垂下肉垂——虽然不及公鸡那样显著,但终究还是垂下了——并且满怀骄气,迈开更大的步伐。
φιλοίκειον ὁ δελφὶς ζῷον πεπίστευται. καὶ τὸ μαρτύριον, Αἶνός ἐστι πόλις Θρῇσσα. ἔτυχεν οὖν ἁλῶναι δελφῖνα καὶ τρωθῆναι μέν, οὐ μὴν ἐς θάνατον, ἀλλʼ ὡς ἔτι βιώσιμα εἶναι τῷ ἑαλωκότι.1 οὐκοῦν ἐρρύη μὲν αἷμα, ᾔσθοντο δὲ οἱ ἀθήρατοι, καὶ ἀφίκοντο ἐς τὸν λιμένα ἀγέλη, καὶ κατεσκίρτων, καὶ ἦσάν τι δρασείοντες οὐκ ἀγαθόν. οἱ τοίνυν Αἴνιοι ἔδεισαν καὶ ἀφῆκαν τὸν ἑαλωκότα. καὶ ἐκεῖνοι κομισάμενοι ὡς ἕνα τῶν κηδεστῶν ᾤχοντο ἀπιόντες. σπανίως δὲ ἄνθρωπος ἢ οἰκείῳ δυστυχήσαντι ἢ οἰκείᾳ κοινωνὸς σπουδῆς καὶ φροντίδος.
海豚被公认为是一种顾念同族的动物。色雷斯的城市埃诺斯就有一个例证。当时碰巧捕获了一只海豚,它虽受了伤,但未致死命,对被俘的海豚而言尚有生存的指望。于是鲜血流淌出来,那些未被捕获的海豚感知到了,成群结队地来到港口,翻腾跳跃,似乎意图做出不利的举动。埃诺斯人因而感到恐惧,释放了那只被俘的海豚;而同伴们像对待自己的至亲一般接回了它,一同离去。然而,人类却极少能为受难的男性或女性亲属分担操劳与关怀。
ἐν Αἰγύπτῳ πίθηκος, ὥς φησιν Εὔδημος, ἐδιώκετο, αἴλουροι δὲ ἦσαν οἱ διώκοντες. ἀνὰ κράτος οὖν ἀποδιδράσκων ὥρμησεν εὐθὺ δένδρου τινός, οἳ δὲ καὶ αὐτοὶ ἀνέθορον ὤκιστα· ἔχονται γὰρ τῶν φλοιῶν, καὶ ἔστι καὶ τούτοις ἐς δένδρα ἐπιβατά.2 ὃ δὲ ὡς ἡλίσκετο εἷς ὤν, καὶ ταῦτα ὑπὸ πολλῶν, ἐκπηδᾷ τοῦ πρέμνου, καὶ κλάδου τινὸς ἐπηρτημένου καὶ μετεώρου λαμβάνεται ἄκρου ταῖς χερσί, καὶ ἐγκρατῶς εἴχετο οὐκ ἐπʼ ὀλίγον· οἱ δὲ αἴλουροι, ὡς οὐκ ἦν ἐφικτὰ αὐτοῖς ἔτι, ἐπʼ ἄλλην θήραν κατέδραμον. ὃ δὲ κατὰ πολλὴν τὴν σπουδὴν διεσώζετο, ἑαυτῷ ὀφείλων ὡς τὸ εἰκὸς ζωάγρια.
据欧德摩斯记载,在埃及有一只猿猴被追赶,追赶它的则是猫。猿猴竭尽全力逃跑,直奔一棵树而去;猫也以极快的速度蹿了上去,因为它们能够攀附树皮,对它们而言树木也是可以登攀的。当猿猴由于势单力薄且被众多追兵包围而即将被擒时,它从树干上纵身跃起,双手抓住了高处悬空的一根树枝末端,死死悬挂了许久。猫见已无法够到它,便奔下树去寻找其他猎物。猿猴历经艰险终于获救,理所当然地应将救命之恩归功于自己。
Ἀριστοτέλης ὄφεσιν ἐχθρὰν εἶναι τὴν Ἀστυπαλαιέων γῆν λέγει, καθάπερ καὶ τὴν Ῥήνειαν ταῖς γαλαῖς ὁ αὐτὸς ὁμολογεῖ ἡμῖν. κορώνῃ δὲ ἐς τὴν Ἀθηναίων ἀκρόπολιν οὐκ ἔστιν ἐπιβατά. ἡμιόνων δὲ Ἦλιν μητέρα οὐκ ἐρεῖς, ἢ τὸ λεχθὲν ψεῦδός ἐστιν.
亚里士多德说阿斯图帕莱亚的土地与蛇相克,正如这位作者向我们证实雷内亚岛与鼬相克一样;乌鸦绝不能进入雅典卫城;你也不能说伊利斯是骡子的母亲,否则此话便属谎言。
Ῥηγίνοις καὶ Λοκροῖς ἐς τὴν γῆν τὴν ἀλλήλων παριέναι καὶ γεωργεῖν ἔνσπονδόν ἔστιν. οὐ μὴν ὁμολογοῦσι τούτοις οὐδὲ ἐς μίαν νοοῦσι καὶ τὴν αὐτὴν οἱ τέττιγες οἱ τῶνδε καὶ τῶνδε, ἐπεὶ τὸν μὲν Λοκρὸν ἐν Ῥηγίῳ σιγηλότατον ἕξεις, τὸν δὲ Ῥηγῖνον ἐν τοῖς Λοκροῖς ἀφωνότατον. καὶ τίς ἡ αἰτία τῆς τοιαύτης ἀντιδόσεως ἐγὼ μὲν οὐκ οἶδα οὐδὲ ἄλλος, εἰ μὴ μάτην θρασύνοιτο· οἶδε δέ, ὦ Ῥηγῖνοι καὶ Λοκροί, μόνη ἡ φύσις. ποταμὸς γοῦν τῆς τε Ῥηγίνων καὶ τῆς Λοκρίδος ἐστὶ μέσος, καὶ εἴργονταί γε οὐδὲ πλεθριαίῳ διαστήματι αἱ ὄχθαι, καὶ ὅμως οὐδέτεροι διαπέτονται αὐτόν. καὶ ἐν Κεφαλληνίᾳ ποταμός ἐστιν, ὅσπερ οὖν τῆς τε εὐγονίας τῶν τεττίγων καὶ τῆς ἀγονίας αἴτιος. τὸν βασιλέα αὐτῶν αἱ μέλιτται πρᾶον ὄντα καὶ ἥμερον καὶ ὁμοῦ τι καὶ ἄκεντρον ὅταν αὐτὰς ἀπολίπῃ μεταθέουσί τε καὶ διώκουσι φυγάδα τῆς ἀρχῆς ὄντα.3 ῥινηλατοῦσι δὲ αὐτὸν ἀπορρήτως, καὶ ἐκ τῆς ὀσμῆς τῆς περὶ αὐτὸν αἱροῦσι, καὶ ἐς τὴν βασιλείαν ἐπανάγουσιν ἑκοῦσαί τε καὶ βουλόμεναι καὶ τοῦ τρόπου ἀγάμεναι. Πεισίστρατον δὲ ἐξήλασαν Ἀθηναῖοι καὶ Συρακόσιοι Διονύσιον καὶ ἄλλοι ἄλλους, τυράννους τε καὶ παρανόμους ὄντας καὶ τέχνην βασιλικὴν ἀποδείξασθαι μὴ δυναμένους, ἥπερ οὖν φιλανθρωπία τε καὶ τῶν ὑπηκόων ἐστὶ προστασία.
雷吉翁人与洛克里人订有盟约,准许彼此进入对方的土地进行耕作。然而,两地的蝉却并不顺从于人类的协议,也没有相同的心思;因为你会发现洛克里的蝉在雷吉翁默不作声,而雷吉翁的蝉在洛克里也毫无鸣声。这种对调的原因何在,我既不知晓,他人若不妄自尊大也无法得知;雷吉翁人与洛克里人啊,唯有大自然知晓其奥秘。总之,一条河流横亘在雷吉翁人与洛克里斯的土地之间,河两岸的距离甚至不足一普勒斯隆,然而双方的蝉都不曾飞越过去。在凯法洛尼亚也有一条河,恰恰正是造成蝉多产与绝育的原因。 当蜜蜂的蜂王——它性格温顺、驯良,而且几乎没有螫针——离开它们时,工蜂便会四处追寻,寻回这位脱离了王位的流亡者。它们依靠奇妙的嗅觉追踪它,通过它周身散发的气味找到它,并心甘情愿、满怀欣喜且钦佩其品格地将它迎回王位。相比之下,雅典人驱逐了庇西特拉图,叙拉古人驱逐了狄奥尼修斯,其他人也驱逐了各自的统治者,因为他们是暴君且践踏法度,无法展现王者的技艺,而那技艺恰在于仁爱与对臣民的庇护。
- 5.6ἀλλʼ ὡς ἔτι βιώσιμα εἶναι τῷ ἑαλωκότι
ὡς 搭配不定式 εἶναι 构成表示结果或程度的状语从句,承接前面的 οὐ μὴν ἐς θάνατον(并未致死),限定其程度为“对于被俘者而言尚有生存的可能”。中性复数形容词 βιώσιμα 作非人称表语,与关涉与格 τῷ ἑαλωκότι 连用。
- 5.7ἔστι καὶ τούτοις ἐς δένδρα ἐπιβατά
动词性形容词 ἐπιβατός 的中性复数形式 ἐπιβατά 与系词 ἔστι 及与格 τούτοις 连用,构成表示可行性/潜能的非人称句式,意为“对它们而言进入树木也是可行的/树木是可以攀登的”。第8章中的 κορώνῃ δὲ ἐς τὴν Ἀθηναίων ἀκρόπολιν οὐκ ἔστιν ἐπιβατά 亦同属此句型。
- 5.10φυγάδα τῆς ἀρχῆς ὄντα
名词 φυγάς(逃亡者、流亡者)支配分离属格 τῆς ἀρχῆς(离开统治/王位),这一结构承袭了同根动词 φεύγω 支配分离属格的用法。
