← 克劳狄乌斯·埃利安

论动物的本性

§5.3

印度河的巨型蠕虫与作为武器的燃油

文中记述了生活在印度河中的一种巨大肉食性蠕虫的形态特征、生活习性及捕获方法,并引述克特西亚斯的说法,阐述其尸体提炼出的无法扑灭的猛烈燃油如何作为印度国王攻城略地的致命武器。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.3

ὁ ποταμὸς ὁ Ἰνδὸς ἄθηρός ἐστι, μόνος δὲ ἐν αὐτῷ τίκτεται σκώληξ φασί. καὶ τὸ μὲν εἶδος αὐτῷ ὁποῖον δήπου καὶ τοῖς ἐκ τῶν ξύλων γεννωμένοις τε καὶ τρεφομένοις, ἑπτὰ δὲ πήχεων τὸ μῆκος προήκουσιν οἱ ἐκεῖθι, εὑρεθεῖεν δʼ ἂν καὶ μείζους ἔτι καὶ ἐλάττους· τὸ πάχος δὲ αὐτῶν δεκαετὴς παῖς γεγονὼς μόλις ταῖς χερσὶ περιβάλλειν ἀρκέσει.1 τούτοις δὴ ἄνω μὲν εἷς ὀδοὺς προσπέφυκε, κάτω δὲ ἄλλος, τετράγωνοι δὲ ἄμφω, πυγόνος δὲ τὸ μῆκος. τοσοῦτον δὲ ἄρα τῶν ὀδόντων αὐτοῖς τὸ κράτος ἐστί. πᾶν ὅ τι ἂν ὑπʼ αὐτοῖς λάβωσι συντρίβουσι ῥᾷστα, ἐάν τε λίθος ᾖ ἐάν τε ἥμερον ζῷον ἢ ἄγριον. καὶ μεθʼ ἡμέραν μὲν κάτω καὶ ἐν τῷ βυθῷ τοῦ ποταμοῦ διατρίβουσι, τῷ πηλῷ καὶ τῇ ἰλύι φιληδοῦντες, καὶ ἐντεῦθεν οὐκ εἰσὶν ἔκδηλοι· νύκτωρ δὲ προΐασιν ἐς τὴν γῆν, καὶ ὅτῳ ἂν περιτύχωσιν, ἢ ἵππῳ ἢ βοῖ ἢ ὄνῳ, συντρίβουσιν αὐτόν, εἶτα σύρουσιν ἐς τὰ ἑαυτῶν ἤθη, καὶ ἐσθίουσιν ἐν τῷ ποταμῷ, καὶ πάντα βρύκουσι τὰ μέλη πλὴν τῆς τοῦ ζῴου κοιλίας. εἰ δὲ αὐτοὺς καὶ ἐν ἡμέρᾳ πιέζοι λιμός, εἴτε κάμηλος πίνοι ἐπὶ τῆς ὄχθης εἴτε βοῦς, ὑπανερπύσαντες καὶ λαβόμενοι ἄκρων τῶν χειλέων μάλα εὐλαβῶς, ὁρμῇ βιαιοτάτῃ καὶ ἕλξει ἐγκρατεῖ ἐς τὸ ὕδωρ ἄγουσι, καὶ δεῖπνον ἴσχουσι. δορὰ δὲ ἕκαστον περιαμπέχει τὸ πάχος καὶ δύο δακτύλων. ἄγρα δὲ αὐτῶν καὶ θήρα τὸν τρόπον τόνδε τετέχνασται. ἄγκιστρον παχὺ καὶ ἰσχυρὸν ἁλύσει σιδηρᾷ προσηρτημένον καθιᾶσι, προσδήσαντες αὐτῷ λευκολίνου ταλαντιαῖον ὅπλον, ἐρίῳ κατειλήσαντες καὶ τὸ καὶ τό,2 ἵνα μὴ διατράγῃ ὁ σκώληξ αὐτά, ἀναπήξαντες δὲ ἐς τὸ ἄγκιστρον ἄρνα ἢ ἔριφον, εἶτα μέντοι ἐς τὸ τοῦ ποταμοῦ ὕδωρ μεθιᾶσιν. ἔχονται δὲ ἄνθρωποι τοῦ ὅπλου καὶ τριάκοντα, καὶ ἕκαστος ἀκόντιόν τε ἐνηγκύληται καὶ μάχαιραν παρήρτηται. καὶ παράκειται ξύλα εὐτρεπῆ, παίειν εἰ δέοι· κρανείας δέ ἐστι ταῦτα, ἰσχυρὰ ἄγαν. εἶτα περισχεθέντα τῷ ἀγκίστρῳ καὶ τὸ δέλεαρ καταπιόντα τὸν σκώληκα ἀνέλκουσι, θηραθέντα δὲ ἀποκτείνουσι, καὶ πρὸς τὴν εἵλην κρεμῶσι τριάκοντα ἡμερῶν. λείβεται δὲ ἐξ αὐτοῦ ἔλαιον παχὺ ἐς ἀγγεῖα κεράμου· ἀφίησι δὲ ἕκαστον ζῷον ἐς κοτύλας δέκα. τοῦτο δὴ τὸ ἔλαιον τῷ βασιλεῖ τῶν Ἰνδῶν κομίζουσι, σημεῖα ἐπιβαλόντες· ἔχειν γὰρ αὐτοῦ ἄλλον οὐδὲ ὅσον ῥανίδα ἐφεῖται. ἀχρεῖον δέ ἐστι τὸ λοιπὸν τοῦ ζῴου σκῆνος. ἔχει δὲ ἄρα τὸ ἔλαιον ἰσχὺν ἐκείνην. ὅντινα ἂν ξύλων σωρὸν καταπρῆσαί τε καὶ ἐς ἀνθρακιὰν στορέσαι θελήσῃς, κοτύλην ἐπιχέας τοῦδε ἐξάψεις, μὴ πρότερον ὑποχέας πυρὸς σπέρμα· εἰ δὲ καταπρῆσαι ἄνθρωπον ἢ ζῷον, σὺ μὲν ἐπιχεῖς, τὸ δὲ παραχρῆμα ἐνεπρήσθη.3 τούτῳ τοί φασι τὸν τῶν Ἰνδῶν βασιλέα καὶ τὰς πόλεις αἱρεῖν τὰς ἐς ἔχθραν προελθούσας οἱ, καὶ μήτε κριοὺς μήτε χελώνας μήτε τὰς ἄλλας ἑλεπόλεις ἀναμένειν, ἐπεὶ καταπιμπρὰς ᾕρηκεν· ἀγγεῖα γὰρ κεραμεᾶ ὅσον κοτύλην ἕκαστον χωροῦντα ἐμπλήσας αὐτοῦ καὶ ἀποφράξας ἄνωθεν ἐς τὰς πύλας σφενδονᾷ. ὅταν δὲ τύχῃ τῶν θυρίδων, τὰ μὲν ἀγγεῖα προσαράττεται καὶ ἀπερράγη, καὶ τὸ ἔλαιον κατώλισθε, καὶ τῶν θυρῶν πῦρ κατεχύθη, καὶ ἄσβεστόν ἐστι. καὶ ὅπλα δὲ κάει καὶ ἀνθρώπους μαχομένους, καὶ ἄπλετόν ἐστι τὴν ἰσχύν. κοιμίζεται δὲ καὶ ἀφανίζεται πολλοῦ φορυτοῦ καταχυθέντος. λέγει ὁ Κνίδιος Κτησίας ταῦτα.

据说印度河中没有猛兽,唯独有一种蠕虫滋生于其中。它的外貌与那些在木材中生长并以此为食的虫子相仿,但当地的蠕虫身长可达七肘,而且还可以发现更大或更小的个体;至于它们的围径,一个十岁男孩张开双臂几乎难以将其环抱。它们的上方长着一颗牙齿,下方长着另一颗,两颗皆为方形,长度为一短肘。由此可见,它们的牙齿威力何等巨大。凡是它们捉在其下的物体,无论是石块、驯兽还是野兽,它们都能轻而易举地将其咬碎。白天它们盘桓在河底深处,喜好泥泞与淤泥,因此并不显露踪迹;到了夜间,它们便爬上陆地,凡是遇到的牲畜,无论是马、牛还是驴,都将其咬碎,继而拖拽到自己的巢穴,在河中进食,撕碎啃食除了动物肚腹之外的一切肢体。假若白天饥饿迫使它们行动,不论是骆驼还是牛在岸边饮水,它们都会从下方悄悄爬上,极其谨慎地咬住其唇边,以极为凶猛的冲力与强劲的拖拽将其拉入水中,作为美餐。覆盖在它们每一只身上的皮厚达两指。捕捉和猎取它们的手法是这样设计的:人们将连在铁链上的粗大坚固的鱼钩垂下,并在其上系上一根重达一他兰同的白麻缆绳,将这两样东西都用羊毛紧密缠裹,以免蠕虫将其咬断;将羊羔或山羊羔穿刺在钩上之后,便将其放入河水之中。有多达三十个人抓着这根缆绳,每个人都配有带皮条的投枪,身旁佩带短刀。身旁还放着备好的棍棒,以备需要时击打之用;这些棍棒是用山茱萸木制成的,极为坚硬。随后,当蠕虫被鱼钩钩住并吞下诱饵时,他们便将其拖拽上来,捕获后将其杀死,在阳光下悬挂三十天。浓稠的油脂便从它体内滴入陶器皿中;每只动物能流出多达十考图拉的油。人们将这油盖上封印,运送给印度人的国王;因为其他人哪怕私藏一滴也是不被允许的。这种动物身体的其余部分则毫无用处。这油确实拥有如下威力:无论你想要将怎样的木堆焚毁并化为炭灰,只要浇上一考图拉这种油就能点燃,根本无需预先在下面投下火种;若是想焚毁人或动物,你刚一浇上,目标便立即燃起熊熊大火。据说,印度人的国王正是借助这种油脂攻克了那些与他为敌的城池,既无需等待攻城槌,也无需龟甲棚或其他攻城器械,因为他是通过焚烧来夺取城池的;他将容量各约为一考图拉的陶罐装满此油并从上方封紧,用投石器掷向城门。每当陶罐击中门扉,器皿撞碎破裂,油脂滑落而下,大火便倾泻在门上,而且无法扑灭。它连兵刃与作战的人类都能烧毁,威力无穷;然而当大量的杂物与尘土倾倒其上时,火势便会平息并熄灭。克尼多斯的克特西亚斯记载了这些事情。

语法注3 条
  1. 5.3τὸ πάχος δὲ αὐτῶν δεκαετὴς παῖς γεγονὼς μόλις ταῖς χερσὶ περιβάλλειν ἀρκέσει

    此处采用人称构文,以 δεκαετὴς παῖς γεγονώς 为主语,与动词 ἀρκέσει 连用并支配不定式 περιβάλλειν,意为“一个十岁的男孩两手刚刚够环抱其粗细”,而非带有与格的非人称构文。

  2. 5.3ἐρίῳ κατειλήσαντες καὶ τὸ καὶ τό

    短语 καὶ τὸ καὶ τό 是一种代词性惯用表达,意为“两者中的这一个与那一个”,指代前文提到的两样物品,即铁链(ἁλύσει σιδηρᾷ)与麻缆(λευκολίνου ... ὅπλον)。

  3. 5.3σὺ μὲν ἐπιχεῖς, τὸ δὲ παραχρῆμα ἐνεπρήσθη

    此处以不定过去时 ἐνεπρήσθη 与现在时/将来时 ἐπιχεῖς 相对照,构成即时性/格言性不定过去时(instantaneous/gnomic aorist),生动表达动作发生与结果之间的瞬时性与不可避免性:“你刚一浇上,它便立刻被焚毁”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:5.3