- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:5.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了蜂王对蜂群的分工统领、蜂王在世与死后蜂巢秩序与混乱的对比,并阐述了蜜蜂所展现的洁净、节制、勇敢与远见等品德与习性。
μέλει τῷ βασιλεῖ τῶν μελιττῶν κεκοσμῆσθαι τὸ σμῆνος τὸν τρόπον τοῦτον. τὰς μὲν προστάττει ὑδροφορεῖν, τὰς δὲ ἔνδον κηρία διαπλάττειν, τήν γε μὴν τρίτην μοῖραν ἐπὶ τὴν νομὴν προϊέναι· εἶτα μέντοι ἀμείβουσι τὰ ἔργα ἐκ περιόδου κάλλιστά πως ἀποκριθεῖσαι. αὐτὸς δὲ ὁ βασιλεύς,1 ἀπόχρη οἱ τούτων πεφροντικέναι καὶ νομοθετεῖν ὅσα προεῖπον κατὰ τοὺς μεγάλους ἄρχοντας, οὓς οἱ φιλόσοφοι φιλοῦσιν ὀνομάζειν πολιτικούς τε καὶ βασιλικοὺς τοὺς αὐτούς· τὰ δὲ ἄλλα ἡσυχάζει καὶ τοῦ αὐτουργεῖν ἀφεῖται. ἐὰν δὲ ᾖ λῷον ταῖς μελίτταις μεταστῆναι, τηνικαῦτα καὶ ὁ ἄρχων ἀπαλλάττεται. καὶ ἐὰν μὲν ἔτι νέος ᾖ, ἡγεῖται, αἱ δὲ λοιπαὶ ἕπονται· ἐὰν δὲ πρεσβύτερος, φοράδην ἔρχεται, κομιζουσῶν αὐτὸν μελιττῶν ἄλλων. αἱ μέλιτται δὲ ὑπὸ συνθήματι ἐς ὕπνον τρέπονται. ὅταν δὲ δοκῇ καιρὸς εἶναι καθεύδειν, ὁ βασιλεὺς μιᾷ προστάττει ὑποσημῆναι καταδαρθάνειν. καὶ ἣ μὲν πεισθεῖσα τοῦτο ἐκήρυξεν, αἳ δὲ ἐς κοῖτον τρέπονται ἐντεῦθεν, τέως βομβοῦσαι. ἕως μὲν οὖν περίεστιν ὁ βασιλεύς, εὐθενεῖται τὸ σμῆνος, καὶ ἀταξία πᾶσα ἠφανίσθη, καὶ οἱ μὲν κηφῆνες ἀγαπητῶς ἐν τοῖς ἑαυτῶν κυττάροις ἡσυχάζουσιν, αἱ δὲ πρεσβύτεραι διαιτῶνται ἰδίᾳ, καὶ αἱ νέαι ἰδίᾳ, καὶ καθʼ ἑαυτὸν ὁ βασιλεύς, καὶ αἱ σχαδόνες ἐφʼ ἑαυτῶν εἰσι, καὶ ἡ τροφὴ καὶ αἱ ἄφοδοι χωρίς· ἐπειδὰν δὲ ὁ βασιλεὺς ἀπόληται, ἀταξίας τε καὶ ἀναρχίας μεστὰ πάντα· οἵ τε γὰρ κηφῆνες τοῖς τῶν μελιττῶν κυττάροις ἐντίκτουσι, τά τε λοιπὰ ἐν ἀλλήλοις φυρόμενα εὐθενεῖσθαι τῷ σμήνει τὸ λοιπὸν οὐκ ἐπιτρέπει· διαφθείρονται δὲ τελευτῶσαι ἐρημίᾳ ἄρχοντος. βίον δὲ καθαρὸν ζῇ μέλιττα, καὶ ζῴου οὐκ ἂν οὐδενὸς πάσαιτό ποτε· καὶ οὐ δεῖται Πυθαγόρου συμβούλου οὐδὲ ἕν, ἀπόχρη δὲ ἄρα σῖτον αὐτῇ εἶναι τὰ ἄνθη. ἔστι δὲ καὶ σωφροσύνην ἀκροτάτη. χλιδὴν γοῦν καὶ θρύψιν μεμίσηκε. καὶ τὸ μαρτύριον, τὸν χρισάμενον μύρῳ διώκει τε καὶ ἐλαύνει ὡς πολέμιον ἀνήκεστα δράσαντα. οἶδε δὲ καὶ τὸν ἐλθόντα ἐξ ἀκολάστου ὁμιλίας, καὶ διώκει καὶ ἐκεῖνον οἷα δήπου ἔχθιστον. καὶ ἀνδρείας δὲ εὖ ἥκουσι2 καὶ ἄτρεπτοί εἰσιν. οὐδὲ ἓν γοῦν ζῷον ἀποδιδράσκουσιν, οὐδὲ μὴν κάκῃ εἴκουσι, χωροῦσι δὲ ὁμόσε. καὶ πρὸς μὲν τοὺς μὴ ἐνοχλοῦντας μηδὲ ἄρχοντας ἀδίκων μηδὲ τῷ σμήνει προσιόντας κακούργως καὶ σὺν ἐπιβουλῇ εἰρηναῖα αὐταῖς καὶ ἔνσπονδά ἐστι, πόλεμος δὲ ἀκήρυκτος τὸ ᾀδόμενον τοῦτο ἐπὶ τοὺς λυποῦντας ἐξάπτεται, καὶ ὅστις ἥκει κεραΐσων τὸ μέλι αὐταῖς, ἐς τοὺς ἐχθροὺς ἠρίθμηται οὗτος. παίουσι δὲ καὶ τοὺς σφῆκας κακῶς. λέγει δὲ Ἀριστοτέλης ὅτι καὶ ἱππεῖ ποτε ἐντυχοῦσαι πρὸς τῷ σμήνει ἀπέκτειναν αὐτὸν ἐπιθέμεναι κατὰ τὸ καρτερὸν αἱ μέλιτται αὐτῷ ἵππῳ.3 ἤδη μέντοι καὶ πρὸς ἀλλήλας διαφέρονται, καὶ αἱ δυνατώτεραι κρατοῦσι τῶν ἡττόνων. κρατοῦσι δὲ ὡς ἀκούω αὐτῶν οἵ τε φρῦνοι καὶ οἱ ἐκ τῶν τελμάτων βάτραχοι οἵ τε μέροπες καὶ αἱ χελιδόνες, πολλάκις γε μὴν καὶ οἱ σφῆκες. ὅστις δὲ τούτων ἐκράτησε, Καδμείαν ὥς γε εἰπεῖν τὴν νίκην ἐνίκησε· παιόμενοι γὰρ καὶ κεντούμενοι κακῶς ἀπαλλάττουσιν· εἰσὶ γὰρ οὐ μεῖον τῷ θυμῷ ἢ τοῖς κέντροις ὡπλισμέναι. οὐκ ἀμοιροῦσι δὲ οὐδὲ τῆς ἐς τὸ προμηθὲς σοφίας, καὶ Ἀριστοτέλης τεκμηριοῖ ὃ λέγω. ἔστι δὲ τοιοῦτον. ἐλθοῦσαι μέλιτται ἐπί τι σμῆνος οὐκ οἰκεῖον ἀλλὰ ἕτερον, εἶτα τὸ μηδέν σφισι προσῆκον ἐκεράιζον μέλι. αἳ δὲ καίτοι συλώμεναι τὸν σφέτερον πόνον, ὅμως ἐνεκαρτέρουν ἡσυχῆ ἀτρεμοῦσαι, εἶτα μέντοι τὸ μέλλον ἐγκρατῶς ἐκαραδόκουν. ἐπεὶ δὲ ὁ μελιττουργὸς τὰς πολλὰς τῶν ἐχθρῶν ἀπέκτεινεν, αἱ ἔνδον καταγνοῦσαι4 ὅτι ἄρα δύνανται ἀξιόπιστοι εἶναι πρὸς τὴν μάχην τὴν ἰσοπαλῆ, προελθοῦσαι κᾆτʼ ἠμύναντο, καὶ δίκας ἀπῄτησαν ὑπὲρ ὧν ἐσυλήθησαν οὐδαμῶς μεμπτάς.
蜂王致力于使蜂群依照如下方式井然有序:它命令一部分负责运水,一部分在内部构筑巢脾,第三部分则外出觅食;随后,它们分工极佳地轮流调换这些工种。至于蜂王本身,它只需如同哲学家们常称为兼具政治家与王者的大统治者那样,操持这些事务并颁布如前所述的规章;在其他方面它则安然静息,免于亲自操劳。若是蜂群迁徙更为有利,届时首领也会随之离去;它若尚且年轻,便在前引领,其余随行;若年岁渐长,则由其他蜜蜂将它抬着成乘轿之势而行。蜜蜂亦依据号令就寝:每当就寝时刻来临,蜂王便命令一只蜜蜂发出入眠的信号;受命之蜂遵令宣报,此前还在嗡嗡作响的蜜蜂便就此安歇。只要蜂王健在,蜂群便兴旺繁荣,一切混乱尽皆敛迹;雄蜂甘于在各自的巢室中安息,年长者独处,年轻者独处,蜂王自居一处,幼虫亦各有其位,食物与排泄之所彼此分离。然而一旦蜂王死灭,一切便陷于混乱与无政府状态:雄蜂在工蜂的巢室中产卵,其余蜜蜂混杂交错,使蜂群再也无法维系繁荣;最终它们因失去统治者而走向灭亡。蜜蜂亦过着纯洁的生活,绝不食用任何动物的肉;它丝毫不需毕达哥拉斯作导师,仅以花朵为食便已足矣。蜜蜂在节制自守方面亦至高无上:它们憎恶奢靡与放纵。明证即是,凡涂抹香油者,它们皆将其视作犯下弥天大罪的仇敌予以围攻驱逐;它们亦能辨识出刚经历放荡交合之人,并将此人当作至恶宿敌一并驱逐。它们亦极具勇气且坚定不移:绝不在任何动物面前退缩,更不因怯懦而屈服,而是正面迎战。对于那些不加扰乱、不挑起不端、亦无恶意图谋接近蜂巢者,它们和平守约相待;然而对于侵害它们者,所谓不宣之战便告打响,凡来抢掠蜜汁者皆被视同仇敌。它们亦严惩黄蜂;亚里士多德说,有一次蜜蜂在蜂巢附近遭遇一名骑兵,它们猛烈进击,竟将那名骑兵连同其马匹一同刺死。不过,它们彼此之间也会发生争斗,强盛者压制劣弱者。然而据我所闻,蟾蜍、水沼之蛙、食蜂鸟、燕子以及常常还有黄蜂,亦能制服蜜蜂;但凡克敌制胜者,赢得的也只是所谓“卡德摩斯式的胜利”;因为遭受蜂击与蜇刺,它们必将下场凄惨,毕竟蜜蜂所披带的不仅是螫针,更有同样昂扬的斗志。它们亦绝非缺乏先见之明的智慧,亚里士多德便证实了我所言之事。情形如下:有群蜜蜂侵入一个不属于它们的外来蜂巢,肆意抢掠绝不属于它们的蜜。原巢蜜蜂虽被掠夺辛劳所得,却仍静默安忍,不动声色,耐心窥伺未来的时机;待到养蜂人击杀了大部分敌蜂,巢内的蜜蜂断定自己已具备实力进行势均力敌的交战,便挺身而出奋起自卫,为所受之劫掠讨回了无可指责的公道。
- 5.11αὐτὸς δὲ ὁ βασιλεύς
悬空主格(nominativus pendens)。句式随后转换为非人称动词 ἀπόχρη 搭配与格代词 οἱ(指代蜂王本身)的结构,致使位于句首的主格 αὐτὸς δὲ ὁ βασιλεύς 在语法上悬置,作为全句的论题(topic)引出下文。
- 5.11ἀνδρείας δὲ εὖ ἥκουσι
惯用句式,由动词 ἥκω、副词 εὖ 以及表示关涉或限定的属格(ἀνδρείας)构成,意为“在……方面造诣颇深”或“极富(勇气)”。
- 5.11αὐτῷ ἵππῳ
相伴与格(sociative dative)。在无介词 σύν 的情况下,将代词 αὐτός 与名词与格并列,为古典希腊语中表示“连同其马匹一起”的典型习惯表达法。
- 5.11καταγνοῦσαι
分词 καταγιγνώσκω 在此处的词义与构词。该动词在司法语境中通常带属格,表示“判定有罪”或“谴责”;但此处接 ὅτι 从句,取“审定”、“判断出(自己足以胜任)”之意。
