- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:5.34-5.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节论述天鹅面对死亡时的欣悦鸣唱与其对抗雄鹰的英勇、苍鹭消化牡蛎的巧思、通晓人言的埃及星鹭之自尊、捕获电鳐与海龙的异闻,以及夜莺在听众面前变换多端地展喉高歌的习性。
πλέον ἔχει τῶν ἀνθρώπων ὁ κύκνος ἐν τοῖς μεγίστοις· οἶδέ τε γὰρ ὁπότε τοῦ βίου τὸ τέρμα ἀφικνεῖται αὐτῷ, καὶ μέντοι καὶ εὐθύμως φέρειν αὐτὸ προσιὸν ὑπὸ τῆς φύσεως λαχὼν ἔχει δῶρον τὸ κάλλιστον·1 πεπίστευκε γὰρ ὅτι μηδενὸς ἀλγεινοῦ μηδὲ λυπηροῦ μέτεστι θανάτῳ. ἄνθρωποι δὲ ὑπὲρ οὗ οὐκ ἴσασι δεδοίκασι, καὶ ἡγοῦνται μέγιστον εἶναι κακὸν αὐτό. τοσοῦτον δὲ ἄρα τῷ κύκνῳ περίεστιν εὐθυμίας, ὡς καὶ ἐπὶ τῇ καταστροφῇ τοῦ βίου τοῦ σφετέρου ᾅδειν καὶ ἀνακρούεσθαι οἷον ἐπικήδειόν τι ἑαυτῷ μέλος. τοιοῦτόν τινα καὶ τὸν Βελλεροφόντην ἡρωικῶς καὶ μεγαλοψύχως ἐς θάνατον παρεσκευασμένον ὁ Εὐριπίδης ὑμνεῖ. πεποίηκε γοῦν πρὸς τὴν ἑαυτοῦ ψυχὴν λέγοντα αὐτὸν "ἦσθʼ εἰς θεοὺς μὲν εὐσεβής, ὅτʼ ἦσθʼ, ἀεί, ξένοις τʼ ἐπήρκεις, οὐδʼ ἔκαμνες εἰς φίλους, "καὶ τὰ ἐπὶ τούτοις. οὐκοῦν καὶ ὁ κύκνος μελῳδεῖ τινα ἐπικήδειον ἑαυτῷ μοῦσαν, ἐφόδια διδοὺς τῆς ἀποδημίας ἢ θεῶν ὕμνους ἢ ἔπαινον οἰκεῖόν τινα. μαρτυρεῖ δὲ αὐτῷ καὶ ὁ Σωκράτης ὅτι ᾅδει οὐ λυπούμενος ἀλλὰ εὐθυμούμενος μᾶλλον· μηδὲ γὰρ ἄγειν σχολήν ποτε ᾠδῇ καὶ μέλει τὸν κατὰ τῆς ψυχῆς ἔχοντά τι πρόσαντες καὶ ἀλγεινόν.2 ἔχει δὲ ἄρα ὁ κύκνος οὐ μόνον πρὸς τὸν θάνατον ἀνδρείως, ἤδη δὲ καὶ πρὸς μάχας. ἀδίκων μὲν οὖν οὐκ ἄρχει, οἷα δήπου σώφρων καὶ πεπαιδευμένος ἀνήρ, τῷ δὲ ἄρξαντι οὔτε ἀφίσταται οὔτε εἴκει. οἱ μὲν οὖν ὄρνιθες οἱ λοιποί, εἰρηναῖα αὐτοῖς πρὸς αὐτοὺς καὶ ἔνσπονδά ἐστιν, ὁ δὲ ἀετὸς καὶ ἐπὶ τοῦτον ὥρμησε πολλάκις, ὡς Ἀριστοτέλης φησί, καὶ οὐδεπώποτε ἐκράτησεν, ἡττήθη δὲ ἀεὶ μὴ μόνον σὺν τῇ ῥώμῃ τοῦ κύκνου μαχομένου, ἀλλὰ καὶ σὺν τῇ δίκῃ ἀμυνομένου.
在最重大的事情上,天鹅胜过人类:因为它既知晓生命的终点何时降临于自己,更从自然那里获得并保留了一份至美的恩赐——坦然欢欣地承受这一即将来临的结局;因为它深信死亡中并无任何痛苦与悲哀。然而人类对自己一无所知的事物心存恐惧,并认为它便是最大的祸患。天鹅所拥有的这份欣悦竟是如此充盈,以致在自己生命的终局之际,它甚至会为自己鸣唱并奏响宛如挽歌般的曲调。欧里庇得斯亦曾赞颂柏勒洛丰以同样英雄而豪迈的姿态从容赴死。他在剧中让柏勒洛丰对着自己的灵魂说道: “你在世之日,对神明始终虔敬,周济宾客,对友人亦从未懈怠,”以及随后的诗句。因此,天鹅亦为自己吟诵一曲挽歌之乐,将对诸神的赞颂或是某种自适的赞辞作为远行的资粮。苏格拉底亦为它作证,表明它并非因悲伤而歌,而是因欢欣而鸣;因为灵魂中横亘着艰涩与痛苦之人,绝无闲暇去顾及歌唱与曲调。此外,天鹅不仅勇于面对死亡,而且在战斗中亦同样骁勇。它固然绝不会挑起非正义的争斗,宛如节制而有修养之士,但对于挑起争斗者,它既不退缩亦不屈服。其余的禽鸟与天鹅之间皆和睦相处、互立盟约,然而雄鹰却屡屡向它扑击,正如亚里士多德所言;但雄鹰从未获胜,反而总是落败,因为天鹅不仅凭借力量搏斗,更是在凭借正义自卫。
ὁ ἐρωδιὸς τὰ ὄστρεα ἐσθίειν δεινός ἐστι, καὶ μεμυκότα αὐτὰ καταπίνει, ὥσπερ οὖν οἱ πελεκᾶνες τὰς κόγχας. καὶ ἐν τῷ καλουμένῳ πρηγορεῶνι ὑποθερμαίνων ὁ ἐρωδιὸς φυλάττει τὰ ὄστρεα· τὰ δὲ ὑπὸ τῆς ἀλέας διίσταται, καὶ ἐκεῖνος αἰσθανόμενος τὰ μὲν ὄστρακα ἀνεμεῖ, φυλάττει δὲ τὴν σάρκα, καὶ ἔχει τροφὴν ἀναλίσκων τῇ τῆς πέψεως δυνάμει τὸ ἔσω παρελθὸν ὁλόκληρον.
苍鹭精于捕食牡蛎,并在牡蛎紧闭之时将其吞下,正如鹈鹕吞食贝类一般。苍鹭将牡蛎保存在所谓的嗉囊中加以温热;牡蛎在温热之下张开,苍鹭察觉之后便将贝壳呕出,保留其中的肉,以消化的力量耗用入内的整块食物作为滋养。
ὄνομά ἐστιν ὄρνιθος ἀστερίας, καὶ τιθασεύεταί γε ἐν τῇ Αἰγύπτῳ, καὶ ἀνθρώπου φωνῆς ἐπαΐει. εἰ δέ τις αὐτὸν ὀνειδίζων δοῦλον εἴποι, ὃ δὲ ὀργίζεται· καὶ εἴ τις ὄκνον καλέσειεν αὐτόν, ὃ δὲ βρενθύεται καὶ ἀγανακτεῖ, ὡς καὶ ἐς τὸ ἀγεννὲς σκωπτόμενος καὶ ἐς ἀργίαν εὐθυνόμενος.
有一种鸟名为星鹭(阿斯忒里亚斯),它在埃及被驯养,并能听懂人言。若有人侮辱它并称其为奴隶,它便勃然大怒;若有人称其为迟钝怠惰之辈,它便傲慢昂首且愤懑不平,仿佛因出身低贱而遭嘲弄,因懒惰而受训斥一般。
εἰ κατέχοι τις ὀπὸν Κυρηναῖον καὶ λάβοιτο τῆς νάρκης, ἐνταῦθα δήπου τὸ ἐξ αὐτῆς πάθος ἐκπέφευγε. δράκοντα δὲ θαλάττιον εἰ ἀνασπάσαι τῇ δεξιᾷ ἐθέλοις, ὃ δὲ οὐχ ἕψεται, ἀλλὰ μαχεῖται κατὰ κράτος· εἰ δὲ τῇ ἀριστερᾷ ἀνάγοις, εἴκει καὶ ἑάλωκεν.
若有人紧握昔兰尼汁(罗盘草汁)并抓取电鳐,在此情形下自可免受其带来的麻痹之苦。然而你若想用右手将海龙鱼拉出水面,它绝不顺从,反而会全力抵抗;但若用左手将其提起,它便屈服就擒。
Χάρμιδος ἀκούω τοῦ Μασσαλιώτου λέγοντος φιλόμουσον μὲν εἶναι τὴν ἀηδόνα, ἤδη δὲ καὶ φιλόδοξον. ἐν γοῦν ταῖς ἐρημίαις ὅταν ᾅδῃ πρὸς ἑαυτήν, ἁπλοῦν τὸ μέλος καὶ ἄνευ κατασκευῆς τὴν ὄρνιν ᾅδειν·3 ὅταν δὲ ἁλῷ καὶ τῶν ἀκουόντων μὴ διαμαρτάνῃ, ποικίλα τε ἀναμέλπειν καὶ τακερῶς ἑλίττειν τὸ μέλος. καὶ Ὅμηρος δὲ τοῦτό μοι δοκεῖ ὑπαινίττεσθαι λέγων "ὡς δʼ ὅτε Πανδαρέου κούρη χλωρηὶς ἀηδών καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο, δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν, ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν." ἤδη μέντοι τινὲς καὶ πολυδευκέα φωνὴν γράφουσι τὴν ποικίλως μεμιμημένην, ὡς τὴν ἀδευκέα τὴν μηδʼ ὅλως ἐς μίμησιν παρατραπεῖσαν.
我听马萨利亚的沙尔米斯说,夜莺不仅嗜好音律,而且亦极具好胜之心。至少在荒无人烟之处独自鸣唱时,这禽鸟所唱的曲调朴素而无雕饰;但当它被捕获且不乏听众之时,它便能唱出繁复多变、婉转悠扬的乐声。荷马似乎亦借如下诗句暗示了这一点: “宛如潘达瑞奥斯之女,那绿林的夜莺,在初春刚至之际美妙地歌唱,栖息在枝繁叶茂的绿荫之中,频频变换音调,倾泻出响亮清脆的鸣声。” 确实,亦有人将诗句写成‘极多技巧的鸣声’(polydeukea),指代那种变化多端、精于模仿的歌声,正如将毫无模仿痕迹的鸣声称为‘质朴未变者’(adeukea)一样。
- 5.34εὐθύμως φέρειν αὐτὸ προσιὸν ὑπὸ τῆς φύσεως λαχὼν ἔχει δῶρον τὸ κάλλιστον
由主要动词 ἔχει 与不定过去时分词 λαχών 构成的迂说法(ἔχει λαχών,意为“领受并保有”)。直接宾语为 δῶρον τὸ κάλλιστον,而不定式短语 εὐθύμως φέρειν αὐτὸ προσιόν 则作为同位语或说明性不定式,用以解释该“至美恩赐”的具体内容。
- 5.34μηδὲ γὰρ ἄγειν σχολήν ποτε ᾠδῇ καὶ μέλει τὸν κατὰ τῆς ψυχῆς ἔχοντά τι πρόσαντες καὶ ἀλγεινόν
从属于前文 μαρτυρεῖ 的间接引语结构。冠词分词短语 τὸν ... ἔχοντα 作不定式 ἄγειν σχολήν 的宾格主语。介词短语 κατὰ τῆς ψυχῆς 修饰 τι πρόσαντες καὶ ἀλγεινόν,表示“在灵魂中背负着沉重而痛苦的事物”。
- 5.38ἐν γοῦν ταῖς ἐρημίαις ὅταν ᾅδῃ πρὸς ἑαυτήν, ἁπλοῦν τὸ μέλος καὶ ἄνευ κατασκευῆς τὴν ὄρνιν ᾅδειν
延续句首 Χάρμιδος ἀκούω ... λέγοντος 所统摄的间接引语。不定式 ᾅδειν 的宾格主语为 τὴν ὄρνιν,而 ἁπλοῦν τὸ μέλος καὶ ἄνευ κατασκευῆς 则作为同源宾格(内部宾格),修饰鸣唱的具体曲调特征。
