← 克劳狄乌斯·埃利安

论动物的本性

§5.29-5.33

鹅恋慕人类与埃及雁及野鸭的生态习性

本节记述了鹅恋慕人类的奇闻、衔石飞越托罗斯山以避猛禽与辨识毒草的本能,随后逐一阐述了埃及雁、蛇、孔雀以及野鸭各自独特的生理构造与生存习性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.29

ἐν Αἰγίῳ τῆς Ἀχαίας ὡραίου παιδός, Ὠλενίου τὸ γένος, ὄνομα Ἀμφιλόχου, ἤρα χήν. Θεόφραστος λέγει τοῦτο. σὺν τοῖς Ὠλενίων δὲ φυγάσιν ἐφρουρεῖτο ἐν Αἰγίῳ ὁ παῖς. οὐκοῦν ὁ χὴν αὐτῷ δῶρα ἔφερε. καὶ ἐν Χίῳ Γλαύκης τῆς κιθαρῳδοῦ ὡραιοτάτης οὔσης εἰ μὲν ἤρων ἄνθρωποι, μέγα οὐδέπω· ἠράσθησαν δὲ καὶ κριὸς καὶ χήν, ὡς ἀκούω, τῆς αὐτῆς. οἱ δὲ χῆνες διαμείβοντες τὸν Ταῦρον τὸ ὄρος δεδοίκασι τοὺς ἀετούς, καὶ ἕκαστός γε αὐτῶν λίθον ἐνδακόντες,1 ἵνα μὴ κλάζωσιν, ὥσπερ οὖν ἐμβαλόντες σφίσι στόμιον, διαπέτονται σιωπῶντες, καὶ τοὺς ἀετοὺς τὰ πολλὰ ταύτῃ διαλανθάνουσι. θερμότατος δὲ ἄρα ὢν καὶ διαπυρώτατος τὴν φύσιν ὁ χὴν φιλόλουτρός ἐστι καὶ νήξεσι χαίρει καὶ τροφαῖς μάλιστα ταῖς ὑγροτάταις καὶ πόαις καὶ θριδακίναις καὶ τοῖς λοιποῖς, ὅσα αὐτοῖς ἔνδοθεν ψῦχος ἐργάζεται· εἰ δὲ καὶ ἐξαυαίνοιτο ὑπὸ τοῦ λιμοῦ, δάφνης φύλλον οὐκ ἂν φάγοι, οὐδʼ ἂν πάσαιτο ῥοδοδάφνης οὔτε ἑκὼν οὔτε ἄκων· οἶδε γὰρ ὅτι τεθνήξεται τούτων τινὸς ἐμφαγών. ἄνθρωποι δὲ ὑπʼ ἀσωτίας ἐπιβουλεύονται καὶ ἐς τροφὴν καὶ ἐς ποτόν. μυρίοι γοῦν καὶ πίνοντές τι κακὸν κατέπιον, ὡς Ἀλέξανδρος, καὶ ἐσθίοντες, ὡς Κλαύδιος ὁ Ῥωμαῖος καὶ Βρεττανικὸς ὁ τούτου παῖς· καὶ κατακοιμηθέντες οὐκ ἐξανέστησαν χρήσει φαρμάκου, οἳ μὲν ἑκόντες τοῦτο σπάσαντες, οἳ δὲ ἐπιβουλευθέντες. ὁ δὲ χηναλώπηξ, πέπλεκταί οἱ τὸ ὄνομα ἐκ τῶν ἑκατέρου τοῦ ζῴου ἰδίων τε καὶ συμφυῶν. ἔχει μὲν γὰρ τὸ εἶδος τὸ τοῦ χηνός, πανουργίαν δὲ δικαιότατα ἀντικρίνοιτο ἂν τῇ ἀλώπεκι. καὶ ἔστι μὲν χηνὸς βραχύτερος, ἀνδρειότερος δέ, καὶ χωρεῖν ὁμόσε δεινός. ἀμύνεται γοῦν καὶ ἀετὸν καὶ αἴλουρον καὶ τὰ λοιπά, ὅσα αὐτοῦ ἀντίπαλά ἐστιν.

在亚该亚的埃吉翁,一只鹅爱上了一位名叫安菲洛科斯的奥勒诺斯籍美少年。泰奥弗拉斯托斯记载了此事。当时这少年与来自奥勒诺斯的流亡者一同被软禁在埃吉翁;于是那只鹅便衔着礼物送给他。此外在希俄斯岛上,当女琴师格劳刻正当绝代风华之时,倘若凡人爱慕她尚不足为奇,但据我所知,竟有一只公羊和一只鹅同样为她倾倒。另一方面,鹅群在飞越托罗斯山脉时畏惧群鹰,它们各自口衔一块石子,以免发出鸣叫,宛若为自己套上了嚼子,默默无声地飞越过去,往往以此瞒过群鹰的耳目。此外,由于鹅生就极度燥热如火的秉性,因而嗜好沐浴,乐于游泳,尤喜食最为湿润的饲料,诸如嫩草、莴苣以及其他一切能在体内产生清凉之感的食物;即便因饥馑而羸弱消瘦,它也绝不会去食一片月桂叶,无论情愿与否都不会品尝夹竹桃;因为它深知若吃下这两种植物中的任何一种便会殒命。然而人类却因放荡不羁,在饮食之中屡遭暗算。无数人便是在饮酒时吞下了祸害,如亚历山大,或是在进食时遇害,如罗马人克劳狄乌斯及其子不列颠尼库斯;他们服下毒药后长眠不起,有的出于自愿饮下,有的则是中了阴谋诡计。至于埃及雁(草雁),其得名乃是融合了那两种动物各自固有的天然秉性。因其形貌如鹅,但在狡黠机智上完全可以正当地同狐狸相比拟。它虽较鹅更矮小,却更为骁勇,擅长短兵相接。至少它能击退鹰、野猫以及其他一切与它为敌之物。

§5.31

ἴδια δὲ ὄφεως καὶ ἐκεῖνά ἐστι. τὴν καρδίαν κεκλήρωται ἐπὶ τῇ φάρυγγι, τὴν δὲ χολὴν ἐν τοῖς ἐντέροις, πρὸς δὲ τῇ οὐρᾷ τοὺς ὄρχεις ἔχει, τὰ δὲ ᾠὰ τίκτει μακρὰ καὶ μαλακά, τὸν δὲ ἰὸν ἐν τοῖς ὀδοῦσι φέρει.

以下诸项亦是蛇类的奇特之处:它的心脏生在咽喉部位,胆囊在肠道内,睾丸靠近尾部,产下的卵狭长而柔软,毒液则含在牙齿之中。

§5.32

ταῷ δὲ τῷ ὄρνιθι τῷ προειρημένῳ καὶ ἐκεῖνα συμφυᾶ καὶ ἴδια, ἅπερ ἐστὶ μαθεῖν ἄξια. τρία ἔτη γενόμενος κυήσεως ἄρχεται καὶ ὠδῖνα ἀπολύει καὶ τῆς τῶν πτερῶν πολυχροίας τε καὶ ὥρας τότε ἄρχεται. ἐπῳάζει δὲ οὐ κατὰ τὸ ἑξῆς, ἀλλὰ παραλιπὼν δύο ἡμέρας. ἤδη δʼ ἂν τέκοι καὶ ὑπηνέμια ὁ ταώς, ὡς καὶ ὄρνιθες ἕτεροι.

对于前面所提到的孔雀这一禽鸟,亦有如下这些值得了解的天然特异之处。长到三岁时,它便开始受孕并产卵,羽毛的多彩绚丽与盛美亦在此际开始显露。它并非连续孵卵,而是间隔两天孵一次。孔雀有时亦会如其他鸟类一般产下无精卵(风卵)。

§5.33

ἡ νῆττα ὅταν τέκῃ, τίκτει μὲν ἐν ξηρῷ, πλησίον δὲ ἢ τῆς λίμνης ἢ τοῦ τενάγους ἢ ἄλλου τινὸς ὑδρηλοῦ χώρου καὶ ἐνδρόσου. τὸ δὲ νήττιον φύσει τινὶ ἰδίᾳ καὶ ἀπορρήτῳ οἶδεν ὅτι μήτε τῆς μετεώρου φορᾶς οἱ μέτεστι μήτε μὴν τῆς ἐν τῇ χέρσῳ διατριβῆς. καὶ ἐκ τούτων ἐς τὸ ὕδωρ πηδᾷ, καὶ ἐξ ὠδίνων ἐστὶ νηκτική, καὶ μαθεῖν οὐ δεῖται, ἀλλὰ καταδύεται καὶ ἀναδύεται πάνυ σοφῶς καὶ ὡς ἤδη χρόνου πεπαιδευμένη τοῦτο. ἀετὸς δέ, ὃν καλοῦσι νηττοφόνον, ἐπιπηδᾷ τῇ νηχομένῃ ὡς ἁρπασόμενος· ἣ δὲ καταδῦσα ἑαυτὴν ἠφάνισεν, εἶτα ὑπονηξαμένη ἀλλαχόθι ἐκκύπτει. ὃ δὲ καὶ ἐκεῖ πάρεστι, καὶ αὖθις κατέδυ ἐκείνη, καὶ πάλιν ταῦτα καὶ πάλιν. καὶ δυοῖν θάτερον·2 ἢ γὰρ καταδῦσα ἀπεπνίγη, ἢ ὃ μὲν ἀπέστη ἐπʼ ἄλλην ἄγραν, ἣ δὲ ἔχουσα τὸ ἀδεὲς ἐπινήχεται αὖθις.

母鸭产卵时,虽产在干燥之处,却必定紧邻湖泊、沼泽或其他有水且湿润的处所。而雏鸭依凭某种天赋而奥秘的本能,深知自己既无法在空中翱翔,亦无法在陆地上久居。因此它跃入水中,自脱壳起便精于游水,且毋需教导,便能极其灵巧地潜水与浮起,仿佛久经此道训练一般。被称作“杀鸭者”的雕扑向正在游弋的鸭子,意欲攫取它;母鸭便潜入水底隐匿身形,随后在水下游动并在别处探出头来。雕又追逼至该处,母鸭便再度潜水,如此周而复始。其结局必居二者之一:要么母鸭潜水溺毙,要么雕悻悻离去另寻猎物,而母鸭在免除恐惧后再度畅游水面。

语法注2 条
  1. 5.30ἕκαστός γε αὐτῶν λίθον ἐνδακόντες

    意合一致(constructio ad sensum)句式:单数不定代词 ἕκαστος 与复数分词 ἐνδακόντες 搭配。由于其在语义上指代前述复数主语 οἱ δὲ χῆνες 的全体成员,因而语义上的复数性压倒了语法形式上的单复数一致。

  2. 5.33καὶ δυοῖν θάτερον

    惯用的独立宾格短语("二者居其一"),置于句首用以引出后文非此即彼的两种可能结局。其后紧承带有说明性小辞 γάρ 的 ἢ... ἤ... 对等从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:5.29-5.33