← 克劳狄乌斯·埃利安

论动物的本性

§5.1-5.2

门农鸟的墓前死斗与避除毒兽的克里特岛

作者记述了帕里翁的门农鸟每年在英雄墓前决斗致死的习性,随后叙述了克里特岛免受猫头鹰与毒兽侵害的神圣特权,以及利比亚捕蛇人借异地泥土规避此限的手法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

γῆν τὴν Παριανῶν καὶ τὴν γείτονα Κύζικον ὄρνιθας οἰκεῖν μέλανας ἰδεῖν φασι, τὸ δὲ σχῆμα εἴποις ἱέρακας αὐτοὺς ἄν. ἄγευστοι δέ εἰσι σαρκῶν, καὶ σωφρονοῦσι περὶ τὴν γαστέρα, καὶ αὐτοῖς τὰ σπέρματα εἶναι δεῖπνον ἀπόχρη. ὅταν δὲ ὑπάρξηται τὸ μετόπωρον, ἐς τὴν Ἰλιάδα γῆν ἀγέλη τῶνδε τῶν ὀρνίθων ʽκαλοῦσι δὲ αὐτοὺς μέμνονασʼ εὐθὺ τοῦ Μεμνονείου τάφου φοιτῶσι.1 λέγουσι δὲ οἱ τὴν Τρωάδα ἔτι οἰκοῦντες ἠρίον εἶναί τι τῷ τῆς Ἠοῦς Μέμνονι ἄνετον· καὶ αὐτὸν μὲν τὸν νεκρὸν ἐς τὰ Σοῦσα τὰ οὕτω Μεμνόνεια ὑμνούμενα ὑπὸ τῆς μητρὸς κομισθέντα μετέωρον ἐκ τῶν φονῶν τυχεῖν κηδεύσεως τῆς προσηκούσης αὐτῷ, ἐπονομάζεσθαι δέ οἱ τὴν στήλην τὴν ἐνταῦθα ἄλλως. οὐκοῦν τοὺς ὄρνιθας τοὺς ἐπωνύμους τοῦ ἥρωος τοῦ προειρημένου ἀφικνεῖσθαι κατὰ πᾶν ἔτος, καὶ διαιρεῖσθαί τε καὶ διασχίζεσθαι ἐς ἔχθραν καὶ διαφοράν, καὶ μάχεσθαι μάχην καρτεράν, ἔστʼ ἂν οἳ μὲν αὐτῶν ἀποθάνωσιν οἱ ἡμίσεις, οἳ δὲ ἀπέλθωσιν οἱ κρατήσαντες ἔνθεν τοι καὶ ἀφίκοντο. ὅπως μὲν οὖν ταῦτα δρᾶται καὶ ὁπόθεν, οὔ μοι σχολὴ φιλοσοφεῖν νῦν, οὐδὲ μὴν τὰ τῆς φύσεως ἀπόρρητα ἀνιχνεύειν· εἰρήσεται δὲ ἐκεῖνο. ἐπιτάφιον τῷ παιδὶ τῷ τῆς Ἠοῦς καὶ Τιθωνοῦ τοῦτον ὅσα ἔτη τὸν ἀγῶνα ἀθλοῦσιν οἱ προειρημένοι ὄρνιθες· Πελίαν δὲ ἅπαξ ἐτίμησαν Ἕλληνες ἀγῶνι καὶ Ἀμαρυγκέα καὶ μέντοι καὶ Πάτροκλον καὶ τὸν ἀντίπαλον Μέμνονος τὸν Ἀχιλλέα.

据说在帕里翁人的土地以及相邻的库齐库斯生活着一些外观漆黑的鸟类,就其形态而言,人们大可称其为隼。它们不沾肉食,在腹欲上极有节制,种子便足以作为它们的餐食。每逢秋季伊始,这群鸟(人们称它们为“门农鸟”)便会前往伊利昂的土地,径直飞向门农的陵墓。至今仍居住在特罗阿斯的人们说,那里有一座奉献给厄俄斯之子门农的坟丘;尸体本身已被其母亲从屠杀战场中高高升起运往苏萨(该地因此被颂扬为门农之城),并获得了配得上他的安葬,而当地的石碑则只是徒然以他的名字命名的。因此,以这位前述英雄命名的鸟类每年都会到来,分裂并割据为敌对与纷争的两方,展开激烈的搏斗,直到它们当中半数战死,胜者则返回它们当初飞来的地方。至于这些事是如何发生、源自何处,我现在无暇予以哲理探究,亦无意追寻自然的奥秘;但有一点必须提及:上述鸟类每年都进行这场较量,作为献给厄俄斯与提托诺斯之子的葬礼竞技;而希腊人仅以竞技向珀利阿斯致敬过一次,对阿玛林扣斯、帕特洛克罗斯以及门农的对手阿喀琉斯亦是如此。

§5.2

ἐν τῇ Κρήτῃ γλαῦκα μὴ γίνεσθαί φασι τὸ παράπαν, ἀλλὰ καὶ ἐσκομισθεῖσαν ἔξωθεν ἀποθνήσκειν. ἔοικε δὲ ὁ Εὐριπίδης ἀβασανίστως πεποιηκέναι τὸν Πολύειδον ὁρῶντα τήνδε τὴν ὄρνιν καὶ ἐξ αὐτῆς τεκμηράμενον ὅτι εὑρήσει τὸν Γλαῦκον. πυνθάνομαι δὲ ἔγωγε λόγους Κρῆτας ᾅδειν καὶ διδάσκειν ἐκεῖνα πρὸς τοῖς ἤδη διηνυσμένοις. δῶρον λαβεῖν τὴν γῆν τὴν Κρητικὴν ἐκ Διός, οἷα δήπου τροφὸν καὶ τὴν κρύψιν τὴν ὑμνουμένην ἀποκρύψασαν αὐτόν, ἐλευθέραν εἶναι θηρίου πονηροῦ2 καὶ ἐπὶ λύμῃ γεγεννημένου παντός, καὶ μήτε αὐτὴν τίκτειν μήτε ἔξωθεν κομισθὲν τρέφειν. καὶ τὴν μὲν ἀποδείκνυσθαι τοῦ δώρου τὴν ἰσχύν· τῶν γάρ τοι προειρημένων ἄγονον εἶναι· εἰ δὲ ἐπὶ πείρᾳ τις ἢ ἐλέγχῳ τῆς ἐκ Διὸς χάριτος τῶν ὀθνείων τι ἐσαγάγοι, τὸ δὲ ἐπιψαῦσαν μόνον τῆς γῆς ἀπόλλυσθαι. οὐκοῦν τοὺς θηρῶντας τοὺς ὄφεις ἐν τῇ πλησίον Λιβύῃ τοιαῦτα παλαμᾶσθαι. ἡμερώσαντες ἄγουσιν ἐς θαῦμα οἵδε οἱ γόητες τῶν δακέτων θηρίων πολλά, καὶ σὺν αὐτοῖς ἐπάγονται φόρτον γῆς τῆς Λιβύσσης σφίσι τὸ ἀρκοῦν ἐς τὴν χρείαν. προμηθείᾳ δὲ τῶν ὄφεων τοῦτο δρῶσιν, ἵνα μὴ ἀπόλωνται· καὶ διὰ ταῦτα ἐς τὴν νῆσον τὴν προειρημένην ὅταν ἀφίκωνται, οὐ πρότερον κατατίθενται τὰ ζῷα, πρὶν ἢ ὑποσπεῖραι τὴν ξένην γῆν ἣν ἐπάγονται. καὶ ἐπὶ τούτοις ἀθροίζουσι τὰ πλήθη, καὶ μέντοι καὶ τοὺς ἀνοήτους τε καὶ πολλοὺς ἐκπλήττουσιν. ἕως μὲν οὖν ἕκαστον αὐτῶν κατὰ χώραν μένει συνεσπειραμένον τε καὶ ἱδρυμένον, καὶ ἐπανίσταται μέν, οὐ μὴν ὑπερβάλλει τὴν οἰκείαν κόνιν καὶ σύντροφον, ἐς τοσοῦτον ζῇ· ἐὰν δὲ ἐκφοιτήσῃ ἐς τὴν ὀθνείαν καὶ ἑαυτῷ ξένην γῆν τὴν ἐχθραίνουσαν αὐτῷ, ἀποθνήσκει, καὶ εἰκότως. εἰ γὰρ τὸ ἐκ τοῦ Διὸς νεῦμα ἀτελὲς οὔτε πρὸς τὴν Θέτιν ἐγένετο οὔτε πρὸς ἄλλον τινὰ γένοιτο ἄν, σχολῇ δήπου πρὸς τὴν αὐτοῦ τροφὸν ἐκεῖνο φανεῖται ἄκυρον.3

据说在克里特完全没有猫头鹰生成,即便从外地运入也会死去。欧里庇得斯似乎未经深究便描写波吕伊多斯看见这种鸟,并据此推断出自己将找到格劳科斯。然而我听说,克里特的传说在已讲过的事情之外,还歌唱并传授着以下内容:克里特的大地从宙斯那里获得了一份赠礼——因为大地曾作为宙斯的乳母,并以那受人传颂的藏匿之举将他藏匿——免受任何有害且专为危害而生的野兽侵扰,大地自身既不孕育它们,也不蓄养从外运来的野兽。大地确实展现了这件礼物的威力,因为对于前述生物它是绝不滋生的;若有人为了检验或驳斥来自宙斯的恩典而带入外来生物,那生物只要刚刚触及地面便会丧命。因此,在邻近利比亚捕蛇的人便施展出这样的手腕:这些方士驯服了许多叮咬人的毒兽,带去作为奇观展示,并随身携带着足够其需求的一批利比亚泥土。他们这样做是出于对蛇类的顾虑,免得它们死掉;正因如此,每当他们抵达上述岛屿时,若不先在下面播撒带来的异邦泥土,便绝不放下这些动物。他们借此招揽人群,着实令愚钝的乌合之众惊叹不已。因此,只要它们每一条都盘卷定居在原地,纵然挺立昂首,却不越过原生且自幼相伴的尘土,就能一直存活;但若是爬出到那外来的、对自己而言陌生且怀有敌意的土地上,它就会死去,这也是理所当然的。因为宙斯的示意若未曾对忒提斯落空,也不可能对其他任何人落空,那么对于他自己的乳母,这诺言绝不可能显得无效。

语法注3 条
  1. 5.1ἀγέλη τῶνδε τῶν ὀρνίθων ... φοιτῶσι

    此为依义构文(constructio ad sensum)的用例:单数集体名词主语 ἀγέλη 根据属格修饰语 τῶνδε τῶν ὀρνίθων 所体现的复数语义,搭配了复数动词 φοιτῶσι。

  2. 5.2δῶρον λαβεῖν τὴν γῆν τὴν Κρητικὴν ἐκ Διός ... ἐλευθέραν εἶναι θηρίου πονηροῦ

    此为说明性不定式结构:不定式 ἐλευθέραν εἶναι 作为同位成分,具体阐释间接引语中不定式 λαβεῖν 的宾语 δῶρον 的内容;表语形容词 ἐλευθέραν 在性、数、格上与 τὴν γῆν τὴν Κρητικὴν 保持一致。

  3. 5.2σχολῇ δήπου πρὸς τὴν αὐτοῦ τροφὸν ἐκεῖνο φανεῖται ἄκυρον

    与格名词 σχολῇ 在此作副词性用法,表达“绝不”、“断无可能”的强烈否定语气。配合前文的推论条件句(宙斯的旨意对忒提斯乃至任何人都未曾落空),有力地否定了其对自身乳母的诺言会归于无效的可能。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:5.1-5.2