- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:5.23-5.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃利安记述了尼罗河鳄鱼捕食汲水者的伎俩、鸟类中唯独鸨鸟因体重而畏犬、羊羔的天性与猿猴的模仿技艺、各地动物的奇异特质,以及一只紫水鸡因同伴公鸡被宰杀而绝食自尽的故事。
Ἐλλοχῶσιν οἱ κροκόδειλοι τοὺς ὑδρευομένους ἐκ τοῦ Νείλου τὸν τρόπον τοῦτον. φρύγανα ἑαυτοῖς ἐπιβαλόντες καὶ διʼ αὐτῶν ἐμβλέποντες εἶτα ὑπονέουσι τοῖς φρυγάνοις.1 οἳ δὲ ἀφικνοῦνται κεράμια ἢ κάλπεις ἢ πρόχους κομίζοντες. εἶτα ἀρυτομένους αὐτοὺς ὑπεκδύντες τῶν φρυγάνων καὶ τῇ ὄχθῃ προσαναπηδήσαντες ἁρπαγῇ βιαιοτάτῃ συλλαβόντες ἔχουσι δεῖπνον. κακίας δὴ καὶ πανουργίας κροκοδείλων συμφυοῦς εἴρηταί μοι τὰ νῦν ταῦτα.
鳄鱼以如下方式伏击在尼罗河打水的人:它们把细柴覆在身上,透过柴枝窥视,随后在细柴掩护下潜游。而那些打水之人携着陶罐、水瓮或水罐到来。接着,正当人们汲水之时,鳄鱼从柴下钻出,纵身跃上河岸,以极暴烈的手段攫夺俘获他们,将其作为晚餐。关于鳄鱼生就的险恶与奸诈,我目下便讲述了这些。
λαγὼς δέδοικε κύνας καὶ μέντοι καὶ ἀλώπηξ. καί που καὶ σῦν ἐγείρουσιν ἐκ τῆς λόχμης αἱ αὐταὶ τῇ ὑλακῇ, καὶ λέοντα ἐπιστρέφουσι, καὶ ἔλαφον διώκουσιν· ὀρνίθων δὲ οὐδὲ εἷς ὤραν ποιεῖται κυνός, ἀλλʼ αὐτοῖς πρὸς αὐτοὺς ἔνσπονδά ἐστι. μόνη δὲ ἡ ὠτίς πέφρικε κύνας. τὸ δὲ αἴτιον, βαρεῖαί τέ εἰσι καὶ σαρκῶν ὄγκον περιφέρουσιν. οὔκουν αὐτὰς αἴρει τε καὶ ἐλαφρίζει τὰ πτερὰ ῥᾳδίως, καὶ διὰ τοῦτο ταπειναὶ πέτονται καὶ κάτω περὶ γῆν, βρίθοντος τοῦ ὄγκου αὐτάς.2 αἱροῦνται δὲ ὑπὸ τῶν κυνῶν πολλάκις. ὅπερ ἑαυταῖς συνειδυῖαι, ὅταν ἀκούσωσιν ὑλακῆς, ἐς τοὺς θάμνους καὶ τὰ ἕλη καταθέουσι, προβαλλόμεναι ἑαυτῶν ταῦτα, καὶ ῥυόμεναι σφᾶς ἐκ τῶν παρόντων καὶ μάλα εὐπόρως.
野兔畏惧猎犬,狐狸亦然。而那些猎犬凭着吠叫,有时将野猪从丛林中惊起,能让雄狮止步回头,也能追捕牝鹿;但在鸟类之中,没有一种把猎犬放在心上,它们之间仿佛立有休战誓约。唯有鸨鸟对猎犬闻之战栗。其缘由在于,鸨鸟身躯沉重,负着沉硕的肉躯。因此双翼无法轻易将其托起并减轻体重,正因如此,由于体重的沉压,它们飞行低缓,贴近地面。它们屡屡被猎犬擒获。由于深知自身的这一弱点,每逢听见犬吠,它们便逃进灌木丛与沼泽,将这些障碍置于身前作为掩护,极其灵巧地从眼前的危难中脱身。
ὀψὲ τοὺς γειναμένους ἄνθρωπος γνωρίζειν ἄρχεται, διδασκόμενος καὶ οἱονεὶ καταναγκαζόμενος ἐς πατέρα ὁρᾶν καὶ μητέρα ἀσπάζεσθαι καὶ οἰκείοις προσμειδιᾶν· οἱ δὲ ἄρνες περὶ τὰς μητέρας πηδῶσιν ἀπὸ γενεᾶς, καὶ ἴσασι τό τε ὀθνεῖον καὶ τὸ οἰκεῖον, καὶ παρὰ τῶν νομέων μαθεῖν δέονται οὐδὲ ἕν.
人很晚才开始认得生身父母,受到教导并近乎被强迫着去仰望父亲、亲近母亲、向眷属展颜微笑;然而羊羔生来便在母羊身边蹦跳,既识得外来者亦认得亲近者,无须从牧人那里学习分毫。
Μιμηλότατόν ἐστιν ὁ πίθηκος ζῷον, καὶ πᾶν ὅ τι ἂν ἐκδιδάξῃς τῶν διὰ τοῦ σώματος πραττομένων ὃ δὲ εἴσεται3 ἀκριβῶς, ἵνα ἐπιδείξηται αὐτό. ὀρχεῖται γοῦν, ἐὰν μάθῃ, καὶ αὐλεῖ, ἐὰν ἐκδιδάξῃς. ἐγὼ δὲ καὶ ἡνίας κατέχοντα εἶδον καὶ ἐπιβάλλοντα τὴν μάστιγα καὶ ἐλαύνοντα. καὶ ἄλλο δʼ ἄν τι μαθὼν καὶ ἄλλο οὐ διαψεύσαιτο τὸν διδάξαντα· οὕτως ἄρα ἡ φύσις ποικίλον τε καὶ εὐτράπελόν ἐστιν.
猿猴是极具模仿天性的动物,凡是通过肉身动作所展现的一切,只要你加以传授,它便会分毫不差地掌握,以便将其展示出来。譬如,它若学会便能起舞,若经教导便能吹笛。我甚至曾见过一只猿猴握住缰绳、挥动马鞭驾驭车马。若再学习其他诸般技巧,它亦绝不会令施教者失望;造化之精巧多变由此可见一斑。
ἴδιαι δὲ καὶ διάφοροι τῶν ζῴων καὶ αἵδε αἱ φύσεις. τοὺς ἐν τοῖς Βισάλταις λαγὼς διπλᾶ ἥπατα ἔχειν Θεόπομπος λέγει. τὰς δʼ ἐν Λέρῳ μελεαγρίδας ὑπὸ μηδενὸς ἀδικεῖσθαι τῶν γαμψωνύχων ὀρνέων λέγει Ἴστρος. τοὺς δὲ ἐν Νευροῖς βοῦς Ἀριστοτέλης φησὶν ἐπὶ τῶν ὤμων ἔχειν τὰ κέρατα, Ἀγαθαρχίδης δὲ τὰς ἐν Αἰθιοπίᾳ ὗς κέρατα ἔχειν. Σώστρατος δὲ τοὺς ἐν τῇ Κυλλήνῃ κοσσύφους πάντας λέγει λευκούς. Ἀλέξανδρος δὲ ὁ Μύνδιος τὰ ἐν τῷ Πόντῳ πρόβατα πιαίνεσθαι ὑπὸ τοῦ πικροτάτου φησὶν ἀψινθίου. τὰς δὲ ἐν τῷ Μίμαντι γινομένας αἶγας ἓξ μηνῶν μὴ πίνειν, ὁρᾶν δὲ ἐς τὴν θάλατταν μόνον καὶ κεχηνέναι καὶ τὰς αὔρας τὰς ἐκεῖθεν δέχεσθαι ὁ αὐτὸς λέγει. αἶγας δὲ Ἰλλυρίδας ὁπλὴν ἀκούω ἔχειν, ἀλλʼ οὐ χηλήν.4 Θεόφραστος δὲ δαιμονιώτατα λέγει ἐν τῇ Βαβυλωνίᾳ γῇ τοὺς ἰχθῦς ἀνιόντας ἐκ τοῦ ποταμοῦ εἶτα μέντοι ἐν τῷ ξηρῷ τὰς νομὰς ποιεῖσθαι πολλάκις.
动物界还有如下这些独特而相异的禀性。泰奥庞波斯说,比萨尔泰人领地内的野兔拥有双重肝脏。伊斯忒洛斯说,莱罗斯岛上的珍珠鸡不受任何钩爪猛禽的伤害。亚里士多德称涅乌罗伊人地区的牛角长在双肩上,而阿加塔尔基得斯则称埃塞俄比亚的猪生有角。索斯特拉托斯说库勒涅山上的乌鸫通体皆白。明多斯人亚历山大称,蓬托斯的绵羊能因极苦的苦艾而发胖。同一个人还说,密玛斯山上生长的山羊有六个月不饮水,仅凭遥望大海、张口接纳来自海上的微风度日。我听说伊利里亚的山羊生有整蹄而非分蹄。而泰奥弗拉斯托斯更言及一桩奇观:在巴比伦尼亚的土地上,鱼类常从河中上岸,在干燥的陆地上觅食。
ἴδιον δὲ ἄρα ὁ πορφυρίων πρὸς τῷ ζηλοτυπώτατος εἶναι καὶ ἐκεῖνο δήπου κέκτηται. φιλοίκειον αὐτὸν εἶναί φασιν καὶ τὴν συντροφίαν τῶν συννόμων ἀγαπᾶν. ἐν οἰκίᾳ γοῦν τρέφεσθαι πορφυρίωνα καὶ ἀλεκτρυόνα ἤκουσα, καὶ σιτεῖσθαι μὲν τὰ αὐτά, βαδίζειν δὲ τὰς ἴσας βαδίσεις καὶ κοινῇ κονίεσθαι. οὐκοῦν ἐκ τούτων φιλίαν τινὰ θαυμαστὴν αὐτοῖς ἐγγενέσθαι. καί ποτε ἑορτῆς ἐπιστάσης ὁ δεσπότης ἀμφοῖν τὸν ἀλεκτρυόνα καταθύσας εἱστιάθη σὺν τοῖς οἰκείοις· ὁ δὲ πορφυρίων τὸν σύννομον οὐκ ἔχων καὶ τὴν ἐρημίαν μὴ φέρων ἑαυτὸν ἀτροφίᾳ διέφθειρεν.
紫水鸡除却极易嫉妒之外,委实还具备另一项独特的特性。据说它眷恋家室,喜爱同居伴侣的相伴。总之,我听说曾有人在宅中同时豢养一只紫水鸡与一只公鸡,它们吃同样的食料,迈着相同的步伐漫步,一同沐浴尘土。因而,由这些日常相处而在它们之间生出了一段令人赞叹的友谊。后来逢到节庆,两只禽鸟的主人宰杀了公鸡,与家人设宴共饮;而紫水鸡失却了同伴,不堪承受孤独之苦,竟绝食而亡。
- 5.23ἐμβλέποντες εἶτα ὑπονέουσι τοῖς φρυγάνοις
分词 ἐπιβαλόντες 与 ἐμβλέποντες 经由连接副词 εἶτα 承接主要动词 ὑπονέουσι。与格 τοῖς φρυγάνοις 由复合动词 ὑπονέουσι(在……下方游动,其前缀 ὑπό 统辖与格)支配。
- 5.24βρίθοντος τοῦ ὄγκου αὐτάς
由 τοῦ ὄγκου 与分词 βρίθοντος 构成的属格独立结构。动词 βρίθω 在此处作及物动词使用,意为“压迫、沉压”,支配宾格代词 αὐτάς 作为其直接宾语。
- 5.26πᾶν ὅ τι ἂν ἐκδιδάξῃς τῶν διὰ τοῦ σώματος πραττομένων ὃ δὲ εἴσεται
关系从句 πᾶν ὅ τι ἂν ἐκδιδάξῃς(“凡是你所传授的一切”)前置于句首,主句通过代词 ὃ δέ 重新引出主语(猿猴)。先行词短语充当主要动词 εἴσεται 的实际宾语内容。
- 5.27αἶγας δὲ Ἰλλυρίδας ὁπλὴν ἀκούω ἔχειν, ἀλλʼ οὐ χηλήν
由 ἀκούω 统领的带不定式的宾格句结构。宾格主语 αἶγας Ἰλλυρίδας 对应不定式 ἔχειν。句中将 ὁπλή(整蹄、单蹄)与 χηλή(分蹄、偶蹄)进行对举。
